Commentarium In Evangelium Matthaei (Lib. 10-11)

Origen

Origenes. Origenes Werke Vol 10.1. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935.

Καὶ τότε οἱ μαθηταὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γενησαρέτ , ἧς τὴν ἑρμηνείαν εἰ ἔγνωμεν, καὶ ἀπ᾿ αὐτῆς ὠνάμεθα ἄν τι πρὸς τὴν τῶν προκειμένων διήγησιν. παρατήρει δέ ἐπεὶ »πιστὸς ὁ θεός«, οὐκ ἐῶν πειρασθῆναι τοὺς ὄχλους ὑπέρ ὃ δύνανται), τίνα τρόπον ὁ υἱὸς τοῦ θεοῦ τοὺς μὲν μαθητὰς ἠνάγκασεν ἐμβῆναι εἰς τὸ πλοῖον , ὡς ἰσχυροτέρους καὶ δυναμένους ἐπὶ τὸ μέσον τῆς θαλάσσης φθάσαι καὶ ὑπομεῖναι τὴν ἀπὸ τῶν κυμάτων βάσανον (ἕως ἄξιοι τῆς θείας γένωνται καὶ ἴδωσι τὸν Ἰησοῦν καὶ ἀκούσωσιν <λαλοῦντος αὐτοῦ καὶ ἀναβάντος αὐτοῦ διαπεράσει καὶ ἐλθεῖν εἰς τὴν γῆν Γενησαρέτ), τοὺς δὲ ὄχλους ἀπολύσας , οὐ λαβόντας πεῖραν ὡς ἀσθενεστέρους πλοίου κοὶ κυμάτων καὶ ἐναντιουμένου ἀνέμου, ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίον προσεύξασθαι. περὶ τίνος δέ προσεύξασθαι, ἢ τάχα περὶ μὲν τῶν ὄχλων, ἵνα ἀπολυθέντες μετὰ τοὺς τῆς εὐλογίας ἄρτους μηδὲν ἐναντίον τῇ ἀπὸ τοῦ Ἰησοῦ ἀπολύσει πράξωσι, περὶ δέ τῶν μαθητῶν, ἔνα ἀναγκασθέντες ὑπ᾿ αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν μηδὲν πάθωσιν ἐν τῇ θαλάσσῃ, μήθ’ ὑπὸ τῶν βασανιζόντων τὸ πλοῖον αὐτῶν κυμάτων μήθ’ ὑπὸ τοῦ ἐναντίου ἀνέμου; καὶ θαρρήσας εἴποιμι ἄν ὅτι ὅτι τὴν τοῦ Ἰησοῦ πρὸς τὸν πατέρα περὶ τῶν μαθητῶν εὐχὴν οὐδὲν πεπόνθασιν οὗτοι, θαλάσσης κοὶ κυμάτων καὶ ἐναντίου ἀνέμου αὐτοῖς ἀντιπρασσόντων.

Ὁ μέν οὖν ἁπλούστερος ἀρκείσθω τῇ ἱστορίᾳ· ἡμεῖς δέ, δέ, ποτε ἀνάγκαις πειρασμῶν περιπίπτομεν, ἀναμιμνησκώμεθα ὅτι ἠνάγκασεν ἡμᾶς ὁ Ἰησοῦς ἐμβῆναι εἰς τὸ πλοῖον, αὐτὸν βουλόμενος ἡμᾶς προάγειν εἰς τὸ πέραν. οὐ γὰρ δυνατὸν μὴ πειρασμοὺς ὑπομείναντος κυμάτων καὶ ἀνέμου ἐναντίου εἰς τὸ πέραν φθάσοι. εἶτ᾿ ἐπειδὰν ἴδωμεν πολλὰ τὰ περιεστηκότα ἡμᾶς πράγματα καὶ χαλεπὰ καὶ κάμνοντες μετρίως [*](6 ff Die von Hieronymus wiederholte Wendung scheint doch zu bedeuten, daB in ᾿ Exemplar der ἑρμηνεία das Wort Γενησαρέτ fehlte (vgl. z. B. Wutz, Onom. sacra 182 ΚΗΠΟΣ ΑΡΧΟΝΤΩΝ), aber wohl nicht, dafi zu ᾿ Zeit ,,das neutestamentliche Onomastikon noch gar nicht vorhanden “ (so Wutz a. Ο. XX, A. 1) — Vgl. Hier. in Matth. 109 A: si scirernus ( !), quid in nostra lingua resonaret Gennesareth etc. — 7 Vgl. I. Kor. 10, 13 — 10 Vgl. Marc. 6, 47 — —22 Vgl. Cc Nr. 49 Or. ? — 25 f Vgl. Jac. 1, 2) [*](8 ὁ Μ H c i. m. ὧν H a 12 λαλοῦτος — Ε; KI 20 f μήθ’ — κυμάτων <H | μήθ’ Kl Koe μηδ’ M(H) 26 ἀνάγκαι H 27 αὐτὸν M c αὐτῶν M a H)

44
αὐτὰ ἐπὶ ποσὸν διανηξώμεθα, λογιζώμεθα ὅτι τὸ πλοῖον ἡμῶν μέσον ἐστὶ τῆς θαλάσσης τότε, βασανιζόμενον ὑπὸ τῶν κυμάτων βουλομένων ἡμᾶς ναυαγῆσαι »περὶ τὴν πίστιν« ἤ τινα τῶν ἀρετῶν. ἀλλ᾿ ἐπὰν τὸ πνεῦμα τοῦ πονηροῦ βλέπωμεν ἀντιπρᾶττον ἡμῶν τοῖς πράγμασιν, ἐννοήσωμεν ὅτι τότε ἡμῖν ἐναντίος ἐστὶν ὁ ἄνεεμος. ἐπὸν οὖν ταῦτα πάσχοντες τρεῖς φυλακὰς τῆς νυκτὸς τοῦ ἐν τοῖς πειρασμοῖς σκότους διανύσωμεν, κατὰ τὸ δυνατὸν ἀγωνιζόμενοι καλῶς καὶ τηροῦντες ἑαυτοὺς πρὸς τὸ μὴ ναυαγῆσαι »περὶ τὴν πίστιν« ἤ τινα τῶν ἀρετῶν, πρώτην φυλακὴν τὸν πατέρα τοῦ σκότους καὶ τῆς κακίας, καὶ δευτέραν τὸν υἱὸν αὐτοῦ τὸν ἀντικείμενον καὶ ἐπαιρόμενον »ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα«, καὶ τρίτην τὸ ἐναντίον τῷ ἁγίῳ πνεύματι πνεῦμα, τότε πιστεύωμεν ὅτι τετάρτης φυλακῆς, ὅτε »ἡ νὺξ προέκοψεν ἡ δὲ ἡμέρα ἤγγικεν«, ἐλεύσεται πρὸς ἡμᾶς ὁ υἱὸς τοῦ θεοῦ, ἶν’ εὐτρεπίσῃ ἡμῖν τὴν θάλασσαν περιπατῶν ἐπ αὐτῆς. καὶ ἐπὰν ἴδωμεν τὸν λόγον ἡμῖν ἐπφανιζόμενον, ταραχθησόμεθα μὲν πρὶν τρανῶς καταλαβεῖν ὅτι ὁ σωτὴρ ἡμῖν ἐπιδεδήμηκεν, οἰόμενοι ἔτι φάντασμα θεωρεῖν, καὶ φοβούμενοι κεκραξόμεθα· ἀλλ᾿ αὐτὸς εὐθέως ἡμῖν λαλήσει λέγων· θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. καὶ θερμότερον κινούμενος ἀπὸ τοῦ θαρσεῖτε εἴ τις ἐν ἡμῖν εὑρεθείη Πέτρος, ὁδεύων μέν »ἐπὶ τὴν τελειότητα« οὐδέπω δέ τοιοῦτος γεγενημένος, καταβὰς ἀπὸ τοῦ πλοίου, ὡς ἔξω τοῦ πειρασμοῦ γινόμενος ἐκείνου ἐν ᾧ ἐβασανίζετο, περιπατήσει μέν κατ’ ἀρχὰς βουλόμενος ἐλθεῖν πρὸς τὸν Ἰησοῦν ἐπὶ τὰ ὕδατα, ὡς ἔτι δέ ὀλιγόπιστος καὶ ὡς ἔτι διστάζων ἄψεται ἰσχυρὸν τὸν ἄνεμον καὶ φοβηθήσεται κοὶ ἄρξεται μὲν καταποντίζεσθαι, οὐ πείσεται δέ τοῦτο διὰ τὸ τὸν Ἰησοῦν μεγάλῃ καλεῖν φωνῇ καὶ λέγειν αὐτῷ· κύριε, σῶσόν με. εἶτ᾿ εὐθέως »ἔτι λαλοῦντος« τοῦ τοιούτου Πέτρου καὶ λέγοντος· κύριε, σῶσόν με, ἐκτενεῖ τὴν χεῖρα ὁ λόγος, ὀρέγων τῷ τοιούτῳ βοήθειαν, κοὶ ἐπιλήψεται αὐτοῦ ἀρξαμένου καταποντίζεσθαι καὶ ὀνειδίσει αὐτῷ ἐπὶ τῇ ὀλιγοπιστίᾳ καὶ τῷ δισταγμῷ. πλὴν τήρει ὅτι οὐκ εἶπεν · ἄπιστε, ἀλλά · ὀλιγόπιστε, καὶ ὅτι λέλεκται · εἰς τί ἐδίστασας, ἔχων μέν τι τῆς πίστεως, κλίνων δὲ καὶ πρὸς τὸ ἐναντίον οὐτῇ;

καὶ ἐπὶ τούτοις γε Λ·οὶ ὁ Ἰησοῦς καὶ ὁ Πέτρος ἀναβήσονται [*](1 Vgl. Orig. Exh. 14 (I, 14, 8) zu διανήχεσθαι — 3. 8 Vgl. I. Tim. 1, 19 — 9 f Vgl. II. Thess, 2, 3 f — 12 öm. 13, 12 — 19 Vgl. Hebr. 6, 1 — 25 Vgl. Jes. 58, 9) [*](4 βλέπωμεν υ βλέπομεν Μ H 4/5 ἐννοήσομεν Koe 5 ἐναντίως H a 11 πιστεύωμεν Kl Koe, vgl. Ζ. 1. 4 πιστεύομεν MH 20 τῶν πειρασμῶν M a | ἐκείνου <Μ 30 ἐδίστασας] + ἦν ἦν γὰρ Koe | κλίνον H 31 ἀναβήσονται Koe, vgl. Matth. 14, 32 ἀναβήσεται Μ H)

45
εἰς τὸ πλοῖον καὶ κοπόσει ὁ ἄνεμος καὶ οἱ ἐν τῷ πλοίῳ ἐννοήσαντες ἀφ᾿ οἵων διεσώθησαν κινδύνων, προσκυνήσουσι λέγοντες, οὐκ ἁπλῶς· θεοῦ υἱὸς εἶ (ὡς καὶ οἱ δύο δαιμονιζόμενοι) ἀλλ᾿· ἀληθῶς θεοῦ υἱὸς εἶ· ὅπερ λέγουσιν οἱ ἐν τῷ πλοίῳ μαθηταί, οὐ γὰρ ἄλλους τῶν μαθητῶν νομίζω τοῦτο εὐρηκέναι.

Ἐπὰν δὲ ἐν τούτοις ὅλοις γενώμεθα διαπεράσαντες, ἐλευσόμεθα εἰς τὴν γὴς, ἔνθα προάγειν ἡμῖν ἐκέλευσεν ὁ Ἰησοῦς. τάχα δὲ καὶ δηλοῦταί τι ἀπόρρητον καὶ κεκρυμμένον μυστήριον περί τινων σεσωσμένων ὑπὸ τοῦ Ἰησοῦ ἀπὸ τοῦ καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου, δῆλον δ᾿ ὅτι τοῦ ἐν τῷ πέραν, ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, περίχωρον τοῦ πέραν (οὐκ ἐν αὐτῷ τῷ πέραν, ἀλλὰ περὶ αὐτό), καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας. ἐν τούτῳ δὲ τήρει ὅτι προσήνεγκαν αὐτῷ οὐ πολλοὺς κακῶς ἔχοντας μόνον, ἀλλὰ πάντας τοὺς ἐν τῇ περιχώρῳ ἐκείνῃ. οἱ δὲ προσενεχθέντες αὐτῷ κακῶς ἔχοντες παρεκάλουν αὐτὸν ἵνα κἂν μόνον ἅψωνται τοῦ κραστέδου τοῦ ἱματίου αὐτοῦ, χάριν ἀπ᾿ αὐτοῦ αἰτοῦντες ταύτην, ἐπεὶ μὴ ἦσαν ὁποία ἡ »αἱμορροοῦσα γυνὴ τὰ δώδεκα ἔτη« καὶ »προσελθοῦσα ὄπισθεν« καὶ ἁψαμένη »τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ«, ὅτι »ἔλεγεν ἐν ἑαυτῇ·εἰ μόνον ἅψομαι τοῦ ἱματίου αὐτοῦ, σωθῄ- σομαι« — τήρει γὰρ 〈τὸ σύμφωνον〉 ἐν τοῖς περὶ τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ—διὸ »παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς«. οἱ δὲ ἀπὸ τῆς περιχώρου τῆς γῆς Γενησαρέτ, εἰς ἣν διαπεράσαντες ἦλθον ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ, οὐκ ἀφ᾿ ἑαυτῶν προσῆλθον τῷ Ἰησοῦ ἀλλὰ προσήχθησαν ὑπὸ τῶν ἀποστειλάντων, ἅτε μὴ δυνάμενοι διὰ τὸ σφόδρα κακῶς ἔχειν προσελθεῖν ἀφ᾿ ἑαυτῶν, καὶ οὐδὲ μόνοι ἥψαντο τοῦ κρασπέδου, ὡς ἡ αἱμορροοῦσα, ἀλλὰ παρακαλεσάντων ἐκείνων. πλὴν καὶ τούτων ὅσοι ἥψαντο διεσώθησαν. εἰ δὲ ἔστι τις διαφορὰ τοῦ διεσώθησαν ἐπὶ τούτων εἰρημένου πρὸς τὸ σωθῆναι ἐκείνην (εἴρηται γὰρ πρὸς τὴν αἱμορροοῦσαν· »ἡ πίστις σου σέσωκέ σε«), καὶ αὐτὸς ἐπιστήσεις.

Τότε προσέρχονται αὐτῷ ἀπὸ Ἱεροσολύμων Ξαρισαῖοι καὶ γραμματεῖς λέγοντες· διὰ τί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπονται τὰς χεῖρας ὅταν ἄρτον ἐσθίωσιν
(15, 1.2 [ — 9]).

[*](3 Vgl. Matth. 8, 28 — 17ff Matth. 9, 20f — 21 Luc. 8, 44 — 29 Matth. 9, 22)[*](8 σεσωσμένων H c.r. ἐσομένων MH a | ὑπὸ]ἀπὸ Μ a 11 τῷ Kl 19 ὄτι Kl ὅτε M H 20 〈τὸ σύμφωνον〉 Elt 22 τῆς Diehl τοῦ Μ H 25 μόνον M 27 ὅ́ση H 28 εἰρημένου Hu εἰρημένη Μ H | 〈ἐκνην〉 Elt 33 ἐσθίωσι Μ)
46

Ὁ παρατηρήσας κατὰ ποῖον καιρὸν προσῆλθον τῷ Ἰησοῦ ἀπὸ Ἱεροσολύμων Φαρισαῖον καὶ γραμματεῖς λέγοντες· διὰ τί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν καὶ τὰ ἑξῆς, εἴσεται ὅτι ἀναγκαίως ὁ Ματθαῖος οὐχ ἁπλῶς ἀνέγραψε προσεληλυθέναι τοὺς ἀπὸ Ἱεροσολύμων Φαρισαίους καὶ γραμματεῖς τῷ σωτῆρι πυνθανομένους αὐτοῦ τὰ ἐκκείμενα, ἀλλὰ πεποίηκε· τότε προσέρχονται αὐτῷ ἀπὸ Ἱεροσολύμων. πότε οὖν τότε, κατανοητέον. ἡνίκα »διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γενησαρὲτ« τῷ πλοίῳ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ, κοπάσαντος τοῦ ἀνέμου ἀφ᾿ οὗ ἐπιβέβηκεν ὁ Ἰησοῦς τῷ πλοίῳ, καὶ ὅτ᾿ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, καὶ παρεκάλουν ἵνα κἄν μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὄσοι ἥψαντο διεσώθησαν«, τηνικάδε προσῇλθον αὐτῷ ἀπὸ Ἱεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς, μὴ κααπλαγέντες τὴν ἐν τῷ Ἰησοῦ δύναμιν ἰασαμένην τοὺς κἄν »μόνον τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ« ἁψαμένους, φιλαιτίως δέ ἐγκαλοῦντες ἐπὶ τοῦ διδασκάλου, οὐ περὶ παραβάσεως ἐντολῆς θεοῦ ἀλλὰ παραδόσεως μιᾶς Ἰουδαϊκῶν πρεσβυτέρων. καὶ εἰκὸς ὅτι αὐτὸ τὸ τῶν φιλαιτίων ἔγκλημα παρίστησι τὴν τῶν μαθητῶν Ἰησοῦ εὐλάβειαν, μηδεμίαν ἀφορμὴν διδόντων ἐπιλήψεως ὡς περὶ παραβάσεως ἐντολῶν θεοῦ τοῖς Φαρισαίοις καὶ γραμματεῦσιν, οἵτινες οὐκ ἄν προσήνεγκαν τὸ περὶ παραβάσεως τοῖς μαθηταῖς Ἰησοῦ ἔγκλημα ὡς παραβαίνουσι τὴν ἐντολὴν τῶν πρεσβυτέρων , εἴπερ εἶχον ἐπιλαμβάνεσθαι τῶν ἐγκαλουμένων καὶ ἀποδεικνύναι αὐτοὺς παραβαίνοντας ἐντολὴν θεοῦ.

Μὴ νομίσῃς δὲ ταῦτα κατασκευαστικὰ εἶναι τοῦ δεῖν τηρεῖσθαι τὸν κατὰ τὸ γράμμα Μωσέως νόμον, ἐπεὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ ἕως τότε αὐτὸν ἐφύλαττον · οὐ γὰρ πρὸ τοῦ παθεῖν »ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου« ὁ ἐν τῷ παθεῖν ὑπέρ ἀνθρώπων γενόμενος ὑπέρ ἡμῶν κατάρα«. ἀλλ’ ὡσπερεὶ καθηκόντως καὶ Παῦλος τοῖς Ἰουδαίοις Ἰουδαῖος« ἐγένετο, »ἵνα Ἰουδαίους κερδήσῃ«, τί ἄτοπον τοὺς ἀποστόλους ἐν Ἰουδαίοις ποιουμένους τὰς διατριβάς, κἂν τὰ πνευματικὰ νοῶσι τοῦ νόμου, χρῆσθαι τῇ συμπεριφορᾷ, ὡς καὶ Παῦλος Τιμόθεον περιτεμὼν καὶ θυσίαν κατά τινα νομικὴν εὐχὴν προσαγαγών, ὡς ἐν ταῖς τῶν ἀποστόλων γέγραπται Πράξεσι [*](8 Matth. 14, 34 — 9 Vgl. Matth. 14, 32 — 10 Matth. 14, 35 f — 15 Vgl. Matth. 14, 36 — 27 Gal. 3, 13 — 29 I. Kor. 9, 20 — 32 Vgl. Act. 16, 3 — Vgl. Act. 18; 21, 23 ff) [*](1 Ὁ < H 6 ἀπέρχονται H 14 τὴν ἐν ] μὲν τὴν M 16 ἐγκαλοῦντες + τοῖς μαθητοῖς〉 Lo (vgl. Hu) 21 τὸ περὶ s. 1. H c.)

47
πλὴν πάνυ φαίνονται φιλεγκλήμονες οἱ Περὶ μὲν ἐντολῆς θεοῦ μηδέν ἔχοντες ἐγκαλεῖν τοῖς Ἰησοῦ μαθηταῖς, μόνον δέ περὶ πρεσβυτέρων παραδόσεως μιᾶς. καὶ μάλιστα ἐμφαίνεται οὕτως τὸ φιλέγκλημον, ὅτι παρ᾿ αὐτοῖς τοῖς ἰαθεῖσιν ἀπὸ τοῦ κακῶς ἔχειν Προσάγουσι τὸ ἔγκλημα, τῷ μέν δοκεῖν κατὰ τῶν μαθητῶν τό δ’ ἀληθὲς τὸν διδάσκαλον διαβάλλειν προαιρούμενοι · ὅτι κοὶ παράδοσις ἦν τῶν πρεσβυτέρων τὸ νίπτεσθαι ὡς ἀναγκαῖον Πρὸς εὐσέβειαν. ᾤοντο γὰρ κοινὰς μέν καὶ ἀκαθάρτους εἶναι χεῖρας τὰς τῶν μὴ νιψαμένων πρὸ τοῦ ἀρτοφαγεῖν, καθαρὰς δέ καὶ ἁγίας γεγονέναι τὰς τῶν ἀποπλυνομένων ὕδατι, οὐ συμβολικῶς, ἀλλ᾿ ἀνάλογον τῷ κατὰ τὸ Μωσέως νόμῳ. ἡμεῖς δέ οὐ κατὰ τὴν τῶν παρ’ ἐκείνοις πρεσβυτέρων παράδοσιν, ἀλλὰ κατὰ τὸ εὔλογον καθαίρειν πειρ(όμεθα ἑαυτῶν τὰς πράξεις καὶ οὕτως τὰς τῶν ψυχῶν νίπτεσθαι χεῖρας, ὅταν μέλλωμεν ἐσθίειν οὕς αἰτοῦμεν ἀπὸ τοῦ φίλου ἡμῖν θέλοντος εἶναι Ἰησοῦ »τρεῖς ἄρτους« · »κοιναῖς« γὰρ καὶ »ἀνίπτοις« κοὶ οὐ καθαραῖς χερσὶν οὐ χρὴ τῶν ἄρτων μεταλαμβάνειν.

Ὁ δέ Ἰησοῦς οὐκ ἐγκαλεῖ περὶ παραδόσεως αὐτοῖς Ἰουδαίων, ἀλλὰ περὶ τῶν ἐντολῶν θεοῦ ἀναγκαιοτάτων δύο, ὧν ἡ μέν ἑτέρα πέμπτη ἦν τῆς δεκαλόγου οὕτο)ς ἔχουσα · » τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵν’ εὖ σοι γένηται, καὶ γένη μακροχρόνιος ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεός σου δίδωσί σοι«, ἡ δέ λοιπὴ ἐν τῷ Λευϊτικῷ τοῦτον ἐγέγραπτο τὸν τρόπον » ἐὰν ἄνθρωπος κακῶς εἴπῃ τὸν πατέρα αὐτοῦ κοὶ τὴν αὐτοῦ, θανάτῳ θανατούσθω · πατέρα αὐτοῦ ἢ μητέρα κακῶς εἶΠεν, ἔνοχος ἔσται«. ἀλλ᾿ ἐπεὶ αὐτὴν θέλομεν ἰδεῖν τὴν λέξιν, ἥν ἐξέθετο ὀ Ματθαῖος, ὅτι ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω, ἐπίστησον μήποτε ἐλήφθη ἀπὸ τοῦ τόπου ἔνθα γέγραπται · »ὅς τύπτει πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, θανάτῳ τελευτάτω« κοὶ ὁ κακολογῶν Μέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, θανάτῳ τελευτάτω«. οὕτως μέν οὖν εἶχον αἱ ἀπὸ τοῦ νόμου λέξεις περὶ τῶν δύο ἐντολῶν. ὁ δὲ Ματθαῖος ἐκ μέρους καὶ ἐπιτετμημένως αὐτὰς ἐξέθετο καὶ οὐκ αὐταῖς λέξεσι.

Τί δὲ ἐγκαλεῖ τοῖς ἀπὸ Ἱεροσολύμων Φαρισαίοις καὶ γραμματεῦσιν ὁ σωτήρ, λέγων αὐτοὺς παραβαίνειν τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν ἑαυτῶν παράδοσιν , κατανοητέον. κοὶ ὁ μὲν θεὸς εἶπε· »τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου«, διδάσκων τὴν δέουσαν τιμὴν ἀπονέμειν γονεῦσι [*](9 Vgl. Rom. 2, 27 ? — 10 ff Vgl. Hier. in Matth. 110 A: »manus«, id est opera, non corporis sed animae lavandae sunt, ut fiat in illis verhum dei — 13 f Vgl. Luc. 11,5 — 14 f Vgl. Marc. 7, 2 — 18 Ex. 20, 12 — 21 Lev. 20, 9 — 25 Ex. 21, 15 f — 32 Ex. 20, 12) [*](1 πάνυ] πόλιν H 5 ὅ〈τι〉 Koe 6 παράδωσις H a, corr. H c 9 Ε; Elt 10 πρεσβυτέρων παρ᾿ ἐκείνοις Μ 33 γονεῦσιν Μ)

48
τὸν ἐξ αὐτῶν γεννώμενον. ταύτης τῆς πρὸς τοὺς γονεῖς τιμῆς μέρος ἦν καὶ τὸ κοινωνεῖν αὐτοῖς τῶν βιωτικῶν χρειῶν εἰς διατροφὰς καὶ σκεπάσματα, καὶ εἴ τι ἄλλο οἶός τε ἦν χαρίζεσθαί τις τοῖς ἑαυτοῦ γονεῦσιν. οἱ δὲ Φαρισαῖοι καὶ οἱ γραμματεῖς τοιαύτην ἐναντιουμένην τῷ νόμῳ παράδοσιν ἐκδεδώκασιν, ἀσαφέστερον ἐν τῷ εὐαγγελίῳ κειμένην, ᾗ οὐδ᾿ αὐτοὶ ἐπιβεβλήκειμεν ἄν, εἰ μὴ τῶν Ἑβραίων τις ἐπιδέδωκεν ἡμῖν τὰ κατὰ τὸν τόπον οὕτως ἔχοντα. ἔσθ᾿ ὅτε, φησίν, οἱ δανεισταὶ δυστραπέλοις περιπίπτοντες χρεώσταις καὶ δυναμένοις μὲν μὴ βουλομένοις δὲ ἀποδιδόναι τὸ χρέος, ἀνετίθεσαν τὸ ὀφειλόμενον εἰς τὸν τῶν πενήτων λόγον, οἶς ἐβάλλετο εἰς τὸ γαζοφυλάκιον ὑπὸ ἑκάστου (ὡς ἐδύνατο) τῶν βουλομένων αὐτοῖς κοινωνεῖν. ἔλεγον οὖν ἔσθ᾿ ὅτε τοῖς ὀφείλουσι κατὰ τὴν οἰκείαν διάλεκτον· κορβᾶν ἐστιν ὃ ὀφείλεις μοι, τουτέστι δῶρον· ἀνέθηκα γὰρ αὐτὸ εἰς λόγον τῆς εἰς θεὸν εὐσεβείας τοῖς πένησιν. εἶτα ὁ χρεώστης, ὡς μηκέτι ἀνθρώποις, ἀλλὰ τῷ θεῷ ὀφείλων καὶ τῇ εἰς αὐτὸν εὐσεβείᾳ, οἱονεὶ συνεκλείετο πρὸς τὸ καὶ μὴ βουλόμενος ἀποδοῦναι τὸ χρέος, οὐκέτι μέν τῷ δανειστῇ, ἤδη δὲ εἰς τὸν λόγον τῶν πενήτων τῷ θεῷ ἐξ ὀνόματος τοῦ δανειστοῦ. ὅπερ οὖν ὁ δανειστὴς ἐποίει τῷ χρεώστῃ, τοῦτό ποτέ τινες τῶν υἱῶν τοῖς γονεῦσιν, καὶ ἔλεγον αὐτοῖς ὅτι, ἄν ἐξ ἐμοῦ ἐμοῦ ὠφεληθῇς, πάτερ ἢ μῆτερ, τοῦτο ἴσθι ἀπὸ τοῦ κορβᾶν λαμβάνειν, ἐκ τοῦ λόγου τῶν θεῷ ἀνακειμένων πενήτων. εἶτα ἀκούοντες οἱ γονεῖς ὅτι κορβᾶν ἐστιν ἀνακείμενον τῷ θεῷ τὸ διδόμενον αὐτοῖς, οὐκέτι ἐβούλοντο λαμβάνειν, εἰ καὶ πάνυ ἔχρῃζον τῶν ἀναγκαίων, ἀπὸ τῶν υἱέων. οἱ οὖν πρεσβύτεροι τοιαύτην παράδοσιν εἰς τοὺς ἀπὸ τοῦ λαοῦ ἔλεγον ὅτι, ὅστις ἄν τῷ πατρὶ ἢ τῇ μητρὶ εἴπῃ τὸ διδόμενόν τινι αὐτῶν κορβᾶν εἶναι καὶ δῶρον, οὗτος οὐκέτι ὀφειλέτης ἐστὶ πρὸς τὸν πατέρα ἢ τὴν μητέρα ἐν δόσει τῶν πρὸς τὰς τοῦ βίου χρείας. [*](3 ff Vgl. C c Nr. 51 Or. ? Hier. in Matth. 111 B: hanc providentissimam dei legem volentes scribae Pharisaeique subvertere . . . docuerunt pessimos filios . . . vel certe ipsi parentes, quae deo consecrata cernebant, ne sacrilegii crimen incurrerent declinantes egestate conficiebantur . . . haec pessima Pharisaeorum traditio de alia occasione veniebat: multi habentes obligatos aere alieno et nolentes sibi creditum reddere, delegabant sacerdotibus, ut exacta pecunia ministeriis templi et eorum usibus deserviret — 5 ff Vgl. Hamack TU. 42, 4, 21f, der den Bericht des Hebräers zu Unrecht beanstandet — 12 Vgl. Marc. 7, 11 — 16 ff Vgl. Theophylakt: ὁ οὗν χρεώστης, ὡς τῷ θεῷ ἐκ τότε ὀφείλων, καὶ ἄκων κατέβαλλε. — 19 ff Vgl. Psal. 9, 33. 35; Jac. 2, 5) [*](1 τὸν M H c. r. τῶν H a 3 τις Kl 5 ἐκδεδόκασιν H 5/6 ἐπιβεβλήκειμεν Kl ἐΠιβεβλήκαμεν Μ H 6 1. ἐπέδωκεν ? Koe 14 τῷ] τὸ Η 15ff δανιστῇ usw. H 24 καὶ] 1. ἢ ? Koe | οὕτως H a 25 τὴν < H)
49
τούτην οὖν ἐλέγχει ὡς οὐχ ὑγιῶς ἔχουσαν παράδοσιν ὁ σωτήρ, ἀλλὰ ἐναντιουμένην τῇ ἐντολῇ τοῦ θεοῦ. εἰ γὰρ ὁ μέν θεὸς λέγει τὸ τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἡ δέ παράδοσις ἔλεγεν· οὐκ ὀφείλει τιμᾶν τὸν πατέρα ἢ τὴν μητέρα τῇ δόσει ὁ ἀναθεὶς τῷ θεῷ ὡς κορβᾶν τὸ δοθησόμενον ἄν τοῖς γεγεννηκόσι, δῆλον ὅτι ἠκυροῦτο ἡ τοῦ θεοῦ Περὶ τιμῆς γονέων ἐντολὴ ὑπὸ τῆς τῶν Φαρισαίων καὶ γραμματέων παραδόσεως, λεγούσης μηκέτι δεῖν τιμᾶν τὸν πατέρα καὶ τὴν μητέρ(ι τὸν ἅπαξ ἀνατεθεικότα τῷ θεῷ ὅ ἔλαβον ἄν οἱ γεγεννηκότες. καὶ ὡς φιλάργυροί γε οἱ Φαρισαῖοι, ἶνα τῇ προφάσει τῶν πενήτων λαμβάνωσι καὶ τὰ δοθησόμενα ἄν τοῖς γονεῦσί τινος, τὰ τοιαῦτα ἐδίδασκον. καὶ μαρτυρεῖ γε αὐτῶν τῇ φιλαργυρίᾳ τὸ εὐαγγέλιον λέγον · »ἤκουον δὲ ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὄντες, κοὶ ἐξεμυκτήριζον αὐτόν«.

Εἴ τις οὖν καὶ τῶν λεγομένων ἐν ἡμῖν πρεσβυτέρων ἢ ὅπως ποτέ ἀρχόντων τοῦ λαοῦ μᾶλλον τῷ ὀνόματι τοῦ κοινοῦ βούλεται διδόναι τοῖς πένησιν ἤπερ τοῖς οἰκείοις τῶν διδόντων, εἰ τύχοιεν τῶν ἀναγκαίων χρῄζοντες καὶ μὴ δύναιντο οἱ διδόντες ἀμφότερα ποιεῖν, ἀδελφὸς ἄν οὗτος ἐνδίκως λέγοιτο τῶν ἀκυρωσάντων τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ἑαυτῶν Φαρισαίων κοὶ ἐλεγχθέντων ὑπὸ τοῦ σωτῆρος ὑποκριτῶν. καὶ σφόδρα γε ἀποτρεπτικά ἐστιν ἐκ τοῦ λόγου τῶν πενήτων λαμβάνειν τινὰ προθύμως καὶ νομίζειν »πορισμὸν εἶναι τὴν ἑτέρων εὐσέβειαν«, οὐ μόνα δὲ ταῦτα, ἀλλὰ καὶ τὰ περὶ τοῦ προδότου Ἰούδα γεγραμμένα, ὅς μὲν δοκεῖν ἐπρέσβευε περὶ τῶν πενήτων καὶ ἀγανακτῶν ἔλεγεν · »ἠδύνατο τὸ μύρον πραθῆναι δηναρίων τριακοσίων καὶ δοθῆναι πτωχοῖς«, τὸ δ’ ἀληθὲς »κλέπτης ἦν κοὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάστα- ζεν«. εἴ τις οὖν καὶ νῦν τὸ τῆς ἐκκλησίας ἔχων γλωσσόκομον λέγει μέν ὡς καὶ ὁ Ἰούδας) ὑπέρ πενήτων, τὰ δέ βαλλόμενα βαστάζει, τὴν μερίδα ἑαυτῷ τιθείη μετὰ τοῦ ταῦτα πράξαντος᾿ Ἰούδα. δι᾿ ἅ ὡς γάγγραινα) νομὴν ἐσχηκότα ἐν τῇ ψυχῇ αὐτοῦ ὁ διόβολος ἔβαλεν αὐτοῦ »εἰς τὴν καρδίαν« τὸν σωτῆρα παραδοῦναι, καὶ παραδεξάμενον »τὸ πεπυρωμένον« περὶ τούτου »βέλος« ὕστερον αὐτὸς εἰσελθὼν εἰς τὴν ψυχὴν αὐτοῦ) ἐπλήρωσεν αὐτόν. [*](8 ff Vgl. Theophylakt : καὶ οὕτως ἐμέριζον οὐτοὶ μετὰ τῶν παιδίων τὰ χρήματα, καὶ οἱ γονεῖς κατελιμάνοντο ἀγηροκόμητοι. — 11 Luc. 16, 14 — 20 I. Tim. 6, 5 — 22 Marc. 14, — 24 Joh. 12, 6 — 25 ff Vgl. Harnack TU. 42, 4, 136 — 28 Vgl. Joh. 13, 2 — 29 Vgl. Eph. 6, 16 — 30 Vgl. Lue. 22. 3; Joh. 13, 27) [*](1 οὐχ ὡς Μ 1 f umzustellen : παράδοσιν ὡς οὐχ ὑγιῶς ἔχουσαν? 1 Koe 8 ἄν <H 11 πάντα] auch V, fehlt jetzt in Μ infolge Beschneidung des Randes 18 σωτῆρος Ε; Koe 21 Ε; Koe 22 Περὶ] Η τὰ ρ 23 τριακοσίων δηναρίων Μ 24 ἔχο)ν + καὶ H 26 ὁ <H 27 ἑαυτοῦ Μ τιθείη ἂν Diehl Koe)

50
καὶ τάχα ἐπὰν λέγη ὁ ἀπόστολος · »ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία«, διὰ τὴν Ἰούδα λέγει φιλαργυρίαν , ἥτις ῥίζα πόντων τῶν κακῶν ἐστι τῶν κατὰ τοῦ Ἰησοῦ.

Ἀλλὰ γὰρ ἐπανέλθωμεν ἐπὶ τὰ προκείμενα, ἐν οἷς ὁ σωτὴρ δύο ἀπὸ τοῦ νόμου ἐπιτεμόμενος ἐντολὰς ἐξέθετο, τὴν μέν ἀπὸ τῆς δεκαλόγου ἀπὸ τῆς Ἐξόδου, τὴν δέ ἀπὸ τοῦ Λευϊτικοῦ ἢ τῶν ἄλλων ἀπό τινος τῶν ἐν τῇ Πεντατεύχῳ. εἶτα ἐπεὶ διηγησάμεθα πῶς ἠκύρωσαν τὸν λόγον τοῦ θεοῦ (φάσκοντα· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου) λέγοντες· οὐ τιμήσει τὸν πατέρα ἢ τὴν μητέρα αὐτοῦ, ὅς ἄν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρὶ αὐτοῦ· δῶρον ὅ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, ζητήσαι τις ἄν, πῶς οὐ παρέλκει τὸ ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω. ἔστω γάρ, οὐ τιμᾷ τὸν πατέρα καὶ τὴν μητέρα τῷ καλουμένῳ κορβᾶν ἀνατιθεὶς τὰ δοθησόμενα ἂν εἰς τιμὴν πατρὸς κοὶ μητρός, πῶς οὖν ἡ τῶν Φαρισαίων παράδοσις ἀκυροῖ κοὶ τὸν λέγοντα· ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω; ἀλλὰ μήΠοτε ὅς ἐὰν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· δῶρον ὅ ἄν ἐξ ἐμοῦ ὠφεληθῇς ὡσπερεὶ λοιδορίαν ἐπιφέρει τῷ πατρὶ ἢ τῇ μητρί οἷον ἱεροσύλους λέγων τοὺς γονεῖς λαμβάνοντας τὰ ἀνακείμενα τῷ κορβᾶν ἀπὸ τοῦ ἀνατεθεικότος αὐτὰ αὐτῷ. Ἰουδαῖοι οὖν υἰοὺς ὡς κακολογοῦντας πατέρα ἢ μητέρα τοὺς λέγοντας τῷ πατρὶ ἢ τῇ μητρί· δῶρον, ὅ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς κολάζουσι κατὰ τὸν νόμον· ὑμεῖς δέ τῇ ὑιᾷ ὑμῶν παραδόσει δύο ἐντολὰς τοῦ θεοῦ ἀκυροῦτε. εἶτα οὐκ αἰδεῖσθε ἐγκαλοῦντες τοῖς ἐμοῖς μαθηταῖς οὐδεμίαν μέν ἐντολὴν παραβαίνουσι πορεύονται γὰρ »ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ καὶ δικαιώμασιν ἀμέμπτως«), παραβαίνουσι δέ πρεσβυτέρων παράδοσιν εὐλαβείᾳ τοῦ μὴ παραβῆναι ἐντολὴν θεοῦ. ὅπερ εἰ καὶ ὑμῖν προέκειτο, τὴν μέν Περὶ τιμῆς πατρὸς κοὶ μητρὸς ἐντολὴν ἐφυλάξατε ἄν καὶ τὴν λέγουσαν ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω , τὴν δὲ ἐναντιουμένην ταῖς ἐντολαῖς ταύταις τῶν πρεσβυτέρων παράδοσιν οὐκ ἄν ἐφυλάξατε.