Selecta in Exodum
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
«Οὗτος ὁ νόμος τοῦ Πάσχα· Πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπʼ αὐτοῦ. Καὶ πάντα οἰκέτην τινὸς, καὶ ἀργυρώνητον περιτεμεῖς αὐτὸν, καὶ τότε φάγεται ἀπʼ αὐτοῦ· » καὶ τὰ ἑξῆς. Ἀκολούθως τοῖς παρατεθεῖσι τρίτος ἐστὶν οὗτος νόμος. ὃν εἷπε πάλιν ὁ Κύριος παρὰ τοὺς δύο νόμους. Πρόσχες δὲ τῇ ἀκριβείᾳ τῆς Γραφῆς, ὅτι οὐκ εἷπε τοῦτον τὸν νόμον τὸν περὶ τοῦ Πάσχα ὁ Κύριος ἐν τῇ ἀρχῇ. Εἰ γὰρ εἰρήκει ἔτι ὄντων ἐν Αἰγύπτῳ πρὶν ἀπᾷραι ἐκ τῆς Αἰγύπτου τὸν Ἰσραὴλ, τὸ, « Πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπʼ αὐτοῦ. Καὶ πάντα οἰκέτην τινὸς, καὶ ἀργυρώνητον περιτεμεῖς, καὶ τότε φάγεται ἀπʼ αὐτοῦ, » οὐκ ἂν ἐξεληλύθησαν ὁ πολύμικτος πολὺς ὅχλος ὁ ἐξελθὼν ἐξ Αἰγύπτου. Ἐτήρησεν οὖν τὸν νόμον τοῦτον, ἵνα μετὰ τοῦ ἐξελθεῖν τοὺς βουλομένους δοθῇ ἄλλος νόμος. Καὶ μετʼ ὀλίγα. Ἐὰν ἀλληγορῶμεν ταῦτα εἰς τὴν ψυχὴν ἡμῶν, ἐροῦμεν ὅτι οἰκογενεῖς μέν εἰσιν εἱ συμπεφυκότες ἡμῖν καὶ γεωργηθέντες λόγοι, καὶ ἐπιστῆναι ἀπὸ συμφύτων ἐννοιῶν ἀρξάμενοι· ἀργυρώνητοι δὲ, ὅσοι ἐκ διδασκαλίας ἡμῖν ἐπιγίνονται ἕξωθεν ἀπὸ τῶν μαθημάτων. Πάντας οὖν φησι περιτέμνειν καὶ καθαίρειν, καὶ τοὺς οἰκογενεῖς, καὶ τοὺς ἀργυρωνήτους. Ἀλλογενῆ δὲ οὐδένα δεῖ προσλαμβάνειν, οἷον ἀλλότριον δόγμα προσιεμένους· ἀλλογενῆ γὰρ οὐ παραδέχεται, ὃς βούλεται βεβηλῶσαι τὴν ἑορτὴν τοῦ Κυρίου. Καὶ μετʼ ὀλιγα. Εἰ γὰρ ἐν Ἐκκλησίᾳ ἐσθίεις λόγους Θεοῦ, ἐσθίεις δὲ καὶ ἐν Ἰουδαίων συναγωγῇ, παραβαίνεις τὴν λέγουσαν ἐντολὴν, « Ἐν οἰκίᾳ μιᾷ βρωθήσεται. » Εἰ δὲ μεταλαμβάνεις λόγων Θεοῦ, ἐν οἰκίᾳ μιᾷ τῇ Ἐκκλησίᾳ· εἶτα καταλιπὼν αὐτὴν, ὑπολαμβάνεις μεταλαμβάνειν Θεοῦ ἐν αἱρετικῇ συναγω [*](4 II Cor. v, 17. 5 Exod. XII,22. 6 ibid.29. 7 IV Reg. XIX,35. 8 Exod.XII,43,44.)
« Καὶ οὐκ ἐξοίσετε ἐκ τῆς οἰκίας τῶν κρεῶν ἔξω.» Ἐκκλησιαστικὸν λόγον οὐ δεῖ ἔξω τῆς Ἐκκλησίας πρεσβεύειν, ὡς ἕξω τῆς οἰκίας μὴ ἐκφέρειν τὰ κρέα· φημὶ δὲ εἰς συναγωγὴν Ἰουδαίων ἥ αἱρετικῶν· ὅμοιον γάρ ἐστι τῷ ῥίψαι τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων.