Selecta in Exodum

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

« Καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ. » Πέτρᾳ παρεικάζεται ὁ Χριστὸς διὰ τὸ ἄσειστον καὶ ἀκλόνητον. Ἐρήρεισται γὰρ ἐν τοῖς ἀγαθοῖς ἡ θεία τε καὶ ὑπερτάτη φύσις.

« Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτὴς, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα, ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με, καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με, καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά μου. » Τίνα τοῦτο τὸ ῥητὸν οὐκ ἐτάραξεν; Εἰ ἥμαρτε μὲν ὁ πατὴρ, ὁ δὲ υἱὸς, καὶ ἡ τρίτη, καὶ ἡ τετάρτη γενεὰ ἀπολαμβάνει τὴν ἁμαρτίαν, ὡς τοὺς μὲν κατηγορῆσαι καὶ τοῦ δεδωκότος τοὺς νόμους Θεοῦ· τοὺς δὲ μὴ κατηγορῆσαι μὲν, ἀληθῶς δὲ ἐλπίζειν τοιαῦτά τινα, καὶ προσδοκᾷν, ὅτι τὰ ἁμαρτήματα αὐτῶν οἱ υἱοὶ ἀπολαμβάνουσιν. Ἰουδαῖοι ταῦτα νομίζουσιν, οὐκ ἀπαλλάττοντες ἄλλον θεόν. Σαμαρεῖς ταῦτα ὑπολαμβάνουσιν, ὡς καὶ αὐτοὶ δοξάζοντες μετεσχηκέναι τοῦ ἑνὸς Θεοῦ. Οἱ ἀπὸ τῶν αἱρέσεων οὐκ ἀρεσκόμενοι τῷ ἀγαθὸν ἢ δίκαιον εἷναι Θεὸν δύνασθαι, τὸν ἀποδιδόντα ἁμαρτίας πατέρων εἰς κόλπον τέκνων αὐτῶν, λέγουσιν, ὅτι ὁ τοῦ νόμου Θεὸς οὐκ ἔστι δίκαιος, οὐκ ἔστιν ἀγαθὸς, ἀποδιδοὺς τὰ ἁμαρτήματα τῶν πατέρων ἐπὶ τοὺς υἱούς· ἀλλά τις ἐστὶν ἐκείνου μείζων θεός. Ὁ δὲ ἐκκλησιαστικὸς, οὕτε ὡς Ἰουδαῖος σωματικῶς ἀκούει τῶν λεγομένων, οὕτε ὡς αἱρετικὸς ἀναπλάσσει ἄλλον, ἀλλʼ ἕστηκεν ἀμφοτέρων μέσος, καὶ λέγει καλῶς μὲν ταῦτα γεγράφθαι· οὐκ οἶδα δὲ τῶν γεγραμμένων τὸν νοῦν. Ἀνατείνατε οὖν τὰς διανοίας πάντες, καὶ αἰτήσασθε, ἵνα ὑμῖν ἀποκαλύψῃ ὡς ἀγαθός ἐστιν, ὁ ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα. Τίνες οἱ πατέρες; φέρε τὰς Γραφὰς μάρτυρας· ἐξετασθήτωσαν τὰ λόγια [*](16 Exod. XVI. 25. 17 Psal. XXXVII, 5. 18 llebr. IV,9. 19 Exod.XVII,6. 20 Exod. XX, 5,6. 21 Joan. VIII,44.)

292
τὰ ἱερὰ. Λέγει ὁ Σωτὴρ καὶ Κύριος Ἰησοῦς Χριστὸς τοῖς ἁμαρτάνουσιν, ὅτι « ῾ Υμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιῆσαι. Ἐκεῖνος ἀνθρωποκτόνος ἐστὶν ἀπʼ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἔστηκεν. » Οὐκοῦν εἴ τις ἁμαρτάνει, ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὶ, καὶ διὰ τοῦτο τὸ ἁμάρτημα τοῦ διαβόλου ἀποδίδοται ἐπὶ τὸν υἱόν. Πλὴν ἐκεῖνός ἐστιν ὁ πρῶτος ἁμαρτωλὸς, ὁ ὑποβαλών μοι τὸ ἁμάρτημα· ἐγὼ δέ εἰμι ὁ δεύτερος ἁμαρτωλὸς, ὁ μὴ ἐκβαλὼν τὸ βούλημα αὐτοῦ, ἀλλὰ παραδεξάμενος αὐτοῦ τὴν ἐνέργειαν· δέο. με στῆναι καθωπλισμένον τὴν πανοπλίαν τοῦ Θεοῦ, καὶ ἕχοντα τὸν θυρεὸν τῆς πίστεως, ἵνα πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβεσθῇ ἐν τῷ θυρεῷ τῆς πίστεώς μου. Ἐὰν οὗν ἁμαρτάνω, ποιῶ τὰ τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν, ἵνα τόδε τὸ ἁμάρτημα, ἢ τόδε ποιήσω. Πρῶτον παραδέχομαι αὐτοῦ τὸ βέλος, καὶ ὅταν παραδέ ξωμαι αὐτὸ, τότε καὶ αὐτὸν παραδέχομαι. Καὶ γὰρ ἐπὶ τοῦ Ἰούδα οὕτω γέγραπται, ὅτι οὐ πρῶτον εἰσῆλθεν ὁ Σατανᾶς εἰς αὐτὸν, ἀλλὰ πρῶτον τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμων ὁ Ἰσκαριώτης, εἶτα μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς. Οὐκοῦν ἕχω πατέρα, εἰ μὲν ἅγιός εἰμι, Θεόν· εἰ δὲ ἁμαρτωλός εἰμι, τὸν διάβολον ἕχω πατέρα· ἀλλὰ καὶ τὸν προσεχῶς φέρε εἰπεῖν ἐνεργήσαντα Ἀντίχριστον, ἢ ἄγγελόν τινα τοῦ διαβόλου, ἢ δαιμόνιον, οὗ τὴν ἐνέργειαν παρεδεξάμην. Καὶ ἁπαξαπλῶς εἰσί μοι πατέρες μυρίοι, ἐὰν γένωμαι ἁμαρτωλός· ὥσπερ πάλιν ἐὰν γένωμαι δίκαιος, πατήρ μου ἐστὶν ὁ Θεὸς, καθάπερ φησὶν ὁ Σωτὴρ, « Τεκνία, ἕτι μικρὸν μεθʼ ὑμῶν εἰμι. » Καὶ πάλιν, « Θύγατερ, ἡ πίστις σου σέσωκέ σε. » Καὶ πάλιν, Τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι. » Οὔτως οἶδα καὶ ἅλλους πατέρας, κατὰ τὸ γεγραμμένον τῷ Ἀβραάμ· «Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου·» οὐ πρὸς τοὺς κατὰ σάρκα πατέρας· οὐ γὰρ ἦσαν πιστοὶ, οὐκ ἧσαν ἅγισι, ὡς δῆλον ἐκ τῆς ἱστορίας τῆς γεγραμμένης περὶ αὐτῶν. Εἰ γὰρ ἅγιος αὐτοῦ ὁ πατὴρ, οὐκ ἂν ἐλέγετο αὐτῷ, « Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου. » Ἔχει γὰρ ὁ λόγος τὸ σωματικὸν, ἔχει καὶ τὸ πνευματικόν. Εἰ νενόηκας τοὺς πατέρας, ὅρα λοιπὸν ὅτι ἀπολαμβάνεις σὺ, ὁ παραδεξάμενος τὴν ἐνέργειαν, διὰ τὸ ἡμαρτηκέναι, ὑπὸ τοῦ διαβόλου, ἤ τινος τῶν ὑπʼ αὐτὸν πνευμάτων. Γενόμενος οὖν ἐκείνων υἱὸς, ἀπολαμβάνεις ἀπὸ ἀγαθοῦ Θεοῦ σε ἐπισκεπτομένου. Οὐ γὰρ ἐπισκέπτεται τὸν πατέρα σου, ἀλλʼ ἐπισκέπτεταί σε, καὶ λέγει σοι , « Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, » καὶ τὰ ἑξῆς· καὶ δίδωσί σοι ὡς ἀγαθός. Ἐπισκέπτεται γάρ σε τὸν υἱὸν τοῦ πονηροῦ πατρὸς , τὰ ἁμαρτήματα ἀποδιδούς. « Ἐπισκέψομαι οὖν ἐν ῥάβδῳ τὰς ἀνομίας » ὑμῶν τῶν ἀγίων· ἐπισκέψομαι δὲ «καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν.» Διὰ τί; ἵνα τὸ « ἔλεός μου μὴ διασκεδάσω ἀπʼ αὐτῶν. » Ὅτε γὰρ καταλίπῃ [*](22 Ephes. VI, 16. 23 Joan. XIII, 33. 24 Matth. IX, 22 ei 2. 25 Gen. XV, 15. 26 Gen. XII. 1. 27 Psal. XLIV, 11. 28 Psal. LXXXVIII, 33. 29 Psal. LXXXVIII, 34. 30 Heb. XII, 6. 31 Osee IV, 14.)
293
τινὰ, οὐκέτι αὐτὸν κολάζει, οὕτε μαστιγοῖ. « Μαστιγοῖ » γὰρ οὐ πάντας, ἀλλὰ « πάντα υἱὸν ὃν παραδέχεται Κύριος. » Καὶ λέγεται ἐν τῷ προφήτῃ περὶ τῶν πάνυ ἁμαρτωλῶν· « Οὐκ ἐπισκέψομαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύσωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχευθῶσι. » Τοσούτῳ χρόνῳ ὁ διάβολος ἁμαρτάνει ἀπὸ κτίσεως, καὶ καταβολῆς κόσμου, καὶ οὔτε πῦρ, οὔτε μάστιξ· .οὐ γὰρ ἄξιός ἐστι τῶν κολάσεων τῶν ἀπὸ τοῦ Θεοῦ. Οὐ γὰρ δύναταιεἰπεἴν ὁ διάβολος, « Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, » καὶ τὰ ἐξῆς. Ἕκαστος οὖν συνειδὼς ἑαυτῷ ἁμαρτίας, εὐχέσθω κολασθῆναι. Καλὸν μὲν γὰρ τὸ μηδὲν ἄξιον κολάσεως πεποιηκέναι. Εἰ δέ τι ἄξιον κολάσεως πεποιήκαμεν, οὕτω κολασθῶμεν, ὥστε ἐν- θάδε μὲν ἀπολαβεῖν, μετὰ δὲ ταῦτα εἰς τοὺς κόλπους Ἀβραὰμ ἀναπαύσασθαι.

« Καὶ ταῦτα τὰ δικαιώματά μου, ἃ παραθήσῃ ἐνώπιον αὐτῶν. Ἐὰν κτήσῃ παῖδα Ἑβραῖον,» καὶ τὰ ἐξῆς. Ἀναγκαῖον ἐξετάσαι τί νόμος, καὶ τί πρόσταγμα, τί δὲ δικαιώματα, καὶ κρίματα, καὶ καρτύρια, καὶ ἐντολαί. Δικαιώματα μὲν οὖν ἐστι, τὸ ἐνθάδε εἰρημένον, « Ἐὰν κτήσῃ παῖδα Ἑβραῖον, » καὶ τὰ ἐξῆς, περὶ αὐτοῦ εἰρημένα· κρίμα δὲ, ἵνα ἱερέως θυγάτηρ ἐὰν μοιχευθῇ, πυρὶ κατακαίηται· ἐντολαὶ δὲ, « Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι·» πρόσταγμα δὲ, « Καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν· » μαρτύρια δὲ, « Διαμαρτύρομαι ὑμἴν σήμερον τὸν οὐρανὸν καὶ τὴν γῆν. »

« Ἕξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἔτει τῷ ἑβδόμῳ, ἀπελεύσεται ἐλεύθερος δωρεάν. » Σημαίνει ἡ ἐν τῷ ἑβδόμῳ ἐλευθέρωσις, ἔτι δὲ καὶ ἡ ἐν τῷ σαββάτῳ τῶν ἔργων κατάπαυσις τὴν ἐν χάριτι ἡμῖν διὰ Χριστοῦ ἐλευθερίαν.

« Προσάξει αὐτὸν ὁ κύριος αὐτοῦ πρὸς τὸ κριτήριον τοῦ Θεοῦ. » Ἀκύλας καὶ Σύμμαχος εἶπον, « πρὸς τοὺς θεούς. » Θεοὺς δὲ τοὺς κριτὰς ὀνομάζουσι, καὶ θεοῦ κριτήριον, τὴν τούτων ψῆφον.

« Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσατέ μοι. Τὴν ἑορτὴν τῶν ἀζύμων φυλάξασθε. Ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα, καθάπερ ἐνετειλάμην σοι, κατὰ τὸν καιρὸν τοῦ μηνὸς τῶν νέων. Ἐν γὰρ αὐτῷ ἐξῆλθες ἐξ Αἰγύπτου. Οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενὸς, καὶ ἑορτὴν τοῦ θερισμοῦ πρωτογεννημάτων ποιήσεις τῶν ἔργων σου. » Αἱ ἑορταὶ τοίνυν τοῦ Θεοῦ, οἷς ἐστι πνεῦμα, πνευματικαί εἰσι· καὶ οὐδεὶς χοϊκὸς ἑορτάζει τὰς ἑορτὰς πνευματικῶς. « Τίς γὰρ συμφωνία δικαιοσύνης καὶ ἀνομίας; ἵνα μὴ τὰ ἐξῆς λέγω. Οὐ δύναται χοῖκὸς ἑορτάσαι ἑορτὰς πνευματικὰς, ὥσπερ οὐδὲ πνευματικὸς ἑορτὴν χοϊκήν. Καὶ μετʼ ὀλίγα. Τί ἐστιν ὁ μὴν τῶν νέων; τοὺς αἰσθητοὺς φήσεις καρπούς· οὕπω ἐνέστηκεν ὁ μὴν τῶν νέων, τοῦ ἐνιαυτοῦ φέρε εἰπεῖν ὀψιμωτέρου ὄντος. Τὸ δὲ, ἐὰν γένηταί ποτε ἐνιαυτὸς, ὥστε μηδὲ φέρειν τὴν γῆν τοὺς καρποὺς, ἆρα δυνάμεθα ἑορτάζειν ἐν τῷ μηνὶ τῶν νέων, ὡς κεκέλευκεν ὁ Θεὸς ἑορτάζειν τοὺς ἑορτάζοντας; Οὐκοῦν δεῖ κατʼ ἐνιαυτὸν τὴν ἑορτὴν ἑορτάζειν. Ἐπαπορῶ δὲ πάλιν καὶ περὶ τοῦ δευτέρου νόμου, τοῦ κατὰ τὴν ἑορτὴν τὴν δευτέραν. Φησὶ γὰρ « ἑορτὴν τοῦ θερισμοῦ τῶν πρωτογενημάτων.» Ἐάν τις σπείρῃ, καὶ μὴ γένωνται οἱ καρποὶ πρῶτοι, ἀλλὰ τελευταῖοι, [*](32 Psal. VI,2. 33 Exod.XXI.1. 34 Exod.XX,3. 35 Exod. XIX, 10. 36 Deyk.XXX,19. 37 Exod.XXI, 2. 38 ibid., 6. 39 Exod.XXIII,14,15,16. 40 II Cor. VI,14.)

296
οὗτος οὐκ ἄν δύναιτο ἑορτάσαι τὴν ἀρχὴν τοῦ θερισμοῦ τῶν πρωτογενημάτων. Δεῖ γὰρ ἔχειν σε γεννήματα, ἵνα δυνηθῇς ἑορτάζειν. Τί δὲ, ἅν χώραν μὴ ἔχω, πῶς ἂν δυναίμην τὴν ἑορτὴν ταύτην ἑορτάζειν, τῆς λέξεως λεγούσης, « Καὶ ἑορτὴν θερισμοῦ τῶν πρωτογεννημάτων ποιήσεις τῶν ἔργων σου, ὦν ἐὰν σπείρῃς ἐν τῷ ἀγρῷ σου; » οὐκ ἔσπειρα, οἰκοδόμος εἰμί· οὐκ ἔσπειρα, ὑφάντης εἰμί· ἀγρὀν οὐκ ἔχω, πῶς δύναμαι τὴν δευτέραν ἑορτάζειν ἑορτήν; Καὶ δὴ καὶ περὶ τὴν τρίτην, « Καὶ ἑορτὴν συντελείας ἐπʼ ἐξόδῳ τοῦ ἐνιαυτοῦ. »

Καὶ μεθʼ ἕτερα. Τί βούλεται λόγος ἡμῖν λέγειν ὁ κελεύων ἡμᾶς ἑορτάζειν τὴν ἑορτὴν τῶν ἀζύμων τῷ μηνὶ τῶν νέων; Ἀπόθου τὸν παλαιὸν ἅνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ. Καὶ ἵνα γε ποιήσῃς τὴν ἑορτὴν ἐν τῷ μηνὶ τῶν νέων, καὶ σὺ νέος γενοῦ, ἵνα γένηται ὁ μὴν τῆς ἑορτῆς τῶν νέων, καὶ σὸς μήν. Νέων γὰρ, καὶ οὐ παλαιῶν ἐστιν οὗτος ὁ μήν. Πῶς οὖν δεήσει νέον καὶ σὲ γενέσθαι; Νοήσας τὰς ἑορτὰς, τὴν ἑορτὴν τῶν νέων ὁ ἀπόστολος Παῦλός φησιν,« Ἐκδυσάμενοι τὸν παλαιὸν ἅνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατʼ εἰκόνα τοῦ κτίσαντος. » Οὐκοῦν ἵνα ἀγάγῃς τὴν ἑορτὴν ἐν μηνὶ τῶν νέων, νέον σε γενέσθαι δεῖ, καὶ πᾶσαν ἀποθέσθαι παλαιότητα. Εἶτα ποίαν ἑορτὴν πρώτην ἄγεις; ὅτι τὴν ἑορτὴν τῶν ἀζύμων, μάνθανε ἀπὸ τοῦ Ἀποστόλου· « Τὸ γὰρ πάσχα ἡμῶν, φησὶν, ὑπὲρ ἡμῶν ἐτύθη Χριστός· ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλʼ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. » Ἅμα δὲ συνάγαγε τὰ νενομοθετημένα περὶ τῆς ἑορτῆς τῶν ἀζύμων, καὶ ὅψει μὲν τὸ ἄλογον τῶν τῷ ῥητῷ ὡς πνευματικῷ μὴ προσεχόντων, καταφρονούντων δὲ τῶν πνευματικῶν ὡς μὴ χρησίμων.

« Οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός. » Ἴσθι ὅτι πᾶς ἄνθρωπος ἢ κενός ἐστιν, ἢ πλήρης. Εἰ μὲν γὰρ οὐκ ἔγει ἅγιον Πνεῦμα, οὐκ ἔχει γνῶσιν τοῦ κτίσαντος, οὐ παρεδέξατο ζωὴν Ἰησοῦν τὸν Χριστόν· εἰ οὐκ οἶδε τὸν Πατέρα τὸν ἐν οὐρανοῖς, εἰ οὐ βιοῖ κατὰ τὸν λόγον, κατὰ τὸν νόμον οὐράνιον· οὐ σωφρονεῖ, οὐ δικαιοπραγεῖ· ὁ τοιοῦτος κενός ἐστιν. Εἰ δὲ κεχώρηκε τὸνεἰπόντα Θεόν· « Ἐνοικήσω ἐν αὐτοἴς, καὶ ἐμπεριπατήσω, καὶ ἕσομαι αὐτοἴς Θεὸς, »οὗτος οὐκ ἕστι κενὸς, ἀλλὰ πλήρης.

« Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου. » Τί ἐστι τὸ. ῥητὸν εἴποιμι ἄν. Ὅ πράττομεν, ἢ θῆλύ ἐστιν, ἢ ἀρσενικόν. Εἰ μὲν οὖν θηλυκόν ἐστιν ὅ ποιοῦμεν, ἢ σωματικόν ἐστιν, ἢ σαρκικόν. Σπείροντες γὰρ εἰς τὴν σάρκα, ποιοῦμεν θῆλυ τὸ γέννημα τῆς ψυχῆς, οὐκ ἄῤῥεν· ἀλλʼ ἐκνενευρισμένον, ἁπαλόν τε καὶ ὑλικόν. Εἰ μέντοι βλέποντες τὰ αἰώνια, καὶ πρὸς τοῖς κρείττοσιν ἔχοντες τὴν διάνοιαν, καρποφοροῦμεν τοὺς καρποὺς τοῦ πνεύματος, καὶ πάντα τὰ γεννήματα ἡμῶν ἄῤῥενά ἐστι. Τὰ τοίνυν φερόμενα ἐνώπιον τοῦ [*](41 Coloss. ΙΙΙ. 9. 10. 42 I Cor. v, 8. 43 EXod. XXIII, 15. 44.45 Lcvil. XXVI, 12; II Cor. VI, 46. 46 Εxod. XXIII, 17.)

297
Θεοῦ, τὰ καὶ ὀφθησόμενα τῇ ὄψει τοῦ κτίσαντος, ἀρσενικά ἐστιν, οὐχὶ θήλεα. Οὐ γὰρ τὰ θηλυκὰ, καὶ τὰ σωματικὰ ἀξιοῖ βλέπειν ὁ Θεός.