In Jeremiam (Homiliae 12-20)

Origen

Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Ἑξῆς μετὰ τὸν περὶ τῶν δύο ἐθνῶν λόγον, τοῦ προτέρου ᾧ ἡ ἀπειλὴ δίδοται, καὶ τοῦ δευτέρου ᾧ ἡ ἐπαγγελία δίδοται, φησίν (εἶπε δηλονότι τοῖς προτέροις)· »καὶ νῦν εἶπον πρὸς ἄνδρας Ἰούδα καὶ [*](1ff. Vgl. in Gem. Tom. 3 (Philoc. Ro 197, 8ff.): Ὅτι μέντοι γε ἡ πρόγνωσις τοῦ θεοῦ οὐκ ἀνάγκην ἐπιτίθησι τοῖς περὶ ὧν κατείληφε, πρὸς τοῖς προειρημένοις καὶ τοῦτο λελέξεται, ὅτι πολλαχοῦ τῶν γραφῶν ὁ θεὸς κελεύει τοὺς προφήτας κηρύσσειν μετάνοιαν, οὐ προσποιησάμενος τὸ προεγνωκέναι πότερον οἱ ἀκούσαντες ἐπιστρέψουσιν ἢ τοῖς ἁμαρτήμασιν ἑαυτῶν ἐμμενοῦσιν· ὥσπερ ἐν τῷ Ἱερεμίᾳ λέγεται· Ἴσως ἀκούσονται καὶ μετανοήσουσιν. οὐ γὰρ ἀγνοῦν ὁ θεὸς πότερον ἀκούσουσιν ἢ οὒ φησίν· Ἴσως ἀκούσονται καὶ μετανοήσουσιν· ἀλλ᾿ . . . . . ἵνα μὴ προκατηγγελμένη ἡ πρόγνωσις αὐτοῦ προκαταπεσεῖν ποιήσῃ τοὺς ἀκούοντας, δόξαν ἀνάγκης παριστᾶσα, ὡς οὐκ ὄντος ἐπ᾿ αὐτοῖς τοῦ ἐπιστρέψαι κτλ. — 2 Jerem. 33, 2. 3. — 3ff. Vgl. Hier. Comm. 969: non quod ignoret Deus hoc vel illud . . . . sed quod dimittat hominem voluntati suae. — 4f. Jerem. 33, 3. — 5ff. Vgl. Chry- sost. (Gh II, 466). — 10 Vgl. Jerem. 33, 2. 3.) [*](2 μετανοσουσι S* μετανοήσουσι Scorr. | 3 ὡς διστάζων] vgl. C, in Gen. Tom. 3 u. Hier. Comm. 969 | ἐμφήνῃ] vgl. Z. 17 u. S. 161, 6 ἐμφαίνων C ἐμφανῆ S | 8 μέλλον Blass | τῷ Co τὸ S | 10 μετανοήσουσι S* μετανοήσωσι S1 | 13 οἰκονομίαι Co οἰκονομία S | 14 τὸ2 Gh | 16 ἵλεω S | 19 χεῖρον V χείρω 8.)

161
πρὸς τοὺς κατοικοῦντας Ἱερουσαλήμ· οὕτως λέγει κύριος· ἰδοὺ ἐγὼ πλάσσω ἐφ᾿ ὐμᾶς κακά«. ὅτι ἐν τῇ χειρί μου ταῦτά ἐστιν ἃ πλάσσω ἐφ᾿ ὑμᾶς, δύναται διαπεσεῖν. ποιήσατε ταῦτα διαπεσεῖν ἀπὸ τῆς χειρός μου, ἵνα ἃ πλάσσω ἐφ᾿ ὑμᾶς κακὰ μεταβάλω καὶ ποιήσω ἀγαθά. οὐκ ἂν εὕροις· >ἰδοὺ πλάσσω ἐφ᾿ ὑμᾶς ἀγαθά< καὶ τὰ ἀνὰ λόγον αὐτῶν λεγόμενα ἑξῆς, ἵνα μετὰ τοῦτο ἐμφήνῃ ὅτι ἃ πλάσσει ἀγαθὰ ἀπολύει ἀπὸ τῶν χειρῶν, ἵνα ποιήσῃ αὐτὰ κακά. ἀλλὰ πλάσσει κακὰ κατὰ τὸ εἰρημένον παράδειγμα, καὶ πλάσσων κακὰ οἰκονομεῖ (χωρὶς τῆς ἑρμηνείας τῆς ἀποδεδομένης εἰς τὸ »ἔπεσεν ἀπὸ τῶν χειρῶν μου«), ἵνα ἐὰν πέσῃ, καὶ τὸ τέλος τῶν πλασσομένων κακῶν οὐκ οἶδα ποταπὸν γένηται.

»Ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ καλλίονα ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν«. ἔσθ᾿ ὅτε οἱ ἀκεραιότεροι λέγουσι· μακάριοι οἱ παλαιότεροι ἄνθρωποι, ὅτι ἤκουσαν τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος· »καὶ ἐλάλησεν αὐτοῖς κύριος«. καὶ πρὸς ἡμᾶς λέγει νῦν κύριος διὰ τῶν γεγραμμένων τὸ »ἀποστραφήτωσαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς«· αὐτὸς ὀ κύριος διαλέγεταί σοι φάσκων· »καὶ καλλίονα ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν«. ἀλλ᾿ ἀπεκρίναντο οὗτοι πρὸς οὓς οἱ προτρεπτικοὶ περὶ μετανοίας εἴρηνται λόγοι, καὶ ἴδωμεν τί ἀπεκρίναντο, ἵνα μὴ καὶ ἡμεῖς τοιαῦτα ἀποκρινώμεθα. τί οὖν ἀποκρινόμενοι λέγουσιν; »ἀνδρειούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν«. καὶ ἂν μὴ ταῖς λέξεσιν εἴπητε, ὁ δὲ βίος ὑμῶν τοιοῦτος ᾖ ὡς ἁμαρτάνειν, δυνάμει λέγετε καὶ ὑμεῖς διὰ τῶν πονηρῶν πράξεων μετὰ τοὺς προτρεπτικοὺς λόγους τὸ »ἀνδρειούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν«. τί δὲ τὸ »ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα«; οἱ ἀρξάμενοι βάλλειν >ἐπ᾿ ἄροτρον τὴν χεῖρα< καὶ >τοῖς ἔμθανόμενοι< ἀπεστράφησαν τὰ φαῦλα. ἐπὰν οὖν τις βαλὼν >ἐπ᾿ ἄροτρον τὴν χεῖρα< στραφῇ εἰς τὰ ὀπίσω, »ὀπίσω τῶν ἀποστροφῶν« αὐτοῦ πορεύσεται· ὀπίσω γὰρ πορεύσεται ἐκείνων ἃ ἀπεστράφη, καὶ [*](1 ff. Vgl. Chrysost. (Gh II, 467): τίνος ἕνεκεν ἔτι πλάσσω; ἔτι λογίζομαι; διδοὺς ὑμῖν αὐτοῖς προθεσμίαν μετανοίας. — 29. 31 Vgl. Luk. 9, 62. — 29 Vgl. Phil. 3, 13.) [*](1—18 Hierzu Fragment 78 in C: Εἰ—κύριον | 2 ὅτι] εἰ C | 3 δύναται διαπεσεῖν] 〈 C | 5 αὐτῶν SV corr. αὐτοῖς V* w. e. sch. | 6 λεγόμενα Gh | ἀπολύει C Gh Co ἀπολλύει S | 7 ποιήσῃ αὐτά] ποιήσηται C | 15 πρὸς C ὡς S | 16 ἡμᾶς C | 22 ἀποστροφῶν Gh ἐπιστροφῶν S | 24 ᾖ Ru ἦν S | 29—S. 162, 1 Hierzu Fragm.)

162
παλινδρομεῖ ἐπ᾿ ἐκεῖνα ἃ καταλέλοιπεν ἁμαρτήματα. καὶ τῶν ἀκουόντων οὖν ταῦτα, εἴτε· κατηχουμένων καταλιπόντων τὸν ἐθνικὸν βίον εἴτε πιστῶν ἤδη προκεκοφότων ἐν τῷ #x003E;τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι<, εἰ ὁ βίος γεγένηται μοχθηρός, οὐδὲν ἄλλο λέγουσιν ἢ καὶ τὸ »ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ« οὐχ ἁπλῶς, ἀλλὰ »τῆς πονηρᾶς ποιήσομεν«. ἔστι γὰρ καρδία πονηρὰ καὶ ἔστι καρδία ἀγαθή. μηδεὶς οὖν »ὀπίσω τῶν ἀποστροφῶν« ἑαυτοῦ πορευέσθω μηδὲ »τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς« ποιείτω.

»Διὰ τοῦτο« πρὸς τοὺς ταῦτα ἀποκρινομένους »λέγει κύριος· ἐρωτήσατε δὴ ἐν ἔθνεσι· τίς ἤκουσε τοιαῦτα φρικτὰ ἃ ἐποίησε σφόδρα παρθένος Ἰσραήλ;« δόξει δὲ καὶ ταῦτα ἁπλῶς εἰρῆσθαι. ἀλλ᾿ ἐὰν ἡ ἀπὸ τῶν ἐθνῶν ἐκκλησία δὴ ἐν ἔθνεσιν· ἀκούσατε ἃ ἐποίησε θεόν, λεχθήσεται· "ἐρωτήσατε δὴ ἐν ἔθνεσιν· ἀκούσατε ἃ ἐποίησε φρικτὰ σφόδρα παρθένος Ἰσραήλ.< βίον γὰρ συγκρίνωμεν ἐκείνων τῶν ἡμαρτηκότων τῷ βίῳ τῶν ἐπιστρεψάντων καὶ πιστευσάντων, καὶ εἰσόμεθα ὅτι ἐκεῖνοι μὲν φρικτὰ πεποιήκασι »τὸν κύριον τῆς δόξης« ἀποκτείναντες, οὗτοι δέ, ἐκείνων φρικτὰ ποιησάντων, ἐπέστρεψαν πρὸς αὐτόν, ὑπὲρ τῶν ἁμαρτημάτων τοῦ κόσμου ὑπ᾿ ἐκείνων ἀναιρεθέντα καὶ ἀποθανόντα. »ἐρωτήσατε« οὖν »ἐν ἔθνεσι· τίς ἤκουσε τοιαῦτα φρικτὰ ἃ ἐποίησε σφόδρα παρθένος Ἰσραήλ«;

»Μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοί, ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; ἢ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον; ὅτι ἐπελάθετό μου ὁ λαός μου, εἰς κενὸν ἐθυμίασαν, καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν, τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον«. νιον«. διαφορὰς ὑδάτων ἐνταῦθα εἴρηκε· πρῶτον μὲν ἐν τῷ »μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοί;« δεύτερον δέ ἐν τῷ »ἢ χιὼν ἀπὸ Λιβάνου;« τρίτον δὲ ἐν τῷ »μὴ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερό- μενον;« ταῦτα τὰ τρία εἴδη τῶν ὑδάτων αἱ πηγαί εἰσι τῶν ὑδάτων, ἃς ἐπιποθεῖ ἡ ὡμοιωμένη τῷ ἐλάφῳ ψυχὴ τῶν δικαίων, ὥστ᾿ ἂν ἕκαστον εἰπεῖν· »ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν [*](3 Vgl. Phil. 3, 13. — 12 ff. Vgl. ἐξ ἀνεπιγράφου (Gh II, 477): τὴν ἐξ ἐθνῶν ἐκκλησίαν πρὸς τὸν θεὸν ἐπιστρέφουσαν, παρθένον καλεῖ τοῦ Ἰσραήλ. — 17 Vgl. I Kor. 2, 8. — 19 Vgl. Joh. 1, 29? — 32 Psal. 41, 2.) [*](2 καταλιπόντων Gh Co καταλιπόντες S | 4 γεγένηται Blass Koetschau | 8 αὐτοῦ S* ἑαυτοῦ S1 | 13 ἐπιστραφῇ Blass Koetschau ἐπιστραφείη S | 15 συγκρίνωμεν Gh συγκρίνομεν S | 17 εἰσόμεθα] ἰσόμεθα S (vgl. S. 22, 6) vgl. Z. 28 S. 163, 5. 20. 29 μασθοί S | 27—S. 164, 8 Hierzu Fragm. 80 in C: Τρεῖς—αὐτοῦ | 27 διαφορὰς] τρεῖς διαφορὰς C | 31 τῇ] Gh τῷ S 〈 C.)

163
ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός«. τίς οὖν ἔλαφος γεγένηται πολέμιος τῷ τῶν ὄφεων γένει, μηδὲν πάσχων ὑπὸ τοῦ ἰοῦ αὐτῶν, ὡς ἱστορεῖται περὶ τῆς ἐλάφου; τίς οὕτως ἐδίψησε θεὸν ὥστ᾿ ἂν εἰπεῖν· »ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ζῶντα«; τίς οὕτως ἐδίψησε τοὺς μαστοὺς τῆς πέτρας; »ἡ πέτρα δὲ ἦν ὁ Χριστός«. τίς οὕτως ἐδίψησεν ἁγίου πνεύματος ὥστ᾿ ἂν εἰπεῖν· »ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἠ ψυχή μου πρὸς σέ, ὁ θεός«; ἐὰν μὴ τὰς τρεῖς πηγὰς τῶν ὑδάτων διψήσωμεν, οὐδὲ μίαν πηγὴν τῶν ὑδάτων εὑρήσομεν. ἔδοξαν δεδιψηκέναι μιᾶς πηγῆς τῶν ὑδάτων, τοῦ θεοῦ, Ἰουδαῖοι· ἐπειδὴ δὲ οὐκ ἐδίψησαν τὸν Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα, οὐκ ἔχουσι πιεῖν οὐδὲ ἀπὰ τοῦ θεοῦ. ἔδοξαν δεδιψηκέναι οἱ ἀπὸ τῶν αἱρέσεων Χριστὸν Ἰησοῦν· ἀλλ᾿ ἐπεὶ οὐκ ἐδίψησαν τὸν πατέρα, ὄντα νόμου καὶ προφητῶν θεόν, διὰ τοῦτο οὐ πίνουσιν οὐδὲ ἀπὸ Ἰησοῦ Χριστοῦ. οἱ δὲ ἕνα μὲν τηροῦντες θεόν, ἐξουδενοῦντες δὲ τὰς προφητείας οὐκ ἐδίψησαν τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐν τοῖς προφήταις, διὰ τοῦτο οὐ πίονται οὐδὲ ἀπὸ τῆς πηγῆς τῆς πατρικῆς, οὐδὲ ἀπὸ τοῦ κεκραγότος ἐν τῷ ἱερῷ καὶ εἰρηκότος· »ἐάν τις διψῇ, ἐρχέσθω πρός με καὶ πινέτω«.

Οὐκ ἐκλείπουσιν οὖν »ἀπὸ πέτρας μαστοί«. ἀλλ᾿ ἐκεῖνοι »ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς«, οὐ πηγὴ ὕδατος ζωῆς ἐγκατέλιπεν αὐτούς· καὶ γὰρ ἀπ᾿ οὐδενὸς ὁ θεὸς μακρύνει ἑαυτόν, ἀλλ᾿ >οἱ μακρύνοντες ἑαυτοὺς ἀπ᾿ αὐτοῦ ἀπολοῦνται<· ἐγγίζει μᾶλλον ὁ θεός τινων καὶ ἀπαντᾷ τῷ ἐρχομένῳ πρὸς αὐτόν. ἡνίκα γοῦν ὁ υἱὸς ὁ καταφαγὼν τὴν οὐσίαν ἐπανῆλθεν, ἀπήντησεν αὐτῷ ὁ πατήρ. καὶ ἐπαγγέλλεται διὰ τῶν προφητῶν λέγων· »ἐγγιῶ αὐτοῖς ἢ ὁ χιτὼν τοῦ χρωτὸς αὐτῶν«. »θεὸς« γάρ φησιν »ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ θεὸς πόρρωθεν, λέγει κύριος«. οὐκ »ἐκλείψουσιν οὖν ἀπὸ πέτρας μαστοί«, τὰ ὕδατα τοῦ Ἰησοῦ, »ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου«, τὰ ὕδατα [*](2/3 Vgl. in Cant. Cant Hom. 2, 11 (Lo 14, 274): Cervus interfector serpentum est . . . . ita ut spiritu narium eos extrahat de cavernis et superata pernicie veneni eorum pabulo delectetur; in Matth. Tom. 11, 18 (Lo 3, 121): ἐλάφῳ, καθαρῷ ζώῳ καὶ πολεμίῳ τῶν ὄφεων κτλ., u. ö. (vgl. Lauchert, Gesch. d. Physiologus 71.). — 3 Vgl. Aelian 2, 9 usw. — 4 Psal. 41, 3. — 5 I Kor. 10, 4. — 7 Psal. 41, 2. — 18 Joh. 7, 37. — 20 Jerem. 2, 13. — 22 Vgl. Psal. 72, 27. — 24/25 Vgl. Luk. 15, 12—14. 20. — 26 Vgl. Jerem. 13, 11?? — 27 Jerem. 23, 23.) [*](4 θεὸν2] + τὸν ἰσχυρὸν C | 5 πέτρα δὲ] δὲ πέτρα C | ἡ] Scrr. 〈 S* | 9 οὐδὲ μίαν S (vgl. Z. 12. 14. 17) οὐδεμίαν C | 10 ηγῆς S* πηγῆς Scorr. | 11 Χριστὸν] υἱὸν C | 17 οὐδὲ2 C Co οὔτε S | 18 διψᾷ C | 21 ζωῆς] ζῶντος C | 27 αὐτῶν V1 a. R. αὐτοῦ S V* | ἐγώ] 〈 C | 28 ἐκλείπουσιν C.)

164
τὰ πατρικά. καὶ λίβανος γὰρ τὸ θυμίαμα ἱερόν ἐστι κατὰ τὸν νόμον τοῦ θεοῦ, καὶ προσφέρεται ἐπὶ τὸ θυσιαστήριον >λίβανος διαφανής, ἴσος ἴσῳ<. καὶ ὁμώνυμον τὸ ὄρος τούτῳ τῷ λιβάνῳ, καὶ ἔστι χιὼν ἀπὸ τοῦ Λιβάνου κατερχομένη, ὃν τρόπον τὸ ὕδωρ τοῦ ἁγίου πνεύματος, περὶ οὗ λέγεται· »μὴ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον;« καὶ γὰρ ἀνέμῳ φέρεται. οὐκ »ἐκκλίνει«, οὐ φεύγει τὸ ὕδωρ τοῦ ἁγίου πνεύματος, ἀλλὰ ἕκαστος ἡμῶν ἁμαρτάνων αὐτὸς φυγὰς γίνεται τοῦ πιεῖν ἀπὸ τοῦ ἁγίου πνεύματος.

»Ὅτι ἐπελάθετό μου ὁ λαός μου, εἰς κενὸν ἐθυμίασαν«. πᾶς μὲν ὁ ἁμαρτάνων ἐπιλέλησται τοῦ θεοῦ, ὁ δὲ δίκαιος λέγει· »ταῦτα πάντα ἦλθεν ἐφ᾿ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου, οὐδὲ ἠδικήσαμεν καὶ εἰς κενὸν ἐθυμίασε. τί δὲ τὸ »εἰς κενὸν ἐθυμίασαν« κατανοητέον. τὰ πρώην εἰρημένα εἰς τὸν ἑκατοστὸν τεσσαρακοστὸν Ψαλμὸν ἐὰν ἀναλάβωμεν, νοήσομεν τί ἐστι τὸ »εἰς κενὸν ἐθυμίασαν«. ἦν δὲ ἐν τῷ Ψαλμῷ τοιοῦτόν τι εἰρημένον· »γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου«. οὐκοῦν ἡ προσευχή μου σύνθετος . . . λεπτῆς καρδίας, ὅτε μὴ παχύνεται ἡ καρδία ἡμῶν, ἀναπεμπομένη γίνεται ὡς θυμίαμα ἐνώπιον τοῦ θεοῦ. εἰ οὖν ἡ τοῦ δικαίου προσευχὴ θυμίαμά ἐστιν ἐνώπιον τοῦ θεοῦ, ἡ τοῦ ἀδίκου προσευχὴ θυμίαμα μέν, τοιοῦτον δὲ θυμίαμα ὥστ᾿ ἂν λεχθῆναι περὶ αὐτοῦ καὶ τοῦ εὐχομένου ἀδίκου· »εἰς κενὸν ἐθυμίασαν«· οἷον περὶ Ἰούδα γέγραπται· »γενηθήτω ἡ προσευχὴ αὐτοῦ εἰς ἁμαρτίαν«. ἐκεῖνος κατὰ τὸ προσεύχεσθαι εἰς κενὸν ἐθυμίασε. τίς δὲ ὁ εἰς κενὸν θυμιῶν, ἔτι μᾶλλον οὕτως κατανοήσωμεν. »τρὶς τοῦ ἐνιαυτοῦ« φησὶν »ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ θεοῦ σου«, ᾧ εὐθέως ἐπιφέρεται· »οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός«. οὐκοῦν τῶν [*](2 Vgl. Exod. [30, 34. — 10 Psal. 43, 18. — 14ff. Vgl. Sel. in Psal. 140, 2 (Lo 13, 144). — 16 Psal. 140, 2. — 18 Vgl. Jes. 6, 10 Matth. 13, 15 u. ö. — 23 Psal. 108, 7. — 25 Exod. 23, 17. — 27 Exod. 23, 15.) [*](1 καὶ] 〈 C | 3 τούτῳ] τοῦτο S | 5 ἐκκλίνει C ἐκκλινεῖ S | 7 ἀλλὰ] ἀλλ᾿ C | 9—23 Hierzu Fragm. 81 in C: Πᾶς—ἁμαρτίαν | 10 μὲν ὁ] γὰρ C | 12 κἀκεῖ- νος] ἐκεῖνος C | 14 ἑκατοστὸν τεσσαρακοστὸν] nach Ψαλμόν (Co ρμα΄) Lo | 16 γενηθήτω C V γεννηθήτω S | 17 σύνθετος] + ἐστι λεπτὴ ἀπὸ λεπτῶν νοημάτων C, wohl richtig | 23 γενηθήτω V γεννηθήτω S | 27 — S. 165, 10 οὐκοῦ — ἐπιγίνεται] Die bisherigen Ausgaben haben die Lücke nicht bemerkt und den Satz aus S: οὐκ οὖν τῶν ἐρχομένων ὀφθητοῦ νοῦ τῆς γραφῆς ὅπερ ἐπιγίνεται mit Gh Co verändert in: ὅθεν (οὐκοῦν ἀπὸ τῶν ἐρχομένων Gh) ὤφθη ὁ νοῦς τῆς γραφῆς τῷ.)

165
Homilie XVIII. Jerem. 18, 1—16. Homilie XIX. Jerem. 20, 1—7 165 ἐρχομένων ὀφθη ................................................ ............................................................... ............................................................... ...............................................................

............................................................... ........................................τοῦ νοῦ τῆς γραφῆς ὅπερ ἐπιγίνεται ὀφθαλμῷ χωροῦντι τὴν σαφήνειαν τῶν ἱερῶν γραμμάτων. ταῦτά μοι ἐν προοιμίῳ εἴρηται, διεγείροντι καὶ ἐγείροντι καὶ ἐμαυτὸν τὸν καὶ τοὺς ἀκούοντας ἐπὶ τὸ προσέχειν τοῖς ἀναγνωσθεῖσιν, ἵν᾿ αἰτήσωμεν ἐλθεῖν Ἰησοῦν καὶ ἐπιφανῆναι ἡμῑν καὶ διδάσκειν τὰ νῦν ἡμᾶς τὰ ἐνταῦθα γεγραμμένα.

(18,) >Προεφήτευσεν Ἱερεμίας· καὶ ἤκουσε Πασχὼρ υἱὸς Ἐμμὴρ ὁ ἱερεὺς τῶν λόγων τῆς προφητείας. καὶ τοσούτων κατὰ τὸ εἰκός, ὅσον ἐπὶ ψιλῇ τῇ ἀκολουθίᾳ τῆς προφητείας, ἀκηκοότων Ἱερεμίου οὐ ταχέως ἀναγέγραπται ἄλλος ἀκούσας εἰ μὴ Πασχώρ. ἐμέλησε δὲ τῇ γραφῇ εἰπεῖν ἐπεῖν καὶ τίνος υἱὸς ἠν, ὅτι Ἐμμήρ, καὶ ὅτι ἐχρημἀτιζεν ἱερεύς, καὶ ποίαν τάξιν εἶχεν ἐν τῷ λαῷ, ὅτι ἠν καθεσταμένος ἠγούμενος οἴκου κυρίου κατὰ τὸν χρόνον Ἱερεμίου προφητεύοντος τοὺς λόγους τούτους. καὶ ἀναγέγραπται ὅτι ἀκούσας τῶν λόγων τῆς προφητείας ταύτης Πασχὼρ ἐπάταξε τὸν Ἱερεμίαν, καὶ οὐκ ἠρκέσθη [*](1 ὀφθη] nach S. 150, 19. u. S. 162, 24 ff. war nun noch zu behandeln Jerem. 18, 15. 16: καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν, τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ συριγμὸν (+ αἰώνιον?). Daraus ergiebt sich, dass das Fragment 82 in C hier seine Stelle hat: Ἡ σχοῖνος ὁδοῦ μέτρον ἐστὶ παρ᾿ Αἰγυπτίοις καὶ Πέρσαις. εἴρηται καὶ ἐν Ψαλμοῖς· »τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας« (Psal. 138, 3). τῶν δὲ σχοίνων νόει τὰς μὲν αἰωνίους, τὰς δὲ προσκαίρους. ὁ μὲν γὰρ κοσμικὸς πρόσκαιρον σχοῖνον ὁδεύει περὶ δοξάρια καὶ πλούτους καὶ τὰ χάτω πράγματα. ὁ δὲ ὁδεύων τὸν εἰπόντα· »ἐγώ εἰμι ἡ ὁδός« (Joh. 14, 6). »σχοίνους αἰωνίους« (vgl. Jerem. 18, 15) ὁδεύει, καὶ ἔστιν αἰώνιος μὴ σκοπῶν τὰ πρόσκαιρα, ἀλλὰ τὰ αἰώνια (vgl. II Kor. 4, 18). ὁδεύει δέ, ἕως οὖ ἔλθῃ ἐπὶ τὸ τέλος τούτων τῶν σχοινίων, τὸν λιμένα τὸν παρὰ τῷ θεῷ | 9 τοῦ νοῦ] In dem Prooemium (vgl. Z. 11) wird zuerst gestanden haben, dass der Text 2 Perikopen umfasse (vgl. S. 173, 3. 24), und dann seine Schwierigkeit betont worden sein | 13 διδάσκειν τὰ νῦν] διδάσκοντα S | 16 τοσούτων Gh τοσοῦτον S | 23 χὼρ S* πᾶς χὼρ Scorr.)

166
τῷ αὐτὸν πεπαταχέναι, ἀλλὰ καὶ ἔβαλεν αὐτὸν εἴς τινα καταρράκτην. ἐμέλησε τῇ γραφῇ εἰπεῖν καὶ ποῦ ἦν οὗτος ὁ καταρράκτης, ἐν τῇ πύλῃ τοῦ Βενιαμίν, καὶ ὅτι ὁ καταρράκτης ἡν ἐν τόπῳ ἔνθα ὑπερῷον ἦν, ὑπερῷον δὲ οὐκ ἔλλου τινὸς ἢ τοῦ οἴκου κυρίου. ταῦτα ἀνέγραψεν ἐπὶ τῇ προφητείᾳ γεγονέναι τὸ πνεῦμα τὸ ἅγιον τῷ Ἱερεμίᾳ, γεγονέναι δὲ ἀπὸ τοῦ Πασχώρ. εἶτά φησι· τῇ ἐπαύριον ὁ Πασχὼρ ἐξήγαγε τὸν Ἱερεμίαν ἐκ τοῦ καταρράκτου. καὶ εἶπεν ἐξαχθεὶς ὁ Ἱερεμίας τῷ Πασχώρ, ὅτι οὐ κύιος τοῦτο τὰ ὄνομα ἐκάλεσέ σε τὸ Πασχώρ· ἄλλο ὄνομά σοι τέθειται· ὡς τῷ Ἰακὼβ Ἰσραήλ, ὡς τῷ Ἄβραμ Ἀβραάμ, ὡς τῇ Σαρᾷ Σάρρα, οὕτως σοι ὄνομα τέθεικε Μέτοικον. καὶ διὰ τοῦτο ἐκάλεσέ σε Μέτοικον, ἐπειδήπερ λέγει ὁ κύριος· ἰδοὺ ἐγὼ δίδωμί σε εἰς μετοικίαν σὺν πᾶσι· τίσιν; οὐχὶ γυναικί σου καὶ υἱοῖς σου καὶ θυγατράσι σου, ἀλλὰ σὺν τοῖς φίλοις σου. καὶ ἐπὰν δοθῇς εἰς μετοικίαν, πεσοῦνται οἱ φίλοι σου μαχαίρᾳ. εἶτα ὡς διαφορᾶς οὔσης τοῖς πίπτουσιν ἀπὸ μαχαίρας, ἐὰν πέσωσιν ἀπὸ μαχαίρας ἐχθρῶν ἢ ἀπὸ μαχαίρας ἄλλων, φησὶ πεσεῖσθαι τοὺς φίλους τοῦ βαλόντος τὸν Ἱερεμίαν εἰς τὸν καταρράκτην εἰς μάχαιραν ἐχθρῶν αὐτῶν. καὶ οἱ ὀφθαλμοί σου, φησίν, ὄψονται ταῦτα τὰ προφητευόμενα. σὲ δὲ καὶ πάντα τὸν Ἰούδα δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος, μετὰ τὸ παθεῖν ταῦτα τοὺς φίλους σου, καὶ μετοικιοῦσιν αὐτοὺς εἰς Βαβυλῶνα καὶ κατακόψουσιν αὐτούς· τὸν γὰρ βασιλέα Ἰούδα καὶ τοὺς ἀπὸ Ἰούδα κατακόψουσιν ἐν μαχαίρᾳ, καὶ οὐκέτι πρόσκειται τὸ ἐχθρῶν αὐτῶν, ὡς ἐπὶ τῶν προτέρων οἳ εἴρηνται φίλοι εἶναι τοῦ Πασχώρ. εἶτά φησι· καὶ δώσω πᾶσαν τὴν ἰσχὺν τῆς πόλεως ταύτης καὶ πάντας τοὺς θησαυροὺς τοῦ βασιλέως Ἰοὐδα καὶ πάντας τοὺς πόνους τῆς πόλεως ταύτης εἰς χεῖρας ἐχθρῶν αὐτῶν, ἵνα οἱ ἐχθροὶ διαρπάσωσι τοὺς θησαυροὺς καὶ λάβωσι τὰ προειρημένα καὶ ἀγάγωσι τὸν Ἰούδαν καὶ τὸν βασιλέα αὐτῆς εἰς Βαβυλῶνα. σὺ δέ, ὦ Πασχώρ, καὶ πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, πορεύεσθε ἐν αἰχμαλωσίᾳ εἰς Βαβυλῶνα, καὶ ἐκεῖ ἀποθανῇ, καὶ ἐκεῖ ταφήσῃ σὺ καὶ πάντες οἱ φίλοι σου οἷς προεφήτευσας αὐτοῖς ψευδῆ<. ἔδει ἐπιτέμνεσθαι τὴν περικοπὴν ὅλην καὶ σαφηνίσαι, οὐδέπω τὸ νόημα αὐτῆς τὸ βαθὺ (εἴγε χωροῦμεν αὐτό), ἀλλ᾿ ἢ τὴν λέξιν καὶ τὸ ῥητὸν αὐτό, ὃ καὶ ὁ τυχὼν ἐπιστήσας ἐπιμελῶς τοῖς γράμμασι καὶ μὴ ἐκ παρέργου δύναται κἂν οὕτως νοῆσαι. τί οὖν βούλεται ταῦτα; ἐνθάδε ὁ ἀγών [*](9 Vgl. Gen. 32, 28. — 10 Vgl. Gen. 17, 15.) [*](1 ἔβαλεν] nach S. 168, 20 usw. und LXX cod. 88 ἔβαλλεν S | 1 ff. 7. 17 καταράκτην usw. S, so stets in Hom. 19 | 6 ἀπὸ] ὑπὸ Hu | 9 ἄλλο] ἀλλὰ S | 10 ἄβραμ Gh ἄβρα S | 12 σὺν πᾶσι Gh σύμπασι S | 14 δοθῆς Gh δοθῆ S | 18 αὐτῶν] Vgl. Z. 23 αὐτοῦ S | τὰ Gh | 29 πορεύεσθε] vgl. S. 172, 20 πορεύσεσθε Gh | 30 ταφήσῃ Gh Co vgl. S. 172, 21 | 33 αὐτό Koetschau αὐτοῦ S.)
167
ἐστι παραστῆσαι τὸ βούλημα τούτων τῶν γραμμάτων. καὶ δὴ ὁμολογῶ κατ᾿ ἐμαυτὸν μὴ δύνασθαι αὐτὰ διηγήσασθαι, ἀλλὰ δεῖσθαι, ὡς προεῖπον, ἐπιφανείας τῆς δυνάμεως Ἰησοῦ, καθ᾿ ὃ σοφία ἐστί, καθ᾿ ὃ λόγος, καθ᾿ ὅ ἀλήθεια, ἵνα ἡ ἐπιφάνεια αὐτοῦ ποιήσῃ φῶς ἐπὶ τοῦ προσώπου τῆς ψυχῆς μου.