Selecta in Leviticum
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ἀνδρὶ ἢ γυναικὶ ᾧ ἐὰν γένηται αὐτῷ ἀρἡ λέπρας. Παρατηρητέον ἐφʼ ὧν μὲν λέγεται ἀνθρώπων· « Ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ· » ἥ « Ἀνδρὶ ἢ γυναικὶ, ᾧ ἐὰν γένηται ἐν αὐτοῖς ἁρὴ λέπρας· » ἐφʼ ὧν δέ « Σὰρξ, ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ ἕλκος·» ἢ· « Σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ κατάκαυμα πυρός. Ταῦτα δὲ θραῦμά ἐστιν.
Τὰ ἱμάτια αὐτοῦ ἔσται παραλελυμένα. Διὰ τούτων αἰνίττεται μὴ δεῖν συγκρύπτειν τὰ ἁμαρτήματα, καὶ σκεπάζειν αὐτὰ τὸν τὴν ψυχὴν λελεπρωμένον. Ὤσπερ τοῦ παραλελυμένου τὰ ἱμάτια οὗ οὐκ ἐσκέπασται ἡ ἀσχημοσύνη· οὕτως βούλεται πᾶσιν ἐκκεῖσθαι μὴ γενόμενον τάφον κεκονιαμένον, Τὸ [*](8 Levit. XI, 2. 2 ibid., 27. 10 Psal. xxva 2. 11 Levit. XI, 3. ibid., 46. Levit. XIII, 2. 14 ibid., 29. ibid., 18. 16 ibid. 24. ibid, 45.)
Καὶ σφάξουσι τὸ ὀρνίλιον τὸ ἓν εἰς ἀγγεῖον ὀστράκινον. Θύεται τὸ ὀρνίθιον εἰς ἀγγεῖον ὀστράκινον, προεμβληθέντος εἰς αὐτὸ ὕδατος ζῶντος, ἵνα γένηται ὁ καθαρισμὸς ὕδατι καὶ αἵματι, ἅπερ ἐξῆλθεν ἀπὸ τῆς πλευρᾶς τοῦ Σωτῆρος. Ξύλον δὲ κέδρινόν φησι τὸ τῆς σωτηρίας ἡμῶν ξύλον. Τὸ δὲ κεκλωσμένον κόκκινον τύπος ἦν τοῦ τιμίου αἵματος, διʼ οὗ καθαίρεται ὁ κόσμος ὅλος. Οἶμα: δὲ τὸν ὕσσωπον, τὴν διὰ τοῦ πνεύματος θερμότητα· τὸ δὲ σπαρτίον τὸ κόκκινον τὴν πρὸς σάρκα σύμβασιν τοῦ Λόγου δηλοῦν.