Fragmenta in Psalmos 1-150 [Dub.]

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

v. 12. Καἱ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ.

Ἔθετο τὸ σκότος ἀποκρυφὴν αὐτοῦ, μέσον ἑαυτοῦ τε καὶ ἡμῶν θεὶς, ὥσπερ Μωϋσῆς πάλαι τὸ κάλυμμα μέσον ἑαυτοῦ τε καὶ πωρώσεως Ἰσραὴλ, εἰ μὴ ῥᾳδίως εἴδῃ σκοτεινὴ φύσις, τὸ ἀπόθετον κάλλος μὴ ῥᾳδίως ἐπιτυχοῦσα, ῥᾳδίως καὶ ἀποβάλλει, διὰ τὴν εὐκολίαν τῆς κτίσεως. Διὰ τοῦτο μέσον ἡμῶν τε καὶ Θεοῦ ὁ σωματικὸς οὗτος ἵσταται γνόφος, ὥσπερ ἡ νεφέλη τὸ πάλαι τῶν Αἰγυπτίων καὶ τῶν Ἑβραίων· καὶ τοῦτό ἐστιν ἴσως ὃ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ. Διὸ καὶ Παῦλός φησιν· Ὁ μόνος ἔχων ἀθανασίαν, καὶ φῶς οἰκῶν ἀπρόσιτον.

v. 20. Ῥύσεταί με, ὅτι ἐθέλησέν με.

Οὕτως ὁ ὑπὸ τῆς σῆς προνοίας ῥυσθεὶς, ἐλπίζω πάντων περιγενέσθαι τῶν δυσμενῶν, καὶ μὴ πρότερον ἀποστῆναι, ἕως αὐτοὺς αὖθις ὑπηκόους εἰργάσωμαι· τοῦτο γὰρ καὶ παρεδήλωσεν εἰρηκώς· Πεσοῦνται ὑπὸ τοὺς πόδας μου.

v. 36. Καὶ ἡ παιδεία σου κτλ.

Τό· Καὶ ἡ παιδεία σου αὐτή με διδάξει, Θεοδωτίονός ἐστιν, ἀντὶ τοῦ· Καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, εἰρημένον τοῖς Οʹ.

v. 40. Συνεπόδισας πάντας τοὺς ἐπανισταμένους ἐπ’ ἐμὲ ὑποκάτω μου.

Καὶ μὴν οὐκ ἴσμεν τὸν Δαυὶδ τῶν ἐχθρῶν βασιλεύσαντα· οὐκοῦν διὰ τοῦ ἐξ αὐτοῦ κατὰ σάρκα τεχθέντος ἡ προφητεία πληροῦται.

v. 41. Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον.

Ἀντὶ τοῦ· εἰς φυγὴν ἔτρεψας. Ἴδιον γὰρ φευγόντων τὸ διδόναι τὰ νῶτα.

v. 49. Ὁ ῥύστης μου ἐξ ἐχθρῶν ὀργίλων.

Ἐν οἷς θυμὸς ἐπικρατεῖ, ἐν τούτοις καὶ ὀργιλότης εἰ δὲ ἐχθροὶ ἡμῶν ὀργίλοι εἰσιν, οἱ ἐχθροὶ ἡμῶν ἄρα θυμωδεῖς εἰσιν· θυμὸς γὰρ αὐτῶν, φησὶ, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, καὶ ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτοῦ ἐφ’ ἡμᾶς.