Selecta in Exodum

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

« Πᾶς ὅς ἄν φάγῃ ζύμην, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραήλ.» Ἐξολοθρευθήσεται ἄνθρωπος ἕνεκεν ζύμης· καὶ ὁ τῶν ὅλων Θεὸς ὁ χρηματίζων τοὺς νόμους, ὡς ὀλοθρεύει μοιχὸν, ὡς ὀλοθρεύει πόρνον, ὡς ὀλοθρεύει παιδοφθόρον, οὕτως ὀλοθρεύει τὸν ἔχοντα ζύμην ἐν τῇ οἰκίᾳ αὐτοῦ ἐν τῇ τῶν ἀζύμων ἡμέρᾳ. Τοῦτο κατὰ Θεόν ἐστι; τοῦτο κατὰ νόμον τὸν οὐράνιόν ἐστιν; Ἀλλʼ εἴποιμι ἂν ὅτι ἐὰν ἔχῃς ζύμην [*](97 Exod. IX, 29. 98 Εxod. XII, 3. 99 ibid. 5. 1 ibid. 6. 2ibid. 7. 3ibid. 15.)

285
πονηρίας, καὶ μὴ ἐξολοθρεύσῃς πᾶσαν ζύμην κακίας ἀπὸ τοῦ ἡγεμονικοῦ σου· αὕτη γἅρ ἐστιν ἡ ἀληθινὴ φἰκία σου· ὁ Θεὸς τῶν ὅλων νομοθετεῖ ἐξολοθρευθῆναί σε μὴ ἀποβαλόντα τὴν ζύμην τὴν παλαιὰν ἀπὸ σεαυτυῦ. Χρὴ γάρ σε ἐλθόντα εἰς τὸν καιρὸν τῶν νέων, νέον γενόμενον μηδὲν ἕχειν ἀρχαῖον. « Τὰ ἀρχαῖα παρῆλθε,» καὶ τὰ ἐξῆς. Ὅρα πῶς ἔδει ἑορτάζειν ἐν μηνὶ τῶν νέων τὴν ἑορτὴν τῶν ἀζύμων.

«Καθίξετε τῆς φλιᾶς, καὶ ἐπʼ ἀμφοτέρων τῶν σταθμῶν, ἀπὸ τοῦ αἵματος ὅ ἐστι παρὰ τὴν θύραν. » φλιᾶς μὲν, ὡς ἀποδέδωκέ τις τῶν πρὸ ἡμῶν, τοῦ λογικοῦ· ἀμφοτέρων δὲ σταθμῶν, θυμικοῦ καὶ ἐπιθυμητικοῦ.