Commentarium In Evangelium Matthaei (Lib. 10-11)

Origen

Origenes. Origenes Werke Vol 10.1. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935.

Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου κοὶ Σιδῶνος. καὶ ἰδοὺ γυνὴ Χαναναία
(15, 21. 22 [ — 28]).

Πόθεν ἐκεῖθεν ἢ ἀπὸ γῆς Γενησαρέτ, περὶ ἧς προείρητο · »καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γενησαρέτ« ; ἀνεχώρησε δὲ τάχα διὰ τὸ σκανδαλίζεσθαι τοὺς Φαρισαίους ἀκούσαντας ὅτι οὐ τὸ εἰσερχόμενον, ἀλλὰ τὸ ἐκπορευόμενον κοινοῖ τὸν ἄνθρωπον«. ὅτι δέ διὰ τοὺς ὑπονοουμένους ἐπιβουλεύειν , εἴ ποτε, ἀνεχώρησε, δῆλον ἐκ τοῦ »ἀκούσας δέ ὅτι [*](5 f Vgl. Matth. 6, 4 — 6 ff Vgl. Harnack TU. 42, 4, 135 A. 1: ,,berechnende, ürdige Askese und Lehrausübung“ — 10 f Vgl. I. 12, 28 — 12 Vgl. I. Tim. 3, 1 — 14 ff Vgl. I. Tim. 3, 1 f — 27 Matth. 14, 34 — 28 f Vgl. Matth. 15, 12 — 29 Matth. 15, 11 —31 Matth. 4, 12) [*](2 τὸν] τῶν H 2/3 μισθὸν ἀπὸ τῶν ἀνθρώπων Μ 4 συνειδότως H a 7 ἢ] κοὶ Μ 10 ὑπὸ Kl Koe ἀπὸ Μ H 13 κολακίαν ἢ τῶν H 17 δόξωμεν Μ 25 Κοὶ] vorher : Περὶ τῆς Χαναναίας H 27 f περὶ— Γενησαρέτ < 30 ὅτι] ἔτι Μ 31 εἴ ποτε] εἶπε τὸ H)

60
Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν«. τάχα διὰ τοῦτο καὶ ὁ Μᾶρκος ἀναγράφων τὰ κατὰ τὸν τόπον φησὶν ὅτι »ἀναστὰς ἦλθεν εἰς τὰ ὅρια Τύρου. καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν οὐδένα ἠθέλησε γνῶναι«· καὶ εἰκὸς ὅτι τοὺς σκανδαλισθέντας ἐπὶ τῇ διδασκαλίᾳ αὐτοῦ Φαρισαίους περίστατο, περιμένων τὸν ἐπιτηδειότερον εἰς τὸ παθεῖν καὶ καλῶς ὡρισμένον καιρόν. εἴποι δ’ ἄν τις ὅτι Τύρος καὶ Σδὼν ἀντὶ τῶν ἐθνῶν λέλεκται · ἀναχωρήσας οὖν ἀπὸ τοῦ Ἰσραὴν εἰς τὰ μέρη τῶν ἐθνῶν παραγίνεται. Τύρος μὲν οὖν πορ’ Ἐβραίοις ὀνομαζομένη μεταλαμβάνεται Σόρ, ἥτις ἑρμηνεύεται ΣΓΝΟΧΗ · Σιδὼν δὲ οὕτως καὶ παρ’ Ἑβραίοις ὀνομαζομένη μεταλαμβάνεται εἰς τὸ ΘΗΡΩΝΤΕΣ. ἐν δέ τοῖς ἔθνεσι κοὶ οἱ θηρῶντές εἰσιν οἱ πονηραὶ δυνάμεις, καὶ πολλὴ συνοχὴ παρ’ αὐτοῖς ἡ ἐν τῇ κακίᾳ καὶ τοῖς πάθεσιν. ἐξελθὼν οὖν ἀπὸ τῆς Γενησαρὲτ ὁ Ἰησοῦς ἀνεχώρησε μέν ἀπὸ τοῦ Ἰσραήλ, ἦλθε δέ οὐκ εἰς Τύρον καὶ Σιδῶνα ἀλλ᾿ εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος, τῷ ἐκ μέρους νῦν πιστεύειν τοὺς ἀπὸ τῶν ἐθνῶν — ὡς εἰ εἰς πᾶσαν Τύρον κοὶ Σιδῶνα ἐπεδήμησεν, οὐδεὶς ἄπιστος ἐν αὐτῇ κατελείφθη. κατὰ δὲ τὸν Μᾶρκον »ἀναστὰς ὁ Ἰησοῦς ἦλθεν εἰς τὰ Τύρου«, Τύρου«, τῆς συνοχῆς τῶν ἐθνῶν, ἶνα καὶ ἀπὸ τῶν ὁρίων ἐκείνων οἱ πιστεύοντες σωθῆναι δυνηθῶσιν, ἐπὰν ἐξέλθωσιν αὐτά. πρόσχες γὰρ τῷ καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραξε λέγουσα· ἐλέησόν με, 〈κύριε〉 υἱὲ Δαυίδ· ἡ θυγάτηρ μου δεινῶς δαιμονίζεται«. κοὶ οἶμαι ὅτι οὐκ ἄν μὴ ἐξελθοῦσα ἀπὸ τῶν ὁρίων ἐκείνων κράζειν πρὸς Ἰησοῦν ἐδύνατο ἀπὸ μεγάλης ὡς ἐμαρτυρήθη) πίστεως. καὶ »κατὰ τὴν ἀναλογίαν γε τῆς πίστεως« ἐξέρχεταί τις ἀπὸ τῶν ἐν τοῖς ἔθνεσιν ὁρίων, » ὅτε διεμέριζεν ἔθνη ὁ ὑψιστος, ἔστησε κατὰ ἀριθμὸν υἱῶν Ἰσραὴλ« καὶ τὴν ἐπὶ πλεῖον φορὰν αὐτῶν ἐκώλυσεν.

Ἐνταῦθα μέν οὖν ὅρια εἴρηταί τινα Τύρου καὶ Σιδῶνος , ἐν δὲ τῇ Ἐξόδῳ ὅρια τοῦ Φαραώ, ἐν οἶς φασὶ) γίνονται αἱ κατὰ τῶν Αἰγυπτίων [*](2 Marc. 7,24 — 4 f Vgl. Matth. 15, 12 — —61, 16 Vgl. C b Nr. 31 Or. — 8 Vgl. Wutz, Onom. sacra 713 u. ö. — 10 Vgl. Wutz, Onom. sacra 747. 146 f — 13 — 23 Vgl. C v Nr. 17 Or. : ἀλληγορικῶς μὲν ὁ σωτὴρ ἔρχεται οὐκ eIq τὰ ὅρια ἀλλ᾿ εἰς τὰ μέρη Τύρου κοὶ Σιδῶνος«, ἡ δὲ Χαναναία »ἐξελθοῦσα ἀπὸ τῶν ὁρίων ἐκείνων ἔχραξα λέγουσα ἐλέησόν με, κύριε«. μένουσα δὲ ἐν τοῖς ὁρίοις οὐκ ἐδύνατο ἐκπικαλεῖσθαι τὸν κύριον κτλ. — 16 Marc. 7, 24 — 17 Vgl. Ζ. 9 — 21 ff Vgl. Hier. in Matth. 115 C: inde novit vocare filium David, quia egressa iam fuerat de finihus suis etc. — 23 Vgl. Rom. 12, 6 — 24 Deut. 32, 8 — 28 Vgl. Ex. 8, 2) [*](3 (Kaiy Kl 8 — 10 Σόρ — μεταλαμβάνεται < H 20 〈κύριε〉 21 ὅτι ου κἂν H 22 ἠδύνατο M c 25 ἀριθμῶν H a 27 οὖν <Μ)

61
μάστιγες. καὶ νομιστέον γε ἔχαστον ἡμῶν ἁμαρτάνοντα μὲν ἐν τοῖς ὁρίοις εἶναι Τύρου ἤ Σιδῶνος ἤ Φαραὼ κοὶ τῆς Αἰγύπτου ἤ τινος τῶν ἔξω τῆς τοῦ θεοῦ κληροδοσίας, μεταβάλλοντα δὲ ἀπὸ τῆς κακίας εἰς ἀρετὴν ἐξέρχεσθαι μὲν ἀπὸ τῶν κατὰ τὰ φαῦλα ὁρίων. φθάνειν δέ ἐπὶ τὰ ὅρια τῆς μερίδος τοῦ θεοῦ κοὶ ἐν τούτοις οὔσης διαφορὰς, ἥτις φανεῖται τοῖς τὰ τοῦ μερισμοῦ κοὶ τῆς κληροδοσίας τοῦ Ἰσραὴλ δυναμένοις ἀνάλογον τῷ πνευματικῷ συνιστάναι νόμῳ). πρόσχες δὲ καὶ τῇ οἱονεὶ ἀπαντήσει γενομένῃ τοῦ Ἰησοῦ πρὸς τὴν Χαναναίαν γυναῖκα· ὁ μὲν γὰρ ἔρχεται ὡς ἐπὶ τὰ μέρη Τύρου καὶ Σιδῶνος, ἡ δὲ ἐξελθοῦσα τῶν ὁρίων ἐκείνων κέκραγε λέγουσα· ἐλέησόν με, κύριε υἱέ Δαυίδ. Χαναναία δὲ ἦν ἡ γυνή, ὅπερ μεταλαμβάνται εἰς τό ΗΤΟΙΜΑΣΜΕΝΗ ΤΑΠΕΙΝΩΣΕΙ. οἱ μὲν δίκαιοι ἡτοιμασμένοι εἰσὶν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ τῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ ὑψώσει· οἱ δέ ἁμαρτωλοὶ ἡτοιμασμένοι ταπεινώσει τῆς ἐν αὐτοῖς κακίας καὶ τῶν κατ᾿ αὐτὴν πράξεων αὐτοὺς αὐτῇ) καὶ τῆς βασιλευούσης »ἐν τῷ θνητῷ αὐτῶν σώματι ἁμαρτίας. πλὴν ἡ Χαναναία ἐξελθοῦσα ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξῄει ἀπὸ τοῦ ἡτοιμάσθαι τῇ ταπεινώσει, κεκραγυῖα κοὶ λέγουσα· ἐλέησόν με, κύριε υἱέ Δαυίδ«.

Συνάγαγε δέ ἀπὸ τῶν εὐαγγελίων, τίνες μὲν αὐτὸν καλοῦσιν υἱὸν Δαυίδ, ὡς αὕτη καὶ οἱ ἐν Ἰεριχοῖ τυφλοί, τίνες δέ υἱὸν θεοῦ καὶ ἤτοι χωρὶς τῆς ἀληθῶς προσθήκης, ὡς οἱ δαιμονιζόμενοι λέγοντες · »τί ἡμῖν καὶ σοι. υἱὲ τοῦ θεοῦ«, τίνες δέ μετὰ τῆς ἀληθῶς προσθήκης, ὡς οἱ ἐν τῷ πλοίῳ προσκυνοῦντες, » ἀληθῶς θεοῦ υἱὸς εἶ« λέγοντες αὐτῷ. καὶ γὰρ χρήσιμος οἶμοι) ἔσται σοι ἡ τούτων συναγωγὴ πρὸς τὸ ἰδεῖν τὴν διαφορὰν τῶν προσιόντων, τίνες μέν οἱονεὶ τῷ γενομένῳ »ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα« προσίασι, τίνες δέ τῷ ὁρισθέντι υἰῷ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης«, καὶ τούτων τίνες μὲν μετὰ τοῦ ἀληθῶς τίνες δέ χωρὶς τούτου. εἶτα πρόσχες ὅτι ἡ Χαναναία μὲν οὐ περὶ υἱοῦ ὅν οὐδὲ τὴν ἀρχὴν γεγεννηκέναι φαίνεται) ἀλλὰ περὶ θυγατρὸς παρακαλεῖ δεινῶς δαιμονιζομένης, [*](5 Vgl. Deut. 32, 9 — —17 Vgl. C c I, 123, 20 ff An. : τινἐς δὲ καὶ ἀλληγοροῦντές φασιν, ὅτι ὅτε ἐξῆλθεν ἐκ τῆς Ἰουδαίας ὁ Χριστός, τότε αὐτῷ προσελθεῖν ἐτόλμησεν ἡ ἐκκλησία αὐτὴ ἐκ τῶν ὁρίων αὐτῆς ἐξελθοῦσα κτλ. — 11 Vgl. Wutz, Onom. sacra 742. 398 f — 12 Vgl. Matth. 25, 34 — 15 Vgl. Rom. 6, 12 — 20 Vgl. Matth. 20, 30 — 21 Matth. 8, 29 — 23 Matth. 14, 33 — 25 Vgl. Rom. 1, 3 — 26 f Vgl. Rom. 1, 4) [*](3 μεταβαλλόντα H μεταβαλοντα λ Μ 12 μὲν] γὰρ C b Nr. 31 | τῇ λ ἐν Μ H 14/15 ἑτοιμαζόντων Μ H I. ἑτοιμάζοντες ? Kl ἑτοιμαζουσῶν Hu 15 1. αὑτοὺς? Koe 17 ἡτοιμασθῆναι H 20 αὕτη KI αὐτὴ M H 23 υἱὸς θεοῦ Μ 28/29 γεγενηκέναι Μ 29 παρακαλεῖ Kl παρεκάλει Μ H)

62
ἄλλη δὲ μήτηρ υἱὸν ἐκκομιζόμενον νεκρὸν ἀπολαμβάνει ζῶντα. κοὶ πόλιν ὁ μέν ἀρχισυνάγωγος περὶ δωδεκαετοῦς θυγατρὸς ἀξιοῖ ὡς ἀποτεθνηκυίας, ὁ δέ βασιλικὸς περὶ υἱοῦ ὡς ἔτι νοσοῦντος κοὶ ἀποθνῄσκειν μέλλοντος. δαιμονῶσα τοίνυν θυγάτηρ καὶ υἱὸς νεκρὸς δύο ἦσαν μητέρων, κοὶ θυγάτηρ κοὶ υἱὸς Πρὸς θάνατον ἀσθενῶν τῶν δύο πατέρων, ὧν ὁ μὲν ἀρχισυνάγωγος ὁ δέ βασιλικὸς ἦν. ἔχειν δέ ταῦτα πείθομαι λόγους περὶ γενῶν ἐν ψυχῖς διαφόρων, ἅστινας ὁ Ἰησοῦς ζωοποιῶν ἐᾶται. καὶ πάντα δέ, ὅσα θεραπεύει ἐν τῷ λαῷ, μάλιστα ὑπὸ τῶν εὐαγγελιστῶν ἀναγεγραμμένα γέγονε μέν τοτε, ἵνα οἱ μὴ ἄλλως πιστεύοντες, ἐὰν μὴ ἔδωσι »σημεῖα καὶ τέρατα«, πιστεύσωσι· σύμβολα δέ ἦν τὰ τότε τῶν ἀεὶ ὑπὸ τῆς δυνάμεως Ἰησοῦ ἐπιτελουμένων. οὐκ ἔστι γὰρ ὅτε ἕκαστον τῶν γεγραμμένων ὑπὸ τῆς δυνάμεως Ἰησοῦ κατὰ τὴν ἑκάστου ἀξίαν οὐ γίνεται.

Γένους μέν οὖν χάριν ἡ Χαναναία οὐδὲ ἀποκρίσεως ἀξία ἦν τῆς ἀπὸ Ἰησοῦ τυχεῖν, ὁμολογοῦντος οὐκ ἐπ᾿ ἄλλο τι ἀπεστάλθαι παρὰ τοῦ πατρὸς ἢ πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ, γένος ψυχῶν διορατικῶν ἀΠολωλός. προαιρέσεως δὲ ἕνεκα καὶ τοῦ προσκεκυνηκέναι Ἰησοῦ υἱῷ τοῦ θεοῦ ἀποκρίσεως τυγχάνει, ἐλεγχούσης αὐτῆς τὴν δυσγένειαν καὶ τὴν ἀξίαν αὐτῆς παριστάσης, ὅτι ψιχίων ὡς κυνίδιον καὶ οὐκ ἄρτων ἦν ἀξία. ὡς δέ ἐπιτείνασα τὴν προαίρεσιν καὶ παραδεξαμένη τὸν Ἰησοῦ λόγον ἐπιδικάζεται, κἄν ὡς κυνίδιον τυχεῖν ψιχίων, καὶ ὁμολογξεῖ κυρίους τοὺς εὐγενεστέρους, τότε τυγχάνει ἀποκρίσεως δευτέρας μαρτυρούσης αὐτῆς τῇ πίστει ὡς μεγάλῃ καὶ ἐπαγγελλομένης ἔσεσθαι αὐτῇ ὅ βούλεται. ἀνάλογον δ’ οἶμαι τῇ »ἄνω Ἱερουσαλὴμ« ἐλευθέρᾳ, μητρὶ Παύλου καὶ τῶν παραπλησίων αὐτῷ, δεήσει νοῆσαι τὴν Χαναναίαν, μητέρα τῆς δεινῶς δαιμονιζομένης, σύμβολον τυγχάνουσαν μητρὸς τοιᾶσδε ψυχῆς. καὶ ἐπίστησον εἰ μὴ εὔλογόν ἐστιν εἶναι καὶ πολλοὺς πατέρος κοὶ πολλὰς μητέρας, ἀναλογον τοῖς πατράσιν Ἀβραάμ, Πρὸς οὕς ἀπῄει ὁ πατριάρχης, καὶ τῇ Ἱερουσαλὴμ μητρὶ ὡς Παῦλός φησι περὶ ἑαυτοῦ) καὶ τῶν ὁμοίων [*](1f Vgl. Luc. 7, 11 ff — Vgl. Luc. 8, 41 f Par. — 3 f VgL Joh. 4, 46 f — 9 Vgl. Joh. 4, 48 — 15 f Vgl. Orig. de princ. IV, 3, 8 (V, 334, 16 ff): sed intellegimus genus esse animarum, quae Israhel nominantur . . . Israhel namque mens videns deum . . . interpraetatur. Vgl. Wutz, Onom. sacra 709 u. ö. — 16 Vgl. S. 63,7.17 — 23 ff Vgl. Hier. in Matth. 115 C: ego filiatn ecclesiae puto animas esse credentium, quae male daemonio vexahantur, ignorantes creatorem etc — 23 Vgl. Gal. 4, 26 — 26 VgL Orig. Exhort. 14 (I, 14, 26) — 27 VgL Gen. 15, 15 — 28 VgL GaL 4, 26) [*](9 οἱ s. L Hc 10 δὲ Koe (vgl. Ζ. 9 μὲν) γὰρ M H | πότε υ 12 Ἰησοῦ] + Ε; Koe 15 Ἰσραήλ] + 〈τουιέστι Πρὸς〉 Koe, vgL S. 63, 7 18 παράστάσης H)

63
αὐτῷ. εἰκὸς δέ ἐξεληλυθυῖαν ταύτην, ἧς σύμβολον ἡ Χαναναία, ἀπὸ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ὧν τύποι ἦσ(ιν οἱ ἐΠὶ γῆς τόποι προσεληλυθυῖαν τῷ σωτῆρι ἠξιωκέναι αὐτὸν καὶ ἔτι νῦν ἀξιοῦν λέγουσαν · ἐλέησόν με, κύριε υἱὲ Δαυίδ· ἡ θυγάτηρ μου δεινῶς δαιμονίζεται. εἶτα ὁ καὶ τοῖς ἔξωθεν κοὶ τοῖς μαθηταῖς, ὅτε δεῖ, ἀποκρινόμενος εἶπε τὸ οὐκ ἀπεστάλην , διδάσκων ὅτι εἰσί τινες προηγούμεναι ψυχαὶ νοεραὶ καὶ διορατικαὶ ἀπολωλυῖαι, τροπικῶς λεγόμεναι πρόβατα οἴκου Ἰσραήλ, ἅπερ οἶμαι) οἱ ἁπλούστεροι, ἐπὶ τοῦ »κατὰ σάρκα« Ἰσραὴλ νομίζοντες λελέχθαι, ἀναγκαίως προσήσονται ὅτι ὁ σωτὴρ ἡμῶν ἀπεστάλη ὑπὸ τοῦ πατρὸς οὐχὶ πρὸς ἄλλους ἢ τοὺς Ἰουδαίους ἐκείνους ἀπολωλότας. ἡμεῖς δὲ οἱ εὐχόμενοι ἐξ ἀληθείας λέγειν · »εἰ καὶ Χριστόν ποτε κατὰ σάρκα ἐγνώκαμεν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν«, ἴσμεν τοῦ λόγου προηγούμενον εἶναι ἔργον σώζειν τοὺς συνετωτέρους · οἰκειότεροι γὰρ οὗτοι παρὰ τοὺς ἀμβλυτέρους αὐτῷ τυγχάνουσιν. ἀλλ᾿ ἐπεὶ τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ παρὰ τὸ »κατ᾿ ἐκλογὴν χάριτος λεῖμμα« ἠπείθησαν τῷ λόγῳ, διὰ τοῦτο »ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου τὸν μὴ Ἰσρὴλ μηδέ διορατικόν), ἵνα καταισχύνῃ τοὺς σοφοὺς« (τοῦ Ἰσράαήλ) καὶ ἐκάλεσε »τὰ μὴ ὄντα« συνετὸν ἔθνος), παραδοὺς αὐτοῖς ὁ ἠδύναντο χωρῆσαι, »τὴν μωρίαν τοῦ κηρύγματος«, καὶ εὐδοκήσας »σῶσαι« τοὺς εἰς τοῦτο »πιστεύοντας«, ἵνα διελέγξῃ τὰ ὄντα« ἐκ τοῦ στόματος νηπίων καὶ θηλαζόντων« καταρτισάμενος αὐτῷ αὐτῷ ἐπεὶ γέγονεν ἐχθρὰ τῇ ἀληθείᾳ.

Ἐλθοῦσα δὲ ἡ Χαναναία προσεκύνει ὡς θεῷ τῷ Ἰησοῦ λέγουσα· κύριε, βοήθησόν μοι. ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἔξεστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. ζητήσαι δ’ ἄν τις τὸ βούλημα καὶ ταύτης τῆς λέξεως, ἐπεὶ μέτρου μὲν παρόντος ἄρτων, ὡς μὴ δύνασθαι καὶ τὰ κέκνα ἐσθίειν ἄρτους κοὶ κυνίδια τῆς οἰκίας, ἢ κάλλους ἄρτων εὖ εἰργασμένων, ὡς οὐχ οἶόν κατὰ τὸ εὔλογον κυνιδίοις δίδοσθαι τροφὴν τὸν καλῶς εἰργασμένον τῶν τέκνων ἄρτον, οὐδὲν δὴ τοιοῦτον φαίνεται ἐπὶ τῆς Ἰησοῦ δυνάμεως, ἀφ᾿ [*](7. 17 Vgl. zu S. 62, 15 f — 8 Vgl. I. Kor. 10, 18 — 11 Vgl. I. Tim. 2, 7; Eph. 4, 25? — II. Kor. 5, 16 — 15 Vgl. Rom. 11, 5 — 16 I. Kor. 1, 27 — 18. 20 Vgl. I. Kor. 1, 28 — 18 Vgl. Rom. 10, 19 (Deut. 32, 21) — 19 f Vgl. I. Kor. 1, 21 — 20 f Psal. 8, 3) [*](1 ἐξεληλυθεῖαν H a 5 ὁ καὶ Μ ~ H | ὅτε δεῖ] ὅτ᾿ ἔδει ? Kl ὅ ἔδει Koe 12 γινώσκομεν Kl γινώσκοντες MH 28 κάλλους Μ H a καὶ ἄλλους H c. r. | Ε; Koe, vgl. Ζ. 27 29 f τὸν κ. εἰργασμένον τ. τ. ἄρτον Μ H c τῶν κ. εἰργασμένων τ. τ. ἄρτων H a 30 δὴ Kl δὲ M H)

64
ἧς δυνατὸν ἦν καὶ τὰ τέκνα μεταλαμβάνειν καὶ τὰ λεγόμενα κυνίδια. ὅρa οὖν μήπως πρὸς τὸ οὐκ ἔξεστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων λεκτέον ὅτι ὁ κενώσας ἑαυτὸν τῷ »μορφὴν δούλου« ἀνειληφέναι μέτρον δυνάμεως, καθ᾿ ὅ ἐχώρει τὰ ἐν κόσμῳ πράγματα, ἐκόμισεν· ἀφ᾿ ἧς δυνάμεως κοὶ ᾐσθάνετό τινα ἐξέρχεσθαι ποσότητα ἀπ᾿ αὐτοῦ, ὡς δῆλον ἐκ τοῦ »ἥψατό μού τις · ἐγὼ γὰρ ἔγνο)ν δύναμιν ἐξεληλυθυῖαν ἀπ᾿ ἐμοῦ«. ἀπὸ τούτου οὖν τοῦ μέτρου τῆς δυνάμεως ἐταμιεύετο, τοῖς μὲν προηγουμένοις καὶ καλουμένοις υἱοῖς πλείονα ἐπιδιδούς, τοῖς δὲ μὴ τοιούτοις ἐλάττονα, ὡς τοῖς κυνιδίοις. ἀλλ᾿ εἰ καὶ ταῦτα οὕτως ἐγίνετο, οὐδὲν ἧττον, ὅπου μεγάλη πίστις, ἔδωκε τὸν ἄρτον τῶν τέκνων ὡς τέκνῳ τῇ διὰ τὴν ἐν Χαναναίᾳ δυσγένειαν κυνιδίῳ τυγχανούσῃ. τάχα δὲ καὶ τῶν λόγων Ἰησοῦ εἰσί τινες ἄρτοι, οὕς τοῖς λογικωτέροις ὡς τέκνοις ἔξεστι διδόναι μόνοις, καὶ ἄλλοι λόγοι οἱονεὶ ψιχία ἀπὸ τῆς μεγάλης ἑστίας καὶ τραπέζης τῶν εὐγενεστέρων κοὶ κυρίων, οἷς χρήσαιντ’ ἄν τινες ψυχαί ὡς κύνες. καὶ κατὰ τὸν Μωσέως δὲ νόμον περί τινων γέγραπται »τῷ κυνὶ« ἀπορρίψαι αὐτό καὶ ἐμέλησε τῷ ὁγίῳ πνεύματι ἐντείλασθαι περί τινων βρωμάτων, ἔνα κυσὶ παραλειφθῇ.

Ἀλλοι μέν οὖν ὑπολαμβανέτωσαν , ξένοι τοῦ ἐκκλησιαστικοῦ λόγου, μεταβαίνειν τὰς ψυχὰς ἀπὸ σωμάτων ἀνθρωπίνων ἐπὶ σώματα κύνεια κατὰ τὴν διάφορον κακίον. ἡμεῖς δέ μηδαμῶς τοῦτο εὑρίσκοντες ἐν τῇ θείᾳ γραφῇ, φαμέν ὅτι κατάστασις λογικωτέρα μεταβάλλει εἰς ἀλογωτέραν, ἐκ πολλῆς ῥᾳθυμίας καὶ ἀμελείας τὸ τοιοῦτον πάσχουσα · ὁμοίως δὲ καὶ ἀλογωτέρα προαίρεσις παρὰ τὸ τοῦ λόγου ἠμεληκέναι ἐπιστρέφει ποτὲ εἰς τὸ λογικὴ τέρα ὡς τό ποτε κυνίδιον τὸ ἀγαπῶν ἐσθίειν ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτοῦ, ἥκειν εἰς κατάστασιν τέκνου. μέγα γὰρ συμβάλλεται ἀρετὴ μὲν πρὸς τὸ ποιῆσαι τέκνον θεοῦ, κακία δέ καὶ τὸ λυσσῶδες ἐν λόγοις ὑβριστικοῖς καὶ τὸ ἀναιδὲς πρὸς τὸ ποιῆσαί τινα χρηματίσαι κατὰ τὸν τῆς γραφῆς λόγον) κύνα. τὸ δ’ ὅμοιον νοήσεις καὶ ἐπὶ τῶν λοιπῶν ὀνομάτων τῶν κατὰ τὰ ἄλογα ζῶα. πλὴν ὁ ἐλεγχθεὶς ὡς κύων καὶ μὴ ἀγανακτήσας ἐπὶ τῷ ἀνάξιος εἶναι λέγεσθαι ἄρτου τέκνων κοὶ μετὰ πόσης ἀνεξικακίας εἰπὼν τὸν τῆς Χαναναίας ἐκείνης λόγον τὸν φήσαντα· ναί , κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει [*](3 Vgl. Phil. 2, 7 — 6 Luc. 8, 46 — 15 ff Vgl. Ex. 22, 31 — — 65, 5 frei iibersetzt in Pamphikis Apol. c. Χ (Migne PG 17, 610) — 21 ff Vgl. Orig. c. Cels. I, 20 (I, 71, 21 ff) III, 75(1,267, 12); de princ. I, 8, 4 (V, 104, 7 ff) u. 6.) [*](2 τῶν ἄρτων H a | τέκνον H 7 τὸ μέτρον Μ 8 f πλείονα ἐπιδιδοὺς κοὶ καλουμένοις υἱοῖς Μ H ~ Koe 17 παραλειφθῇ Kl παραληφθη MH καταλειφθῇ Koe 19 ἀνθρωπίνων KI nach humanis Pamph ἀνθρώπων Μ H 23 μὴ ἠμεληκέναι Hu 32 φίσαντα Ηa)

65
ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν τεύξεται τῆς προσηνεστάτης ἀποκρίσεως Ἰησοῦ λέγοντος αὐτῷ· μεγάλη σου ἡ πίστις, ἐπὰν τηλικαύτην ἀναλάλβῃ πίστιν, καὶ λέγοντος· γενέσθω σοι ὡς θέλεις, ἵνα καὶ αὐτὸς ἰαθῇ καί, εἴ τινα καρπὸν ἐγέννησε δεόμενον ἰάσεως, κοὶ οὗτος θεραπευθῇ.

Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς δῆλον δέ ἐκ τῶν προειρημένων, ὅτι ἀπὸ τῶν μερῶν Τύρου »Τύρου Σιδῶνος«) ἦλθε παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας ἥτις ἥτις ἡ συνήθως ὀνομαζομενη Γενησαρῖτις λίμνη), Λ·αὶ πάλιν ἀνέβη εἰς τὸ ὄρος (ἔνθα ἀναβὰς
(15, 29 [ —31]).

Ἔστιν οὖν εἰπεῖν ὅτι εἰς τὸ ὄρος τοῦτο, ὅΠου καθέζεται ὁ Ἰησοῦς. οὐχ ὑγιαίνοντες ἀναβαίνουσι μόνον, ἀλλὰ μετὰ τῶν ὑγιαινόντων καὶ οἱ διάφορα πάθη πεπονθότες. καὶ τάχα τοῦτο τὸ ὄρος, ἔνθα ἀναβὰς καθέζεται ὁ Ἰησοῦς, ἡ κοινοτέρως ἐστὶν ὀνομαζομένη ἐκκλησία, ἀνεστηκυῖα διὰ τὸν λόγον τοῦ θεοῦ παρὰ τὴν λοιπὴν γῆν καὶ τοὺς ἐπ᾿ αὐτῆς· ὅπου προσέρχονται οὐχ οἱ μαθηταὶ καταλιπόντες τοὺς ὄχλους ὡς ἐπὶ τῶν μακαρισμῶν) ἀλλὰ πολλοὶ ὄχλοι, οἵτινες αὐτοὶ μέν οὐ κατηγοροῦνται ὡς κωφοὶ ἤ τι πεπονθότες, ἔχουσι δὲ μεθ’ ἐαυτῶν τοὺς τοιούτους. καὶ γὰρ ἔστιν ἰδεῖν μετὰ τῶν προσερχομένων ὄχλων εἰς τοῦτο τὸ ὄρος, ἔνθα ὁ υἱὸς καθέζεται τοῦ θεοῦ, τινὰς μὲν κεκωφωμένους πρὸς τὰ ἐπαγγελλόμενα, ἄλλους δέ τυφλοὺς τὴν ψυχὴν κοὶ μὴ βλέποντος »τὸ ἀληθινὸν φῶς«, καὶ ἄλλους χωλοὺς καὶ μὴ δυναμένους κατὰ λόγον πορεύεσθαι, καὶ ἄλλους κυλλοὺς καὶ μὴ δυναμένους κατὰ λόγον ἐργάζεσθαι. οὗτοι τοίνυν οἱ ταῦτα κατὰ ψυχὴν πεπονθότες, οἱ μετὰ τῶν ὄχλων εἰς τὸ ὄρος ἀναβάντες, ἔνθα ἦν ὁ Ἰησοῦς, ὅσον μέν ἔξω τῶν ποδῶν εἰσι τοῦ Ἰησοῦ, οὐ θεραπεύονται ὑπ᾿ αὐτοῦ· ἐπὰν δέ, ὡς τοιαῦτα πεπονθότες, ῥιφῶσιν ὑπὸ τῶν ὄχλων παρὰ τοὺς Πόδας οὐτοῦ καὶ τὰ τελευταῖα τοῦ σώματος τοῦ Χριστοῦ, οὐδὲ τούτων ἄξιοι τὸ ὅσον ἐφ’ ἑαυτοῖς) τυγχάνοντες, τότε ὑπ αὐτοῦ θεραπεύονται.

Καὶ ἐπὰν ἴδης ἐν τῷ τῆς κοινότερον ἐκκλησίας λεγομένης ἀθροίσματι ἐρριμμένους μετὰ τοὺς τελευταίους αὐτῆς, οἱονεὶ καὶ παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ σώματος, τῆς ἐκκλησίας, τοὺς κατηχουμένους προσελθόντας μετὰ τῆς ἰδίας κωφότητος κοὶ τυφλότητος χωλότητός τε λαὶ κυλλότητος, καὶ τῷ χρόνῳ θεραπευομένους κατὰ τὸν λόγον, οὐκ ἄν ἁμάρτοις τοὺς [*](7 Vgl. Matth. 15, 21 — 8 Vgl. Luc. 5, 1 — 16 Vgl. Matth. 5, 1 — 21 Vgl. Joh. 19) [*](6 Κοὶ] vorher : Περὶ τῶν θεραπευθέντων ὄχλων H 8/9 Γενησαρῖτις Kl γενησαρέτις Μ γενησαρέτ τις H 12 οὐχ Ε; Diehl 16 οὐχ < Μ | ὡς < 17 κατηγορῦνται Kl κατηγοροῦντο MH 18 κοφοὶ H 20 ἀπαγγελλόμενα Μ 30 κοινώτερον H 33 κουφότητος H a)

66
τοιούτους λέγων ἀναβάντας μετὰ τῶν ὄχλων τῆς ἐκκλησίας εἰς τὸ ὄρος, ὅπου ὀ Ἰησοῦς, ἐρρίφθαι παρὰ τοὺς πόδας αὐτοῦ καὶ τεθεραπεῦ σθαι αὐτούς, ὥστε τὸν ὄχλον τῆς ἐκκλησίας θαυμάζειν βλέποντας ἀπὸ τηλικούτων κακῶν μεταβολὰς ἐπὶ τὸ βέλτιον γενομένας, ὥστ’ ἄν εἰπεῖν · οἱ πρότερον κωφοὶ ὕστερον λαλοῦσι τὸν λόγον τοῦ θεοῦ καὶ οἱ »χωλοὶ περιπατοῦσι«, πληρουμένης καὶ τῆς τοῦ Ἡσαΐου οὐ μόνον ἐν σωματικοῖς ἀλλὰ κοὶ ἐν πνευματικοῖς προφητείας, λέγοντος · »τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων«. κἀκεῖ δέ, εἰ μὴ ἀποκληρωτικῶς εἴρηται τὸ »ὡς ἔλαφος ἁλεῖται ὁ χωλός«, φήσομεν μὴ μάτην ἐλάφῳ καθαρῷ ζώῳ καὶ πολεμίῳ τῶν ὄφεων καὶ μηδέν βλάπτεσθαι ὑπὸ ἰοῦ αὐτῶν δυναμένῳ παραβεβλῆσθαι τοὺς πρότερον χωλοὺς καὶ διὰ τὸν Ἰησοῦν ἁλλομένους ὡς ἔλλαφον. πληροῦται δὲ καὶ κατὰ τὸ βλέπεσθαι κωφοὺς λαλοῦντας ἡ λέγουσα προφητεία· »καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων« ἢ μᾶλλον ἡ φάσκουσα · »οἱ κωφοὶ ἀκούσατε«. κοὶ οἱ τυφλοὶ δὲ βλέπουσι κατὰ τὴν λέγουσαν προφητείαν ἑξῆς τῷ »οἱ κωφοὶ ἀκούσατε« καὶ οἱ τυφλοὶ ἀναβλέψατε ἰδεῖν«. οἱ τυφλοὶ δὲ βλἐπουσιν, ὅτε βλέποντες τὸν κόσμον »ἐκ μεγέθους τοῦ κάλλους τῶν κτισμάτων ἀναλόγως« αὐτοις τὸν γενεσιουργὸν θεωροῦσι, καὶ ὅτε »τὰ ἀόρατα αὐτοῦ τοῦ θεοῦ) ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα« καθορῶσι, τουτέστιν ἐπιμελῶς καὶ σαφῶς ὁρῶσι καὶ νοοῦσι.

Ταῦτα δέ βλέποντες οἱ ὅχλοι ἐδόξαζον τὸν θεὸν Ἰσραήλ, καὶ δοξάζουσι πειθόμενοι ὅτι ὁ αὐτὸς θεὸς πατήρ ἐστι τοῦ θεραπεύσαντος τοὺς προειρημένους καὶ θεὸς τοῦ Ἰσραήλ· οὐ γὰρ »Ἰουδαίων μόνον ὁ θεός« ἐστιν, ἀλλὰ »καὶ ἐθνῶν«. ἀναβιβάζωμεν οὖν μεθ’ ἑαυτῶν ἐπὶ τὸ ὄρος, ἔνθα καθέζεται ὁ Ἰησοῦς, τὴν ἐκκλησίαν αὐτοῦ, τοὺς βουλομένους ἀναβαίνειν ἐπ᾿ αὐτὸ μεθ’ ἡμῶν κωφούς, τυφλούς, χωλούς , κυλλούς , καὶ ἑτέρους πολλούς, καὶ ῥίπτωμεν αὐτοὺς παρὰ τοὺς πόδας [*](5 ff Vgl. Orig. c. Cels. II, 48 (I, 170, 15 ff): ἀεὶ γὰρ ἀνοίγονται ὀφθαλμοὶ τυφλῶν τὴν ψυχήν, . . . πολλοὶ δὲ καὶ χωλοὶ τὰς βάσεις τοῦ . . . ἔσω ἀνθρώπου . . . οὐχ ἁπλῶς ἅλλοται, ἀλλ᾿ »ὡς ἔλαφος«, πολέμιον τῶν ὄφεων ζῶον καὶ κρεῖττον παντὸς ἰοῦ τῶν ἐχιδνὼν. — 6 Vgl. Matth. 11, 5 — 7. 9. (12) Jes. 35, 6 — 9 Vgl. Orig. hom. XVIII, 9 in Jer. (III, 163, 2): πολέμιος τῷ τῶν ὄφεων γένει u. 6., vgl. Harnack TU. 42, 4, 100, Lauchert, Gesch. d. Physiologus 71 — 14. 15 Jes. 42, 18 — 17 Sap. Sal. 13, 5 — 18 Rom. 1, 20 — 21 —24 Vgl. Nr. 197 Or. (?) (Ende): θεὸν δὲ οὐχ ἕτερον ἀλλὰ τὸν τοῦ Ἰσραὴλ δοξάζουσιν· οὐδὲ γὰρ ἔστιν ἕτερος κατὰ τὴν Μαρκίωνος ἄνοιαν, ἀλλ᾿ αὐτὸς μόνος (?) — 23 Vgl. Rom. 3, 29) [*](2 Ε;θαι ρ 7 ἁλεῖτε H a 8 — 9 κοὶ — χωλός < H 8 nach λ, vgl. Ζ. 13 f μογγιλάλου Μ 12 1. ἁλουμένους? 1 Kl)

67
τοῦ Ἰησοῦ, ἵνα θεραπεύσῃ αὐτούς, ὥστε θαυμάσαι ἐπὶ τῇ τούτων θεραπείᾳ τοὺς ὄχλους. οἱ γὰρ μαθηταὶ οὐκ ἀναγεγραμμένοι εἰσὶ τὰ τοιαῦτα θαυμάζειν, καίτοιγε παρόντες τῷ Ἰησοῦ καὶ τότε, ὡς δῆλον ἐκ τοῦ »ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπε· σπλαγχνίζομαι επὶ τὸν ὄχλον« καὶ τὰ ἑξῆς. τάχα δὲ εἰ ἐπιμελῶς προσέχοις τῷ προσῆλθον αὐτῷ ὄχλοι πολλοί, εὔροις ἂν ὄτι οἱ μαθηταὶ τότε οὐ προςῆλθον αὐτῷ, ἀλλὰ πάλαι ἀρξάμενοι ἀκολουθεῖν καὶ εἰς τὸ ὄρος ἠκολούθησαν αὐτῷ. προσῆλθον δὲ αὐτῷ οἱ τῶν μαθητῶν ἐλάττους καὶ τότε πρῶτον αὐτῷ προσιόντες, οἵτινεςοὐ τὰ ὅμοια τοῖς μετ᾿ αὐτῶν ἀναβεβηκόσι πεπόνθασι. παρατήρει δὲ ἐν τῷ εὐαγγελίῳ, τίνες μὲν ἀναγεγραμμένοι εἰσὶν ἠκολουθηκέναι τῷ Ἰησοῦ, τίνες δὲ προσεληλυθέναι, τίνες δὲ προσῆχθαι, καὶ τίνες διῃρῆσθαι εἰς προάγοντας καὶ εἰς ἀκολουθοῦντας, καὶ τῶν προσεληλυθότων τίνες αὐτῷ ἐν τῇ οἰκίᾳ προσῆλθον, καὶ τίνες ἀλλαχοῦ τυγχάνοντι. πολλὰ γὰρ ἂν εὕροις ἐκ τῆς παρατηρήσσεως »πνευματικοῖς πνευματικὰ« συγκρίνων ἄξια τῆς ἐν τοῖς εὐαγγελίοις ἀκριβοῦς σοφίας.

Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν
(15, 32 [-39]).

Ἀνωτέρω μὲν ἐπὶ τῆς ὁμοίας ταύτῃ περὶ τῶν ἄρτων ἱστορίας πρὸ τῶν ἄρτων »ἐξελθὼν (ὁ Ἰησοῦς) εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτὸν καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτὼν. καὶ ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες· ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα παρῆλθεν ἤδη· ἀπόλυσον αὐτοὺς« καὶ τὰ ἑξῆς· νῦν δὲ μετὰ τὴν θεραπείαν τῶν κωφῶν καὶ τῶν λοιπῶν σπλαγχνίζεται ἐπὶ τὸν ὄχλον τρεῖς ἤδη ἡμέρας προσμένοντα αὐτῷ καὶ μὴ ἔχοντα φαγεῖν. καὶ ἐκεὶ μὲν οἱ μαθηταὶ περὶ τῶν πεντακισχιλιων ἀξιοῦσιν, ἐνθάδε δὲ ἀφ᾿ ἑαυτοῦ περὶ τῶν τετρακισχιλιων λέγει. κἀκεῖνοι μὲν ὀψίας τρέφονται ἠμέραν αὐτῷ συνδιατοίψαντες. οὗτοι δὲ μαρτυρηθέντες ὅτι αὐτῷ τρεῖς ἡμέρας προσέμειναν μεταλαμβάνουσι τῶν ἄρτων, ἵνα μὴ ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. κἀκεὶ μὲν »πέντε δρτους καὶ δύο ἰχθύας« φοσὶν οἱ μοθηταὶ ἔχειν μόνους οὐ πυ- [*](4 Matth. 15, 32 — 14 Vgl. I. Kor. 2, 13 — 19—68, 24 C marc Nr. 5 Or. — 19ff Vgl. Hier. in Matth. 118 D: supra legimus »vespere facto . . . desertus est locus« et reliqua. hic discipulis convocatis ipse dominus loquitur: »misereor turbae, quia triduo iam perseverant mecum« etc. Vgl. auch Hilarius zur Stelle — 20 Matth. 14, 14 f — 30 Matth. 14, 17) [*](4ιݲςݲ Μ, vgl Ζ. 17 χς H 9 〈οἴτινες〉 Diehl | μετ᾿ οὐτὸν Μ 17 Ὁ] vorher: Περὶ τῶν ἐπτὰ ἄρτων H 19 τούτης H 20 τῶν] + ἄλλων C marc Nr. 5 21 οὐτὸν] οὐτῶ Ma 25 κἀκεῖ C marc Nr. 5 27 κἀκεῖ C marc Nr. 5)

68
θομένῳ, ἐνθάδε δὲ πυθομένῳ ἀποκρίνονται περὶ ἑπτὰ ἄρτων καὶ ἀλίγων ἰχθυδίων. κἀκεῖ μὲν κελεύει »τοὺς ὄχλους ἀνακλιθῆναι« οὐκ ἀναπεσεῖν » ἐπὶ τοῦ χόρτου« καὶ γὰρ ὁ Λουκᾶς »κατακλίνατε αὐτοὺς« ἀνέγραψε · καὶ ὁ Μᾶρκος »ἐπέταξε« φησὶν »αὐτοῖς πάντας ἀνακλῖναι«) , ἐνθάδε δὲ οὐ κελεύει ἀλλὰ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν. πόλιν ἐκεῖ μὲν ταῖς αὐταῖς λέξεσιν οἱ τρεῖς εὐαγγελισταί φασιν ὅτι »λαβὼν τοὺς ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν ηὐλόγησεν«, ἐνθάδε δὲ ὡς ὁ Ματθαῖς καὶ Μᾶρκος ἀνέγραψαν) εὐχαριστήσας ὁ Ἰησοῦς ἔκλασε. κἀκεῖ μέν ἐπὶ τοῦ χόρτου« ἀνακλίνονται, ἐνθάδε δὲ ἐπὶ τὴν γῆν ἀναπίπτουσι. ζητήσεις δέ ἐν τοῖς κατὰ τοὺς τόπους τὸ τοῦ Ἰωάννου παρηλλαγμένον , ὅς ἐπ᾿ ἐκείνης μέν τῆς πράξεως ἀνέγραψεν ὅτι εἶπεν ὁ Ἰησοῦς· »ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν« καὶ ὅτι »εὐχαριστήσας ἔδωκε τοῖς ἀνακειμένοις« ἀπὸ τῶν ἄρτων, ταύτης δέ οὐδέ τὴν ἀρχὴν ἐμνημόνευσε.

Προσέχων οὖν τῇ διαφορᾷ τῶν κατὰ τοὺς τόπους ἐπὶ τοῖς ἄρτοις γεγραμμένων, τούτους νομίζω τάγματος εἶναι διαφέροντος παρ’ ἐκείνους· διόπερ οὗτοι μὲν ἐν ὄρει τρέφονται ἐκεῖνοι δέ ἐν ἐρήμῳ τόπῳ, καὶ οὗτοι μὲν τρεῖς παραμείναντες τῷ Ἰησοῦ ἡμέρας ἐκεῖνοι δὲ μίαν, ἧς ἐν τῇ ἑσπέρᾳ ἐτράφησαν. ἔτι δὲ εἰ μὴ ταὐτόν ἐστι τὸ ἀφ᾿ ἑαυτοῦ ποιῆσαι τὸν Ἰησοῦν τῷ ἀπὸ τῶν μαθητῶν ἀκούσαντα πρᾶξαι, ὅρα εἰ μὴ διαφέρουσιν οἱ εὐεργετηθέντες ὑπὸ τοῦ Ἰησοῦ αὐτόθεν ἐΠὶ τῶ εὐεργετῆσαι θρέψαντος αὐτοὺς***. εἰ δὲ κατὰ τὸν Ἰωάννην κρίθινοι ἦσαν οἱ ἄρτοι, ἀφ᾿ ὧν »ἐπερίσσευσαν« οἱ δώδεκα κόφινοι, οὐδὲν δέ τοιοῦτον Περὶ τούτων λέγεται, πῶς οὐ βελτίους οὗτοι παρὰ τοὺς προτέρους; κἀκείνων μέν »τοὺς ἀρρώστους ἐθεράπευσεν«, ἐνταῦθα δέ τοὺς μετὰ τῶν ὄχλων οὐκ ἀρρώστους θεραπεύει, ἀλλὰ τυφλοὺς καὶ χωλοὺς καὶ κωφοὺς καὶ κυλλούς · διὸ καὶ ἐπὶ τούτοις μὲν θαυμάζουσιν οἱ τετρακισχίλιοι, ἐπὶ δέ τοῖς ἀρρώστοις ουδεν τοιοῦτον λέλεκται. κρείττους δέ εἰσιν ( οἶμαι) οἱ φαγόντες ἀπὸ τῶν ἑπτὰ εὐχαριστηθέντων ἄρτων τῶν φαγόντων ἀπὸ τῶν πέντε εὐλογηθέντων, καὶ οἱ φαγόντες ἀπὸ τῶν ὀλίγων ἰχθυδίων παρὰ τοὺς φαγόντος ἀπὸ τῶν δύο · τάχα δὲ κοὶ οἱ ἀναπεσόντες ἐπὶ τὴν γῆν <παρὰ τοὺς ἀνακλιθέντας »ἐπὶ ἐΠὶ τοῦ [*](2 f Vgl. Matth. 14, 19 — 3 Luc. 9, 14 — 4 Marc. 6, 39 — 6 Matth. 14, 19 Parr. — 9 Vgl. Matth. 14, 19 — 12 Joh. 6, 10 — Joh. 6, 11 — 22 f Vgl. Joh. 6, 9. 13 — 24 Vgl. Matth. 14, 14 — 26 ff Vgl. Matth. 15, 30 f — 28 — 69, 5 Vgl. C c I, 126, 24 An. : ὅμως ἐπὶ τὸ κρεῖττον κατὰ μικρὸν προέκοπτον) [*](2 οὐκ Kl mit C marc Nr. 5 ἤ M H 5 παργγέλλει υ παραγγέλει Μ H | ἀναπεσεῖν Kl mit C marc Nr. 5 ἀνακλιθῆνλαι M H 6 ταῖς Diehl 10 κατοὺς H (sic) 16/17 ἐκείνους υ ἐκείνοις Μ ἐκείνου H 22 *** Koe 29 τῶν2 < H 31 〈πορὰ τοὺς ἀνακλιθέντας ἐΠὶ τοῦ χόρτου〉 Hautsch TU, 34, 2 a, 45)

69
του«>. κοὶ ἐκεῖνοι μέν ἀπὸ ὀλιγωτέρων ἄρτων »δώδεκα κοφίνους« οὗτοι δὲ ἀπὸ πλειόνων ἑπτὰ σπυρίδας , τῷ χωρητικώτεροι εἶναι μειζόνων. καὶ τάχα οὗτοι μέν ἐπιβαίνουσι πάντων τῶν γηΐνων καὶ ἀναπίπτουσιν ἐπ᾿ αὐτῶν, οἱ δ’ ἐπὶ τοῦ χόρτου« ἐπὶ μόνης τῆς σαρκὸς αὐτῶν · »πᾶσα« γὰρ »σὰρξ χόρτος«. πρόσχες καὶ μετὰ τοῦτα ὅτι τούτους ἀπολῦσαι ὁ Ἰησοῦς νήστεις οὐ θέλει, ἶνα μὴ ἐκλυθῶσιν ὡς κενοὶ τῶν ἄρτων Ἰησοῦ, καὶ ἔτι ἐν τῇ ὁδῷ τυγχάνοντες τῇ ἐπὶ τὰ οἰκεῖα βλαβῶσι. σημείωσαι δὲ εἴ που ἀναγέγραπται ὁ Ἰησοῦς ἀπολελυκέναι, ἶν’ ἴδῃς διαφορὰν τῶν μετὰ τὸ τραφῆναι ὑπ᾿ αὐτοῦ ἀπολυθέντων καὶ τῶν ἄλλως ἀπολυθέντων· παράδειγμα δέ ἄλλως ἀπολυθέντος τὸ »γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου«. πρὸς δὲ τούτοις οἱ μὲν ἀεὶ συνόντες τῷ Ἰησοῦ μαθηταὶ οὐκ ἀπολύονται ἀπ᾿ αὐτοῦ, οἱ δέ ὄχλοι φαγόντες ἀπολύονται. καθὰ πόλιν οἱ μαθηταὶ μηδέν μέγα φρονοῦντες περὶ τῆς Χαναναίας φασίν · »ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν«, ὀ δὲ σωτὴρ οὐδαμῶς αὐτὴν ἀπολύων φαίνεται· εἰπῶν γὰρ αὐτῇ· »ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις« ἰάσατο μέν τὴν θυγατέρα αὐτῆς »ἀπὸ τῆς ὥρας ἐκείνης«, οὐ μέντοι γέγραπται ὅτι ἀπέλυσεν αὐτήν. τοσαῦτα καὶ εἰς τὸ ἐκκείμενον ῥητὸν ἐπὶ τοῦ παρόντος ἐξετάσαι καὶ ἰδεῖν δεδυνήμεθα.