Selecta in Leviticum
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Τοῦ αὐτοῦ. « ψυχὴ ἐὰν ἁμάρτῃ ἀκουσίως, φησὶ, καὶ μὴ ποιήσῃ ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, κατὰ φύσιν ἔχει. Ἔστι γὰρ τάχα τινὰ καὶ προστάγματα Κορίου, ἃ οὐ δεῖ ποιεῖν κατὰ τό· « Ἔδωκα αὐτοῖς προστάγματα οὐ καλά. » Ψυχὴ οὗν ἁμαρτάνει ἀκουσίως, ὅτε προφάσει εὐσεβείας τὸ μὴ δέον τηρεῖ. Καὶ δεῖται θυσίας πρὸς ἄφεσιν· οὐ δεομένου θυσίας τοῦ δρῶντος ἐξεπίτηδες· ὡς ὁ γεγονὼς Ἰουδαῖος ἵνα Ἰουδαίους κερδήσῃ, καὶ περιτεμὼν τὸν Τιμόθεον.
Ἡ ψυχὴ ἐκείνη ἥτις ἐὰν ἄψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ θνησιμαίου. Θνησιμαῖον δέ φησι τὸν ἀποθανόντα τῷ Θεῷ ἄνθρωπον, ᾧ χρὴ μηδὲ συνεσθίειν· ὁ γὰρ ἁπτόμενος αὐτοῦ ἀκάθαρτός ἐστι. Καὶ τοῦτο ἀκάθαρτόν ἐστι τὸ θηρευθὲν ὑπὸ τοῦ ἀντιδίκου ἡμῶν διαβόλου. Κτήνη ἀκάθαρτα εἴη ἂν, οἱ προσελθόντες μὲν τῷ λόγῳ κτηνώδεις, πρὸς θάνατον δὲ ἁμαρτήσαντες, καὶ μὴ γενόμενοι ἄξιοι σωθῆναι κἂν μετὰ κτηνῶν, κατὰ τὸ λέγον ῥητόν « Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε. »