Fragmenta in Psalmos 1-150 [Dub.]

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

v. 1. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Vatic. p. 690, 1.

Ἐπειδὴ κινδυνεύει τῆς ἀληθείας ἀπεσβεσθῆναι τὸ χάρισμα, οἱ μὲν ὅσιοι ἐκλέλοιπον, αἱ δὲ ἀλήθειαι ὠλιγώθησαν· οὐκ ἐν τοῖς ὁσίοις μόνοις αἱ ἀλήθειαι, καὶ ἐν τοῖς ἀληθέσιν ἡ ὁσιότης. Ὁ ἐπειδὴ οἱ ὅσιοι ἐκλελείπασιν, διὰ τοῦτο ὠλιγώθησαν αἱ ἀλήθειαι· καὶ τάχα ἡ σπάνις τῶν ὁσίων αἰτία γέγονε τῶν πολλῶν αἱρέσεων.

v. 6. Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίᾳ, παῤῥησιάσομαι ἐν αὐτῷ.

Ἐὰν ἐκ τῆς ταλαιπωρίας τῶν πτωχῶν νῦν ἀναστήσομαι, φησὶ, λέγει Κύριος, τίς ἀνιστάμενον οὐ δέδοικεν Κύριον; Καί· Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψώθητι Ἀπευξώμεθα τὴν τοιαύτην ὕψωσιν, καὶ μὴ βουληθῶμεν ἰδεῖν ἐπαιρομένην χεῖρα κατὰ τῶν ἀπειθούντων, ἔτι καὶ μᾶλλον ἐπαφιεμένην τοῖς σκληροτέροις. Καὶ οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων, καὶ οὐκ εἰς τέλος ἐπιληθήσεται ὁ πτωχός. Ἢ καὶ οὕτως· οἱ πτωχοὶ δι’ ἐμὲ καὶ πένητες γεγονότες τῷ σῷ πνεύματι, στένουσιν ἀεὶ ταπεινούμενοι, προσέχοντές μου τῷ λόγῳ, καὶ πίστιν ἀκλινῆ διασώζοντες· ὧν ἕνεκεν ἀναστήσομαι, καὶ κατὰ τὸ πρέπον, τῇ ἐμῇ ἀναστάσει σωτηρίαν θήσομαι πᾶσιν ἀνθρώποις.