Selecta in Exodum

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

« Εἶπε δὲ αὐτῷ Μωυσῆς, Ὡς ἂν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖράς μου πρὸς Κύριον, καὶ αἱ φωναὶ παύσονται, καὶ ἡ χάλαζα, καὶ ὁ ὑετὸς οὐκέτι ἔσται. » Ὁ γὰρ πάντων δημιουργὸς πρὸς τὴν κέλευσιν τὴν φύσιν εἴκουσαν ἔχει.

Τοῦ αὐτοῦ. Σημειωτέον ὅτι οὐ πάντα τῇ ῥάβδῳ τερατουργεῖ Μωϋσῆς, ἀλλὰ καὶ χερσὶ καὶ λόγῳ, ἴνα μὴ τὴν ῥάβδον μαγικαῖς ἀπάταις τελεῖσθαι υἱ πολλοὶ νομίσωσι.

« Ααβέτωσαν ἕκαστος πρόβατον κατʼ οἵκους πατριῶν· » καὶ τὰ ἑξῆς. Ἀπὸ τῆς δεκάτης φησὶ λαμβάνειν πρόβατον καὶ τρέφειν ἕως ιδ΄· καὶ ἐπονομάσαι λέγοντας, Τοῦτο τὸ πρόβατον θύεται ὑπὲρ τοῦδε καὶ τοῦδε· οὐχ ὑπερβαινόντων αὐτῶν ι΄ ὀνομάτων· καὶ τῇ ιδ΄ θύεται ἀνάμεσον τῶν ἑσπερινῶν, ἀρχομένης τῆς ιε΄· ὡς γίνεσθαι ἀπὸ τῆς λήψεως μέχρι τῆς θύσεως ἡμέρας ε΄, ὅτε πλῆρές ἐστι τῆς σελήνης τὸ φῶς.

« Πρόβατον τέλειον, ἄρσεν, ἐνιαύσιον ἔσται ὑμῖν. ‚ Ἐνιαύσιον πρόβατον ὁ Χριστός ἐστι. Τὸ γὰρ ἐν μηδενὶ ὑστερεῖσθαι μηδὲ ἐλλιπές τι ἔχειν διὰ τοῦ ἐνιαυτοῦ δηλοῦται.

« Καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἐσπέραν.» Πρὸς ἐσπέραν δὲ κελευόμεθα σφάξαι τὸ πρόβατον, ἐπειδὴ καὶ ἐσχάτῃ ὥρᾳ τὸ ἀληθινὸν ἡμῶν πρόβατον εἰς τὸν κόσμον ἦλθεν ὁ Σωτήρ.

« Καὶ λήψονται ἀπὸ τοῦ αἵματος, καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν, καὶ ἐπὶ τὴν φλιὰν, ἐν τοῖς οἴκοις·» καὶ τὰ ἐξῆς. Θύομεν δὲ, καὶ χρίομεν τοὺς οἴκους ἡμῶν τῷ αἵματι· λέγω δὲ τὸ σῶμα, εἴπερ χρίσις πίστις ἐστὶν ἡ εἰς αὐτὸν, διʼ ἧς πιστεύω τὴν τοῦ ὀλοθρευτοῦ δύναμιν καταργουμένην. Μετὰ δὲ τὸ χρισθῆναι ἡμᾶς, τουτέστι πιστεῦσαι εἰς τὸν Χριστὸν, τότε καὶ ἐπὶ τὴν βρῶσιν ἔρχεσθαι κελευόμεθα· μήτε δὲ ὠμὰ, μήτε ἑψημένα ἐν ὕδατι, ἀλλʼ ὀπτὰ πυρί.

« Πᾶς ὅς ἄν φάγῃ ζύμην, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραήλ.» Ἐξολοθρευθήσεται ἄνθρωπος ἕνεκεν ζύμης· καὶ ὁ τῶν ὅλων Θεὸς ὁ χρηματίζων τοὺς νόμους, ὡς ὀλοθρεύει μοιχὸν, ὡς ὀλοθρεύει πόρνον, ὡς ὀλοθρεύει παιδοφθόρον, οὕτως ὀλοθρεύει τὸν ἔχοντα ζύμην ἐν τῇ οἰκίᾳ αὐτοῦ ἐν τῇ τῶν ἀζύμων ἡμέρᾳ. Τοῦτο κατὰ Θεόν ἐστι; τοῦτο κατὰ νόμον τὸν οὐράνιόν ἐστιν; Ἀλλʼ εἴποιμι ἂν ὅτι ἐὰν ἔχῃς ζύμην [*](97 Exod. IX, 29. 98 Εxod. XII, 3. 99 ibid. 5. 1 ibid. 6. 2ibid. 7. 3ibid. 15.)

285
πονηρίας, καὶ μὴ ἐξολοθρεύσῃς πᾶσαν ζύμην κακίας ἀπὸ τοῦ ἡγεμονικοῦ σου· αὕτη γἅρ ἐστιν ἡ ἀληθινὴ φἰκία σου· ὁ Θεὸς τῶν ὅλων νομοθετεῖ ἐξολοθρευθῆναί σε μὴ ἀποβαλόντα τὴν ζύμην τὴν παλαιὰν ἀπὸ σεαυτυῦ. Χρὴ γάρ σε ἐλθόντα εἰς τὸν καιρὸν τῶν νέων, νέον γενόμενον μηδὲν ἕχειν ἀρχαῖον. « Τὰ ἀρχαῖα παρῆλθε,» καὶ τὰ ἐξῆς. Ὅρα πῶς ἔδει ἑορτάζειν ἐν μηνὶ τῶν νέων τὴν ἑορτὴν τῶν ἀζύμων.

«Καθίξετε τῆς φλιᾶς, καὶ ἐπʼ ἀμφοτέρων τῶν σταθμῶν, ἀπὸ τοῦ αἵματος ὅ ἐστι παρὰ τὴν θύραν. » φλιᾶς μὲν, ὡς ἀποδέδωκέ τις τῶν πρὸ ἡμῶν, τοῦ λογικοῦ· ἀμφοτέρων δὲ σταθμῶν, θυμικοῦ καὶ ἐπιθυμητικοῦ.

Γοῦ αὐτοῦ. Οὐ γὰρ ἐντὸς γενόμενον τὸν ὀλοθρευτὴν διʼ ἐπινοίας ἐκβάλλομεν, ἀλλʼ ὅπως ἂν μηδὲ τὴν ἀρχὴν παρεισδύη, φυλακὴν διὰ τοῦ νόμου ποιούμεθα. Φυλακὴ δέ ἐστι καὶ ἀσφάλεια, τὸ, τῷ αἵματι τοῦ ἀμνοῦ τήν τε φλιὰν καὶ τοὺς σταθμοὺς τῆς εἰσόδου κατασημαίνεσθαι.