Selecta in Leviticum
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ἄνθρωπος ἐξ ὐμῶν, ἐὰν προσαγάγῃ δῶρα τῷ Κυρίῳ. Τετηρήκαμεν δὲ πολλαχοῦ τῶν Γραφῶν τὰ μὲν δῶρα ἐπὶ τῶν ζώων λέγεσθαι, τὰς δὲ θυσίας ἐπὶ τῶν ἀψύχων κατὰ τὸ ἐν τῇ Γενέσει λεγόμενον· « Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν. » Ἔτι δὲ καὶ τοῦτο ῥητέον, ἐπὶ μὲν τῶν ἐμψύχων· « Ἄνθρωπος, φησὶν, ἐξ ὑμῶν, ἐὰν προσαγάγῃ δῶρα· » ἐπὶ δὲ τῶν ἀψύχων, « ἐὰν ψυχή. » Τὸ ἅψυχον ἡ ψυχή· ἴνα τοῦ μὲν ἀλόγου τὸ λογικὸν μόνον καταλείπηται, καὶ τοῦ ἀψύχου ὑπὸ τοῦ πυρὸς νενικημένου ἀπομείνοι τὸ ἔμψυχον μόνον.
Προχεοῦσι τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον. Θυσιαστήριον καρπώσεως ὁ βωμὸς λέγεται, ἐφʼ οὗ θυσίαι ὁλοκαυτώσεως· θυσιαστήριον δὲ θυμιάματος, τὸ ἔσω θυσιαστἡριον.
Τοῦ αὐτὸῦ. Ἐπειδὴ ἔχαιρον ταῖς θυσίαις οἱ Ἰουδαῖοι ἐν Αἰγύπτῳ ταύταις προσεθίσαντες, ὡς καὶ ἡ ἐν τῇ ἐρήμῳ μοσχοποιία μαρτυρεῖ, ἐπέτρεψεν ὁ Θεὸς ταύτας αὐτῷ προσαγαγεῖν, ταύτῃ χαλινώσας τῆς πολυθείας τὰς ἀτάκτους ὁρμὰς καὶ τοῦ μὴ θύειν δαί. μοσι.
[*](1 Levit, 1, 1. 92 PsaI. CXVIII, 18. 93 Rom. vii, 4. 94 Levit. 1. 2. 95 Gen. v, 4, 5. 96 Levit. 1, 5.)