Commentarium In Evangelium Matthaei (Lib. 10-11)

Origen

Origenes. Origenes Werke Vol 10.1. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935.

Γενόμενος δέ κατὰ τὸν τόπον ζητήσεις, πότερον ἡ βασιλεία τῶν οὐρανῶν μόνῳ τῷ θησαυρῷ ὡμοίωται τῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὡς ἄλλον νοεῖν τῆς βασιλείας τὸν ἀγρόν, ἢ ὄλῳ τούτῳ ὡμοίωται ὡμοίωται > καὶ τῷ> κεκρυμμένῳ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὡς τὴν τῶν βασιλείαν εἶναι κατὰ τὴν ὁμοίωσιν καὶ τὸν ἀγρὸν καὶ τὸν κεκρυμμένον ἐν τῷ ἀγρῷ θησαυρόν. ἐλθὼν δέ τις ἄνθρωπος εἰς τὸν ἀγρόν, εἴτε τὰς γραφὰς εἴτε τὸν Χριστὸν τὸν ἐκ φανερῶν καὶ κρυπτῶν συνεστηκότα, εὑρίσκει τὸν κεκρυμμένον τῆς σοφίας θησαυρόν, εἴτε ἐν Χριστῷ εἴτε ἐν ταῖς γραφαῖς ἐμπεριερχόμενος γὰρ τὸν ἀγρὸν καὶ ἐρευνῶν τὰς γραφὰς καὶ ζητῶν νοῆσαι τὸν χριστὸν εὑρίσκει τὸν ἐν αὐτῷ θησαυρόν), καὶ εὑρὼν κρύπτει, οὐκ ἀκίνδυνονεἶναι νομίζων τὰ τῶν γραφῶν ἀπόρρητα νοήματα ἢ τοὺς ἐν Χριστῷ θησαυροὺς » σοφίας καὶ γνώσεως« ἐκφαίνειν τοῖς τυχοῦσι, καὶ κρύψας ἄπεισι πραγματευόμενος, πῶς ἀγοράσει τὸν ἀγρὸν ἤτοι ἤτοι τας γραφάς, ἴνα ἴδιον κτῆμα αὐτὰς ποιήσῃ, λαβ(ὸν ἀπὸ τῶν τοῦ θεοῦ »τὰ λόγια τοῦ θεοῦ« ἄ πρῶτον Ἰουδαῖοι »ἐπιστεύθησαν«. κοὶ ἀγοράσαντος τοῦ μαθητευθέτος Χριστῷ τὸν ἀγρὸν ἀπαίρεται απ' ἐκείνων ἡ βασιλεία τοῦ θεοῦ« ἥτις ἐστὶ κατ' ἄλλην παραβολὴν ἀμπελὼν) καὶ δίδοται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς«, τῷ διὰ τῆς πίστεως ἀγοράσαντι τὸν ἀγρὸν ἐκ τοῦ πεπρακέναι πάντα τὰ ὑπάρχοντα καὶ μηδέν τῶν πρότερον ὑπαρχόντων (κακία δὲ αὐτῷ) ἔτι ἔχειν παρ' ἑαυτῷ. τὸ δέ ἐφαρμόσεις, ἐφαρμόσεις, κἄν ἀγρὸς ὁ ἔχων τὸν κεκρυμμένον θησαυρὸν ὁ Χριστὸς ᾖ· οἱ γὰρ »ἀφέντες πάντα« καὶ ἀκολουθοῦντες αὐτῷ οἱονεὶ κατ’ ἄλλον λόγον πεπράκασι τὰ ὑπάρχοντα αὐτῶν, ἴνα διὰ τοῦ πεπρακέναι καὶ ἀπο ἀποδεδόσθαι δόσθαι ἐκεῖνα ἀντ' ἐκείνων καλὴν βοηθουμένους αὐτοὺς εἰληφέναι απὸ θεοῦ ὠνήσωνται τῆς πολλῆς τιμῆς καὶ ἀξίας τοῦ ἔχοντα τὸν ἔχοντα θησαυρὸν κεκρυμμένον ἐν ἑαυτῷ ἀγρόν.

Πόλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν άνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας
(13, 45 [46]).

Ἐπειδὴ ἡ βασιλεία τῶν οὑρανῶν ὁμοία ἐστί, πολλῶν ὄντων ἐμπόρων πολλὰ ἐμπορευομένων, οὐδενὶ μὲν ἐκείνων, τῷ δὲ ζητοῦντι τοὺς [*](14 Vgl. KoL 2, 3 — 16 Vgl. Rom. 3, 2 — 18 Matth. 21, 43 — 23 Vgl. Luc. 5, 11 — 26f Vgl. Orig. c. Cels. VII, 33 (II, 184, lOf)) [*](5 — 6 ἄλλον — ὡς < H 5 1. ἄλλο? Kl 5f <τῷ 7 εἶναι Kl ἔχειν MH 9 τὸν2] τῶν H 13 ἀκίνδυνον Kl mit Cluc Nr. 16 ἀκίνδυνα MH 14 ἐκφαίνειν] μὴ ἐμφαίνων ΙΙ 16 f πρῶτοι οἱ II 18 ἀπαίρεται Diehl ἀφαιρεῖται MH 22 αὐτῷ] ταῦτα Cluc Nr. 16 25 Εδόσθαι Koe 26 τῆς] 1. ἕνεκεν τῆς Koe ? vgl. e. Cels. VIII, 53 (II, 269 31 μὲν < Η)

7
καλοὺς μαργαρίτας καί εὑρόντι ἕνα ἀντάξιον τῶν πολλῶν πολύτιμον μαργαρίτην, ὃν ἀντί πάντων ἠγόρασεν, εὔλογον ἡγοῦμαι τυγχάνειν τὰ περὶ τῆς φύσεως τοῦ μαργαρίτου ἐξετάσαι. παρατήρει δὲ ἐπιμελῶς, ὅτι οὐκ εἶπεν, ὅτι πέπρακε πάντας οὓς εἶχεν· οὐ γὰρ μόνους οὓς ὁ ζητῶν καλοὺς μαργαρίτας ἐώνηται πέπρακεν, ἀλλὰ καὶ πάντα ὅσα εἶχεν, ἵνα ἀγοράσῃ τὸν καλὸν μαργαρίτην ἐκεῖνον. εὕρομεν οὖν παρὰ τοῖς περὶ λίθων πραγματευσαμένοις περὶ τῆς φύσεως τοῦ μαργαρίτου ταῦτα, ὅτι τῶν μαργαριτῶν οἱ μέν εἰσι χερσαῖοι οἱ δὲ θαλάττιοι. καὶ οἱ μὲν χερσαῖοι παρ᾿ Ἰνδοῖς μόνοις γίνονται πρέποντες σφραγῖσι καὶ σφενδόναις καὶ ὅρμοις. οἱ δὲ θαλάττιοι οἱ μὲν διαφέροντες παρὰ τοῖς αὐτοῖς Ἰνδοῖς εὑρίσκονται, οἵτινές εἰσι καὶ ἄριστοι ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ γινόμενοι. δευτερεύουσι δὲ ὡς ἐν μαργαρίταις οἱ ἐκ τοῦ κατὰ Βρεττανίαν Ὠκεανοῦ λαμβανόμενοι. τρίτοι δὲ καὶ ἀπολειπόμενοι, οὐ μόνον τῶν πρώτων ἀλλὰ καὶ τῶν δευτέρων, οἱ κατὰ τὸν Βόσπορον περὶ τὴν Σκυθόαν εὑρισκόμενοι. ἔτι δὲ ταῦτα ἐλέγετο περὶ τοῦ Ἰνδικοῦ μαργαρίτου, ὅτιἐν κόγχοις γίνεται προσεοικόσι τὴν φύσιν εὐμεγέθεσι στρόμβοις. οὗτοι δὲ ἱστοροῦνται οἱονεὶ κατὰ ἴλας τὴν θαλάττιον ποιούμενοι νομὴν καθάπερ ἀγελάρχου τινὸς ἐξηγουμένου, περιόπτου τὴν χρόαν καὶ τὸ μέγεθος καὶ διαφέροντος τῶν ὑπ᾿ αὐτόν, ὥστε ἀναλογίαν αὐτὸν ἔχειν τῷ καλουμένῳ ἐσσῆνι μελισσῶν. ἱστόρηται δὲ καὶ περὶ τῆς θήρας [*](6—10, 22 Vgl. Cluc Nr. 17 Or. — 8ff Vgl. Aelian περὶ ζώων XV, 8 (I, 372, 29ff He) — 9ff Vgl. Aelian a. Ο. (I, 372, 21 ff): ἄριστος δὲ ἄρα ὁ Ἰνδικὸς γίνεται καὶ ὁ τῆς θαλάττης τῆς Ἐρυθρᾶς. Plinius nat. hist. IX, 35 § 106 Μα praecipue autem laudantur circa Arabiam in Persico sinu maris rubri. IX, § 113: et in candore ipso magna differentia: clarior in rubro mari repertis, in Indico specularium lapidum squama adsimulant etc.— 11ff Vgl. Aelian a. O. (I, 372, 23ff): γίνεται δὲ καὶ κατὰ τὸν Ἑσπέριον ὠκεανόν, ἔνθα ἡ Βρεττανικὴ νῆσός ἐστι κτλ. — 12ff Vgl. Aelian a. O. (I, 372, 26ff): γίνεσθαι δέ φησιν Ἰόβας καὶ ἐν τῷ κατὰ Βόσπορον πορθμῷ, καὶ τοῦ Βρεττανικοῦ ἡττᾶσθαι αὐτόν, τῷ δὲ Ἰνδῷ καὶ Ἐρυθραίῳ μηδὲ τὴν ἀρχὴν ἀντικρίνεσθαι — 14ff Vgl. Aelian a. O. (I, 372, 7ff): γίνεσθαι δὲ τὸν προειρημένον λίθον ἐκ κόγχης στρόμβῳ ἐμφεροῦς μεγάλῳ, νήχεσθαί τε κατὰ ἀγέλας τοὺς μαργάρους, καὶ ἕχειν ἡγεμόνας, ὡς ἐν τοῖς σμήνεσιν αἰ μέλιτται τοὺς καλουμένους βασιλέας. ἀκούω δὲ εἶναι καὶ τοῦτον διαπρεπῆ καὶ τὴν χρόαν καὶ τὸ μέγεθος. Ähnlich auch Arrianus Ἰνδική VIII, 11ff Ro (nach Megasthenes) — 19ff Vgl. Aelian a. O. (I, 372, 5ff): ὅθεν ὁρμωμένους σὺν τοῖς δικτύοις φασὶ τοὺς προειρημένους περιλαμβάνειν ἀγκῶσι μεγάλοις αἰγιαλοῦ κύκλον εὐμεγέθη . . . ἀγώνισμα δὲ ἄρα ποιοῦνται συλλαβεῖν αὐτὸν οἱ κολυμβηταὶ οἱ ὕφυδροι· τούτου γὰρ ᾐρημένου καὶ τὴν ἀγέλην αἱροῦσι πᾶσαν . . . ἀτρεμεῖ γὰρ καὶ οὐκέτι πρόεισιν. Auich Arrianus a. Ο.) [*](3 δὲ] τέ Μ 6 καλὸν <H 11 εἰσὶ καὶ] εἰσὶν Μ | ὡς] πως? Hu 14 τὸν < Η)
8
τῶν διαφερόντων, τουτέστι τῶν ἐν Ἰνδίᾳ, τοιοῦτον· ὅτι περιλαμβάνοντες οἱ ἐπιχώριοι δικτύοις κύκλον αἰγιαλοῦ μέγαν κατακολυμβῶσιν, ἔνα ἐξ ἁπάντων τὸν προηγούμενον ἐπιτηδεύοντες λαβεῖν, τούτου γὰρ ἁλόντος φασὶν ἄμοχθον γενέσθαι τὴν θήραν τῆς ὑπὸ τούτῳ ἀγέλης, οὐδενὸς ἔτι ἀτρεμοῦντος τῶν ἀπ' αὐτῆς, ἀλλὰ οἷον δεδεμένου ἱμάντι καὶ ἑπομένου τῷ ἀγελάρχῃ.

Λέγεται δέ καὶ ἡ γένεσις τῶν ἐν Ἰνδιᾳ μαργαριτῶν χρόνοις συνίστασθαι, λαμβάνοντος λαμβάνοντος τοῦ ζώου πλείονας κοὶ μεταβολάς, ἔως τελειωθῇ, ἔτι δὲ καὶ τοῦτο ἱστόρηται, ὅτι διοίγεται, ὁ κόγχος χάσμῃ παραπλησίως ὁ τοῦ φέροντος τὸν μαργαρίτην ζώου καὶ διοιχθεὶς τὴν ἐπουράνιον εἰς ἑαυτὸν δέχεται δρόσον, ἧς ἐμπλησθεὶς καθαρᾶς καὶ ἀθολωτου περιαυγὴς γίνεται κοὶ λοχεύει μέγαν καὶ εὔρυθμον τὸν λίθον. εἰ δέ ποτε ἐκηχλυμένης καὶ ἀνμωάλου χειμερίου τε μεταλάβοι δρόσου, ὁμιχώδη κύει μαργαρίτην καὶ κηλῖσιν ἐπίμωμον. ἔτι δὲ καὶ τοῦτο εὕρομεν, ὅτι εἰ μεσολαβηθείη ὁδεύων ἐπὶ τὴν πλήρωσιν οὗ κύει λίθου ὑπὸ ἀστραπῆς, μύει καὶ ὡσπερεὶ *** τῷ δείματι σκορπίζει καὶ διαχεῖ τὸν γόνον εἰς τὰ λεγόμενα φυσήματα. ἔστι δέ ὅτε καθάπερ ἠλιτόμηνα γεννᾶνται βραχέα καὶ ἀχλύος τι ἔχοντα, πλὴν εὔρυθμα. ἔτι δέ καὶ τοῦτο ἔχει ὁ Ἰνδικὸς μαργαρίτης παρὰ τοὺς ἄλλους· λευκός ἐστι τὴν χρόαν ἀργύρῳ διαφανεῖ προσφερὴς αὐγήν τε ὑποχλωρίζουσαν ἠρέμα διαλάμπει, ὡς ἐπίπαν δὲ σχῆμα ἔχει στρογγύλον. ἔστι δὲ καὶ τρυφερόχρως καὶ ἁπαλώτερος ἢ κατὰ λίθον. οὕτως δέ ἐστιν ἐπιτερπὴς ἰδέσθαι, ὡς κοὶ παρὰ τοῖς ἐμφανεστέροις (καθὰ ὁ ἀναγράψας ἔλεγε τῶν λίθων) ἀφυμνεῖσαθαι. ἔτι δὲ κοὶ τοῦτο σημεῖον ἀρίστου ἐστὶ μαργαρίτου τὸ τὴν περιφέρειαν τετορνευμένην ἔχειν, καὶ τὸ χρῶμα λευκότατον καὶ [*](8ff Vgl. Plinius a.. O. IX, 35 § 107f: has ubi genitalis anni stimularit hora, pandentes se quadam oscitatione impleri roscido conceptu tradunt, grauidas postea eniti, partumque concharum esse margaritas, pro qualitate roris accepti: si purus influxerit, candorem conspici; si vero turbidus, et fetum sordescere ... si fulguret, conprimi conchas ac pro ieiunii modo minui; si vero etiam tonuerit, pavidas ac repente conpressas quae vocant physemata efficere ... hos esse concharum abortus. — 19 ff Vgl. Theophrast. de lapid. 6: τῶν σπουδαζομένων δὲ λίθων ἐστὶ κοὶ ὁ μαργραρίτης καλούμενος διαφανὴς μὲν Tfj φύσει κτλ. — 22 ff Vgl. Aelian a. O. Χ, 13 (I, 248, 4ff): δοκοῦσι δὲ ἄρα . . . οἱ ayav λευκοὶ κοὶ οἱ μεγάλοι κάλλιστοι . . . φύσει δὲ ἔχει τῆς περιφερείας τὸ λεῖον καὶ ευπεριγραφον) [*](1 ἐν δία H | τοιύτων Ha 4 τοῦτον Μ 8 χάσμοι Ηa 9 οὐράνιον H 10 ἀθολότου H 11 ἐπιχλυμένης H 12 μεταλάβοι Kl, vgl. Ζ. 13 μεταλάβη Μ H 14 *** Diehl, der erganzt τῇ πείνῃ ἐλαττοῦται, δὲ βροντήσαι, 19 διαλάμπει Hu διαλάμπειν MH 22 ἐστιν ἐστιν Η)

9
διαυγέστατον, καὶ τῷ μεγέθει μέγιστον. ταῦτα μὲν οὖν Περὶ τοῦ Ἰνδικοῦ. ὁ δέ κατὰ τὴν Βρεττανίαν (φασὶ) χρυσωπὸς μὲν ἐστι τὴν ἐπίχροιαν, δέ τις κοὶ ταῖς μαρμαρυγαῖς ἀμβλύτερος. ὁ δὲ ἐν τῷ πορθμῷ τῷ κατὰ Βόσπορον κνεφωδέτερος τοῦ Βρεττανικοῦ καὶ πελιδνὸς καὶ τέλεον ἀμυδρός, ἁπαλός τε καὶ μακρομεγέθης. καὶ γεννᾶται δέ ὁ ἐν τῷ κατὰ Βόσπορον πορθμῷ οὐκ ἐν τοῖς πίναις, ὅ ἐστιν ὀστράκων εἶδος μαργαριτοφόρον, ἀλλ' ἐν τοῖς προσαγορευομένοις μυσί. τούτοις δέ, λέγω δὴ τοῖς κατὰ Βόσπορον, ἡ νομὴ ἐν τέλμασίν ἐστιν. ἱστόρηται δέ καὶ τέταρτον γένος εἶναι μαργα- ριτῶν περὶ τὴν Ἀκρνανίαν ἐν ταῖς τῶν οστρέων πίνοις· οὐ σπουδαῖοι δέ οὗτοι ἄγαν, ἀλλὰ καὶ ἄρρυθμοι καὶ τὸ σχῆμα καὶ τὸ χρῶμα τέλεον διατεθολωμένοι καὶ ῥυπῶντες. καὶ ἄλλοι δὲ παρὰ τούτους εἰσὶ περὶ τὴν αὐτὴν Ἀκαρνανίαν πόντων ἕνεκεν απόβλητοι.

Ταῦτα δὲ συναγαγὼν ἐκ τῆς περὶ λίθων πραγματείας, φημὶ τὸν σωτῆρα ἐπιστάμενον διαφορὰν μαργαριτῶν, ὧν ἐν γένει εἰσὶ καὶ καλοὶ καὶ ἄλλοι φαῦλοι, εἰρηκέναι τὸ ὁμοία ἐστὶν ἡ βασιλέια τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι τοὺς καλοὺς μαργαρίτας· εἰ γὰρ μὴ φαῦλοι ἦσάν τινες ἐν μαργαρίταις, οὐκ ἄν εἴρητο ζητοῦντι καλοὺς μαργαρίας. ἐν τοῖς παντοδαποῖς δὲ ἐπαγγελλομένοις ἀλήθειαν λόγοις κοὶ τοῖς φέρουσιν αὐτοὺς ζήτει τοὺς μαργαρίτας, καὶ ἔστωσαν (ἵν' οὕτως ονομάσω) οἱ τῆς οὐρανίου δρόσου συλλαμβάνοντες κόγχοι καὶ κύοντες ἐξ οὐρανοῦ λόγον ἀληθείας προφῆται οἱ καλοὶ μαργαρῖται, οὔς ὁ κατὰ τὴν προκειμένην λέξιν ζητεῖ ἔμπορος ἄνθρωπος. ὁ δέ ἀγελάρχης τῶν μαργαριτῶν, ᾦ εὑρισκομένῳ καὶ οἱ λοιποὶ συνευρίσκονται, ὁ πολυτίμητος μαργαρίτης, ὁ Χριστὸς τοῦ θεοῦ, ὁ ὑπὲρ τὰ τίμια γράμματα καὶ νοήματα τοῦ νόμου καὶ τῶν προφη- [*](1ff Vgl. Aelian a. Ο. XV, 8 (I, 372, 24ff): δοκεῖ δέ πως χρυσωπότερος ἰδεῖν εἶναι, τάς τε αὐγὰς ἀμβλυτέρας ἔχειν κοὶ σκοτωδεστέρας. Plinius a. Ο. IX, 35 § 1 1 6: in Britannia parvos atque decolores nasci certum est. IX, 35 § 115: in nostro mari reperiri solebant crebrius circa Bosporum Thracium; rufi ac parvi in conchis quas myas appellant — 8ff Vgl. Plinius a. O. IX, 35 § 115: at in Acarnania quae vocatur pina gignit . . . enormes et feri colorisque marmorei — 18 ff Vgl. Hier. in Matth. 98 A: bonae margaritae, quas quaerit institor, lex et prophetae sunt . . . unum autem est pretiosissimmn margaritum scientia salvatoris etc. — 19–24 Vgl. Cv Nr. 15 Or. (Anfg) = C Nr. 182 Or. (Anfg): ἦσαν ὁ νόμος καὶ οἱ προφῆται, καὶ ἐν αὐτοῖς εὑρἰσκεται ὁ μόνος πολύτιμος μαργαρίτης Χριστός — 21 Vgl. Jac. 1, 18? — 23ff Vgl. Clemens Alex. Paed. ΙΙ, 12, 4 (I, 228, 1ff.): ὁ δὲ πολυτίμητος μαργαρίτης . . . τὸν διαυγῆ καὶ καθαρὸν Ἰησοῦν κτλ. — 23 Vgl. Luc. 9, 20) [*](2 τὴν < H 4 κνεφοδέστερος H 17 εἴρηται H 19 ζήτει Kl MH | ἴνα H 23 πολύτιμος C Nr. 182)

10
τῶν λόγος, οὖ εὑρεθέντος καὶ τἆλλα πάντα εὐμαρῶς παραλαμβάνονται. διαλέγεται δὲ ὁ σωτὴρ τοῖς μαθηταῖς πᾶσιν ὡς ἀνθρώποις ἐμπόροις, οὐ μόνον ζητοῦσι τοὺς καλοὺς μαργαρίτας ἀλλὰ καὶ εὑροῦσιν εὑροῦσιν καὶ κεκτημένοις, ἐν οἶς φησι· μὴ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων«. δῆλον δέ, ὅτι τοῖς μαθηταῖς ταῦτα λέλεκται, ἐκ τοῦ προτετάχθαι τῶν λόγων τὸ »ἰδὼν δέ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος• καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ«· ἐν γὰρ τῷ εἱρμῷ τῶν λόγων ἐκείνων εἴρηται· »μὴ δῶτε τό ἄγιον τοῖς κυσί, μηδὲ βάλητε τοὺς ναργαρίτας ἔμπροσθεν τῶν χοίρων«. μήποτε οὖν ὁ μὴ ἔχων μαργαρίτας ἢ τὸν πολύτιμον μαργαρίτην οὐδέ μαθητής ἐστι τοῦ σωτῆρος κοὶ *** τοὺς μαργαρίτας τοὺς καλούς, οὐ τοὺς νεφώδεις οὐδὲ τοὺς ἀχλυώδεις, ὁποῖοί εἰσιν οἱ τῶν ἐτεροδόξων λόγοι, οὐ πρὸς ανατολὰς γεννώμενοι ἀλλὰ πρὸς δυσμὰς ἢ πρὸς βορρᾶν, εἰ χρὴ καὶ ταῦτα προσπαραλαμβάνειν δι' ἤν εὕρομεν διαφορὰν μαργαριτῶν ἐν διαφόροις γινομένων τόποις. τάχα δέ οἱ τεθολωμένοι λόγοι καὶ οἱ ἐν τοῖς ἔργοις τῆς σαρκὸς κατειλιγμέναι αἱρέσεις οἶ ἀχλυώδεις εἰσὶ καὶ οἱ ἐν τέλμασι γινόμενοι μαργαρῖται οὐ καλοί.

Συνάψεις δὲ τῷ ζητοῦντι καλοὺς μαργαρίτας τὸ »ζητεῖτε, καὶ εὑρήσετε« καὶ τὸ πᾶς ὁ ζητῶν εὑρίσκει«. τί γὰρ »ζητεῖτε«, ἢ τί »πᾶς ὁ ζητῶν εὐρίσκει«; ἀποτολμήσας εἴπω· τοὺς μαργαρίτας καὶ τὸν μαρ- γραίτην, ὄν ὁ πάντα δοὺς καὶ ζημιωθεὶς κατᾶται, δι’ ὅν φησιν ὁ Παῦλος· »τὰ πάντα ἐξημιώθην, ἴνα Χριστὸν κερδήσω«, »πάντα« λέγων τοὺς καλοὺς μαργαρίτας, καὶ »Χριστὸν κερδήσω« τὸν ἕνα πολύτιμον μαργαρίτην. τίμιον μέν οὖν λύχνος τοῖς ἐν σκότει, καὶ χρεία λύχνου ἔως ἀνατείλῃ ὁ ἥλιος · τιμία δέ καὶ ἡ ἐπὶ τοῦ προσώπου Μωσέως δόξα ἐγὼ δ’ οἶμαι ὅτι καὶ τῶν προφητῶν) καὶ καλὸν θέαμα, δι’ ἧς εἰσαγόμεθα πρὸς τὸ δυνηθῆναι ἰδεῖν τὴν δόξαν Χριστοῦ, ᾖ μαρτυρῶν ὁ πατἠρ φησίν· »οὖτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὄν ηὐδόκησα«. ἀλλ' »οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἔνεκεν τῆς ὑπερβαλλούσης δόξης«, καὶ χρεία ἡμῖν πρότερον δόξης τῆς ἐπιδεχομένης κατάργησιν ὑπέρ »τῆς ὑπερβαλλούσης δόξης«, ὡς χρεία γνώσεως τῆς ἐκ μέρους, ἥτις »καταργηθήσεται, ὄταν ἔλθῃ τὸ τέλειον«. πᾶσα τοίνυν ψυχὴ ἐρχομένη εἰς νηπιότητα καὶ ὁδεύσουσα »ἐπὶ τὴν τελειότητα« [*](4. 8 Matth.7, 6 — 6 Matth. 5, 1 — 12 Vgl. Luc. 13, 29 — 18 Matth. 7, 7f — 21ff Phil. 3, 8 — 21 f Vgl. Hier. in Matth. 98 B: similis Pauli apostoli . . . ut Christum lucri faciat — 23 Vgl. Luc. 1, 79 Apoc. 22, 5 — 24 Vgl. II. Kor. 3, 7 — 26 Matth. 3, 17 — 27. 29 II. Kor. 3, 10 — 29 Vgl. II. Kor. 3, 11 — 30 I. Kor. 13, 10 — 31 Vgl. Hebr. 6, 1) [*](10 *** KI, 1. etwa ζητεῖν διδάσκοντος 13 βορᾶν MH 16 οἱ < 19 ἀποτολμίσας H 20 ἀπο Diehl 22 κοὶ] ἴνα υ 24 1. τίμιον Kl, vgl. Ζ. 23 | Μωσέως] s. zu S. 23,26ff)

11
δεῖται, μέχρις ἐνστῇ αὐτῇ »τὸ πλήρωμα τοῦ χρόνου«, παιδαγωγοῦ καὶ οἱκονόμων καὶ ἐπιτρόπων, ἵνα μετὰ ταῦτα πάντα ὁ πρότερον μηδέν »διαφέρων δούλου κύριος πόντων ὤν« ἀπολάβῃ ἐλευθερωθεὶς ἀπὸ παιδαγωγοῦ καὶ οἰκονόμων καὶ ἐπιτρόπων τὰ πατρῷα, τὰ ἀνάλογον τῷ πολυτιμήτῳ μαργραίτῃ καὶ τῷ ἐρχομένῳ τελείῳ, καταργοῦντι τὸ ἐκ μέρους«λ ὅταν τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ« χωρῆσαί τις δυνηθῇ, προεγγυμνασάμενος ταῖς (ἵν' οὕτως ὀνομάσω) ὑπερεχομέναις γνώσεσιν ὑπὸ τῆς χριστοῦ ἀλλ' οἱ πολλοί, μὴ νοήσαντες τὸ κάλλος τῶν πολλῶν μαργαριτῶν νομικῶν καὶ τὴν ἔτι ἐκ μέρους« γνῶσιν τὴν πᾶσαν προφητικήν, οἴονται δύνασθαι χωρὶς ἐκείνων τρανουμένων καὶ καταλαμβανομένων δι' ὅλων εὑρεῖν τὸν ἔνα πολύτιμον μαργαρίτην καὶ θερωῆσαι τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ«, οὗ συγκρίσει πάντα τὰ πρὸ τῆς τηλικαύτης καὶ τοσαύτης γνώσεως, οὐ »σκύβαλα« τ«ξ ἰδίᾳ φύσει τυχάνονται, σκύβαλα ἀναγαφίνετα, ἄπερ ἄπερ τὰ παραβαλλόμενα τάχα τῇ συκῇ ὑπὸ τοῦ ἀμπελουργοῦ κόπρια, αἴται τυγχάνοντα τοῦ αύτὴν καρπογορῆσαι.

»Τοῖς πᾶσι τοίνυν ὁ χρόνος, κοὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανός«, καὶ ἔστι τις »καιρὸς τοῦ συναγαγεῖν τοὺς καλοὺς μαργαρίτας) λίθους«, καὶ καιρὸς μετὰ τὴν συναγωγὴν συναγωγὴν τοῦ αὐτῶν τοῦ εὑλοὺς μαργαρίτας) μαργαρίτην, ὄτε καθήκει καθήκει ἀπελδόντα πωλῆσαι πάντα ὅσα τις ἔχει, ἴνα ἀγοράσῃ τὸν μαργαρίτην ἐκεῖνον. ὥσπερ γὰρ πάντα τὸν ἐσόμενον σοφὸν ἐν λόγοις ἀληθείας δεήσει στοιχειωθῆναι πρότερον καὶ ἐπὶ πλεῖον διαβῆναι τῆς στοιχειώσεως καὶ περὶ Πολλοῦ πολλοῦ τὴν στοιχείωσιν, οὐ μὴν ἀπομένειν ἐν τῇ στοιχειώσει ὡς τιμήσαντα αὐτὴν κατὰ τὰς ἀρχάς, ἀλλὰ διαβάντα »ἐπὶ τὴν τελειότητα« χάριν ἔχειν τῇ εἰσαγωγῇ ὠς χρησίμῳ γενομένη κατὰ τὰ πρότερα, οὕτως τελείως νοηθέντα τὰ νομικὰ καὶ τὰ προφητικὰ στοιχείωσίς ἐστι πρὸς τελείως ἐννοούμενον τὸ εὐαγγέλιον κοὶ πάντα τὸν περὶ τῶν Χριστοῦ Ἰησοῦ ἔργων καὶ λόγων νοῦν.