Fragmenta in Psalmos 1-150 [Dub.]

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

v. 1, 2. Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Vatic. p. 637, 1.

Τέλειος ὁ κατ’ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν γνωριζόμενος, ᾧ καὶ βασιλεὺς, ἀλλ’ οὐ ποιμὴν ἐπιγράφεται Κύριος· ὁ δὲ προκόπτων ἐν εἰσαγωγῇ, πρόβατον κληθείη Θεοῦ, καὶ ποιμαίνεται ὑπ’ αὐτοῦ, καὶ τὸ εὐαγγέλιον νέμεται, καὶ πίνει ὕδωρ, οὗ ὁ πιὼν οὐ διψᾷ· οὔπω δὲ τῆς ἀληθινῆς ἀμπέλου τὸν οἶνον, καὶ ἀναπαύεται διὰ λυτροῦ παλιγγενεσίας, ἀποτιθέμενος τὸ τῶν ἁμαρτημάτων φορτίον. Καὶ ἄλλως δὲ ὁ τὸ πρᾶον καὶ εὐσταθὲς κατορθώσας Χριστοῦ, ὑπ’ αὐτοῦ ποιμαίνεται ἐπὶ τὴν χλόην, τις ἐστὶν ἠθικὴ διδασκαλία, ἐν ᾧ κατεσκήνωσέ με, φησὶν, ἀλλ’ οὐ κατῴκισε. Καὶ ἀλλαχοῦ δὲ, φησίν· αὐτὸς ποιμαίνει ἡμᾶς εἰς τοὺς αἰῶνας. Ὅρα δὲ καὶ νόει τὴν χλόην, καὶ νοητὸν αὐτῆς τόπον, καὶ νοητὸν ἀναπαύσεως ὕδωρ, τῷ ἔτι ποιμαινομένῳ διδόμενον, ἕως λογικῆς τραπέζης,

καὶ ποτηρίου μεταλαβεῖν τις δυνηθείη. Εἰ ἔτι τι μὴ ἀποκτεῖνον γράμμα, ἐκεῖνο ἔσται χλόη· ποιμαινομένουσι δὲ πνευματικῶς τράπεζα ἡτοιμασμένη, τοῖς ὑπομένουσι τὰς θλίψεις.

v. 3. Τὴν ψυχήν μου ἐπέστρεψεν, ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης, ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.

Ἐπέβη γὰρ ὥσπερ ὁ ποιμὴν, καὶ προέτριψε τρίβους, ὡς ἰδίου αὐτοῦ προβάτου τοῖς ἴχνεσιν ἐπακολουθεῖν. Δικαιοσύνη μὲν οὖν ἡ πρακτικὴ τῶν δικαίων ἕξις, ἧς αἱ κατὰ τὴν ἐνέργειαν τρίβοι. Εἰ δὲ δικαιοσύνην εἴποι τις τὴν γενικὴν ἀρετὴν, τρίβους ἐρεῖ ταύτης τὰς κατ’ εἶδος ἀρετὰς, ἐφ’ ἃς ὁδηγεῖ τὸν τὴν αὐτοῦ προσηγορίαν ἐπιγραφόμενον. Τὴν ψυχήν μου, φησὶν, ἐπέστρεψε, πλανηθεῖσαν ἐκ τῶν οἰκείων ἢ καταπεσοῦσαν· ἢ ἐκπεσοῦσαν τὴν ψυχὴν ἐπιστρέφει ὁ Κύριος, καὶ ἀποκαθίστησι μετὰ τὸ ποιμᾶναι, καὶ εἰς τόπον χλόης κατασκηνεῖται· εἶτα ἐπιστρέψας ὁδηγεῖ ἐπὶ τρίβους δικαιοσύνης καὶ ἀρετῆς.

v. 4. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά.

Λέγοις δ’ ἂν καὶ σκιὰν θανάτου τὸν φυσικόν τε καὶ κοινὸν θάνατον τῷ τῆς ψυχῆς θανάτῳ διαστελλόμενον· καθὸ λέλεκται ἡ ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανεῖν, ὡς ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ Θεοῦ οὐ μὴ ἀποθανεῖται εἰς τὸν αἰῶνα, μεταβεβηκὼς ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωήν· σκιὰν γὰρ οὐχ ὑπομένουσι θανάτου, ἢ κινδύνους, ἣ σώματος λύσιν.

v. 5. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξεναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριον σου μεθύσκον ὡς κράτιστον.

Τί βούλεται τό· ἐξεναντίας τῶν θλιβόντων με; Ἔχει τι μυστήριον ἀπόῤῥητον, ἵνα τις εὔχηται θλίβεσθαι. Ἐπινόει μοι, ὥσπερ ἐπὶ τῶν ἀγώνων τῶν μεγάλων ἄθλους ἐπικειμένους καθ’ ἕκαστον ἀγώνισμα, οὕτως καθ’ ἑκάστην θλῖψιν· ἡνία ἃν θλῖβον παρῇ, καὶ αἱ θλίβουσαι δυνάμεις, αἱ ἀντικείμεναι, νόει μοι ἡτοιμασμένην τράπεζαν πνευματικὴν καὶ νοητὴν, διὰ ταύτην τὴν θλῖψιν. Ὁσάκις γοῦν ἐὰν θλιβῇς, τοσαυτάκις καὶ τράπεζά σοι παρατίθεται πνευματική. Μόνον ἔχε ὀφθαλμοὺς τοὺς βλέποντας τραπέζας μου, ἵν’ εὐχαριστῶν λέγης μετὰ τοῦ ἀποστόλου· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσιν. Ἐν ἀρχαῖς δὲ ἐφάσκομεν τὸν ἐκ προκοπῆς ὄντα κατασκηνοῦν εἰς τόπον χλόης· ἐπὲι οὖν ὁ προκόπτων κἂν ἐπὶ τὸ τέλος φθάσειεν, οὐκέτι μείνας πρόβατον, ἀλλὰ λογικὸς ἀναδειχθεὶς, τράπεζαν ἔχει λογικῶν τροφῶν, ηὐτρεπισμένην ὑπὸ Κυρίου... Ἐπίστησον δὲ, εἰ καὶ ὅσον τις ἐστὶν ἐν τῷ βίῳ τούτῳ, δι’ ἐσόπτρου καὶ δι’ αἰνίγματος βλέπων, πρόβατόν ἐστιν ὑπὸ ποιμένι ἀγόμενον· μεταβὰς δὲ ἐπὶ τὸν μέλλοντα αἰῶνα, πρόσωπον πρὸς πρόσωπον προσβάλλων τῇ ἀληθείᾳ, πνευματικῇ προσβάλλει τραπέζῃ, κατὰ τό· Κἀγὼ θήσομαι ὑμῖν διαθήκην, ἐσθίειν καὶ πίνειν ἐπὶ τῆς τραπέζης τοῦ Πατρὸς ἐν τῇ ἀληθείᾳ. Ὅθεν καὶ τό· ἡτοίμασας, εἴρηται, ἀπεντεῦθεν γὰρ ἡτοίμασεν ὁ Θεὸς ἃ ὁ ὀφθαλμὸς οὐκ εἶδεν κτλ. Καὶ τό· ἐνώπιον δέ μου, δηλοῖ πεφανερῶσθαί μοι καὶ ἐγνῶσθαί μοι τὴν τράπεζαν, ἐξεναντίας τῶν θλιβόντων με, πολλῶν ἐχθρεύειν μοι βουλομένων. Καὶ διὰ τούτων θλιβόντων με ἀνίστασθαί με ἰσχυρῶς πρὸς αὐτοὺς ὁ Κύριος θέλων, ἡτοίμασεν ἐνώπιόν μου τράπεζαν, ἐν ᾗ ἐπίκειται στερεὰ τροφὴ, ἵνα ταύτης ἀθλητικῶς ἐμφορηθεὶς, ἀντιστῆναι γενναίως πρὸς τοὺς θλίβοντας δυνηθῶ. Καὶ γὰρ ὅτε ἀγαθῶν τελείων τυγχάνομεν, ἰσχυροὺς καὶ πλείονας ἔχομεν τοὺς ἀντικειμένους, φησιν ὁ ἀπόστολος· Θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ οἱ ἀντικείμενοι πολλοί. — Οὖ

δὲ ἀπὸ Κυρίου λιπαίνεται ἐν ἐλαίῳ ἡ κεφαλὴ, ἐρεῖ Ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου, ὡς ἀπὸ Θεοῦ χριόμενος ἐλαίῳ ἀγαλλιάσεως Χριστός. Οἶμαι δὲ ὅτι καὶ νηστεύων οὕτως ἀλείφεται τὴν κεφαλὴν, καὶ τὸ πρόσωπον νίπτεται. — Καὶ ἐπεὶ μὴ μόνον τράπεζαν κτλ.

v. 6. Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.

Τίς ἐστιν ὁ καταδιώκων ἔλεος; Χριστὸν Θεοῦ δύναμιν ἔμαθον καὶ Θεοῦ σοφίαν ἀπὸ τοῦ ἀποστόλου, καὶ ὅτι ἐγεννήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Αὐτὸς λέγει· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ζωὴ καὶ ἀλήθεια. Μάθετε ὅτι αὐτός ἐστιν καὶ ὁ ἔλεος ὁ διώκων· ἔμψυχος ἔλεος σε διώκει. Τοὺς ἔλαττον φεύγοντας καταλαμβάνει καὶ κρατεῖ, καὶ εἰς τὴν ἐκκλησίαν αὐτοὺς ἄγει, ἵνα ἐλεήσῃ καὶ οἰκήσωσιν εἰς τὸν οἶκον Κυρίου, εἰς μακρότητα ἡμερῶν, καὶ εἰς τὴν ἐν οὐρανοῖς ἁγίαν ἐκκλησίαν, καὶ μακρήμεροι γένωνται.