Fragmenta in Psalmos 1-150 [Dub.]

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

v. 10. Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτό.

Ἀναγκαῖον τοῖς δύο στίχοις τοῖς προτέροις τόν τρίτον προσέθηκε· τὰ γὰρ τοῦ Θεοῦ κρίματα, τοῖς μὲν ἁμαρτάνουσι καὶ παραβάταις φοβερὰ καὶ ἀποζητητέα καθέστηκεν· τοῖς δὲ ἐργαζομένοις τοῦ Θεοῦ τὸν νόμον καὶ φυλάττουσι παντὸς πλούτου τιμιώτερα, διὰ τὴν ἐλπίδα τῆς ἀμοιβῆς, ἀλλὰ μὴν καὶ πάσης ἡδονῆς γλυκύτερα φαίνεται.

v. 12. Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.

Σαφῶς ἡμῖν καὶ τοῦτο δεδήλωται ἐν τῷ προλαβόντι ψαλμῷ, ἀληθινὰ καὶ δίκαια παρὰ τοῦ ἀληθοῦς Θεοῦ καὶ δικαιοκρίτου δεδικαιωμένα λέγεται· ἐπὶ τὸ αὐτὸ δέ ἐστιν κατὰ τὸν αὐτὸν λόγον· ᾧ γὰρ λόγῳ ἐστιν ἀληθῆ, τούτῳ τυγχάνει καὶ δίκαια. — Εἰ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ὁ μὴ φυλάσσων, οὐ δοῦλός

σου. Φυλάσσει δὲ τὰ ἐπιθυμητὰ τοῦ Θεοῦ, ὁ ἐπιθυμῶν οὐκ ἄλλο τι ἡ αὐτά· διὸ ἔχει ἀνταπόδοσιν τῶν ἐπὶ Θεοῦ μελλομένων πολλήν.

v. 13, 14. Παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου.

Ὁ δὲ Ἀκύλας τὸ ἀλλοτρίων ὑπερηφάνων ἐξέδωκεν. Ἐπὶ γὰρ τοῖς κατορθοῦσι τὸ πάθος, ἐσθ’ ὅτε τοῦτο παρέπεται, χαυνουμένης ἐπὶ τοῦτο τῆς διανοίας· καὶ δι’ ἑτέρου πάλιν ἐκτραχηλίζονται τρόπου, ὁποῖον τὸ ἀποστολικὸν, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου, ἀναγκαίως προειπών· Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἱκετεύει ῥυσθῆναι τῆς ὑπερηφανείας· ἀφ’ ἧς ἁμαρτίας οὔσης μεγάλης καθαρισθεὶς, ἄμωμος ἔσομαι ἐξ ὑπερηφανείας, ἅμα καὶ τῶν κρυφίων καθαρισθείς· νῦν γὰρ οὔπω θαῤῥῶ.