Fragmenta in Psalmos 1-150 [Dub.]

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

v. 3. Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ. Vatic. p. 691, 1.

Ὁ ἀνεπιλήπτως βιῶν, ὀνειδισμὸν οὐ λαμβάνει ἐπὶ τοὺς ἔγγιστας αὐτοῦ.

v. 5. Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν τόκῳ.

Τοῦτο λεκτέον πρὸς τοὺς τοκιστὰς, ὡς κωλυτικὸν τῆς ἐν ἁγίῳ ὄρει κατασκηνώσεως.

Ibid. Ὁ ποιῶν ταῦτα, οὐ σαλευθήσεται εἰς τόν αἰῶνα.

Εὐσεβίου. Ὅ γε μὴν ὁμοῦ πάντα προκατηριθμημένα κατορθώσας, ἀντιτελὴς γενόμενος, καὶ πᾶν τό σῶμα τῆς κατὰ Θεὸν πολιτείας ὁλόκληρον, ὥσπερ καὶ ὑγιὲς καὶ πᾶσιν ἀγαθοῖς λόγων τε καὶ ἔργων ἀπηρτισμένον διατηρήσας, οὐ σαλευθήσεται εἰς τόν αἰῶνα.

v. 4. Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. Vat. 691, 2.

Συνάγων, φησὶ, συναγωγὰς ἐκ τῶν ἐθνῶν, οὐ δι’ αἱμάτων αὐτὰ συνάξω, οὐδὲ παρασκευάσω διὰ τῆς νομικῆς μοι προέρχεσθαι λατρείας, δι’ αἰνέσεως δὲ μᾶλλον καὶ τῆς ἀναιμάκτου θυσίας· πάλαι μὲν, φησὶν, ἐπ’ ἀξίαν τῶν πράξεων ἐπήγοντο προσηγορίας, εἰδωλολάτραι, πολύθεοι ὀνομαζόμενοι· νῦν δὲ οὐκέτι μνησθήσομαι τῶν ὀνομάτων ἐκείνων· εὐσεβεῖς αὐτοὺς καὶ ἁγίους, κλητούς τε καὶ ἐκλεκτοὺς ὀνομάζων.