In Jeremiam (Homiliae 12-20)

Origen

Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Εἶτα πάλιν εὐχή ἐστιν οὕτως ἔχουσα· »ἴασαί με, κύριε, καὶ ἰαθήσομαι· σῶσόν με, καὶ σωθήσομαι,ὅτι καύχημά μου σὺ εἶ. ἰδοὺ αὐτοὶ λέγουσι πρός με· ποῦ ἐστιν ὁ λόγος κυρίου; ἐλθέτω. ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου, καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα, σὺ ἐπίστασαι«. μόνῳ τῷ ἐληλυθότι διὰ τοὺς κακῶς ἀλλ᾿ οἱ ἰατρῷ καὶ λέγοντι·»οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ᾿ οἱ κακῶς ἔχοντες« ἔστιν εἰπεῖν τεθαρρηκότως πάντα τὸν βουόμενον θεραπευθῆναι ἀπὸ τοῦ νοσεῖν τὴν ψυχὴν αὐτοῦ·»ἴασαί με, κύριε, καὶ ἰαθήσομαι«. εἰ δέ τις ἄλλος παρὰ τοῦτον ἐπαγγέλλεται τὴν τῶν ψυχῶν ἐατρικήν, οὐκ ἂν λέγοις ἐκείνῳ ἀληθεύων· »ἴασαί με, κύριε, καὶ ἰαθήσομαι«. καὶ γὰρ ἐκείνη ἡ »αἱμορροοῦσα« ἐδαπάνησε »τὰ παρ᾿ αὐτῆς πάντα« εἰς τοὺς ἰατρούς, καὶ »οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς αὐτῶν [*](1 Matth. 7,2.—4 Matth. 6,19.20.—10Jerem.2,13.—14 Joh.6, 67.— 15 Joh. 6,68.—21ff. Vgl. Chrysost.(Gh II,454): θεῷ μόνῳ τοῦτο ἔστιν εἰπεῖν.— 22 Matth. 9,12 Mark. 2,17.— 27ff. Vgl. Hier. Comm. 962.—Vgl.Matth. 9,20. —Vgl. Mark. 5,26.—28vgl.Luk.8,43.) [*](1 μετρεῖτε] mensi sunt H| ὑμῖν] eis H| 2 γραφῆναι] + super terram H| εἰ—οὐράνια] si (+ non Vall.) coelestia requirat in terra H| τὰ Blass Koetschau| 3 σὺ—γίνῃ] quae videntur saeculo bona. Si vero audiens H| 11 ὕδατος] 〈Η| νῦν] +quia H| 13 γνησίων] proximorum H| 15 κύριε nach H: Domine καὶ S| αἰωνίου] 〈Η w.e.sch.| 21—S.149,25 Hierzu Fragm. 69 in C: Οὐκ—Ἰσραήλ| 22 καὶ] 〈 Η|23 ἔστιν] ABBREV (=ἔστιν vgl. TU NF I, 3,31) S (dicendum) est H|πάντα] 〈Η|25—27 εἰ—ἰαθήσομαι]〈Η|27 αἱμορροοῦσα CCo αἱμοροοῦσα S|27/28 ἐδαπάνησε —πάντα] omnem substantiam suam expendit H κατηνάλωσε τὴν οὐσίαν C.)

149
θεραπευθῆναι«· πρὸς οὐδένα γὰρ ἐκείνων εὔλογον ἦν εἰπεῖν· »ἴασαί με, κύριε, καὶ ἰαθήσομαι«, ἢ πρὸς μόνον, οὗ ἀρκεῖ ἅψασθαι »τοῦ κρασέδου τοῦ ἱματίου«. λέγω οὖν πρὸς τοῦτον· »ἴασαί με, κύριε, καὶ ἰαθήσομαι«· ἐὰν γὰρ ἰάσῃ, τὸ τέλος ἐπακολουθήσει τῇἀπὸ σοῦ ἰάσει, ἡ θεραπεία, ὥστ᾿ἄν με σωθῆναι. ὅσοι δὲ ἄλλοισώσουσιν, οὐ σωθήομαι· μόνη δὲ καὶ ἀληθῶς σωτηρία, ἐὰν σώσῃ χριστός, ἐπεὶ τότε σωθήσομαι. »ψευδὴς ἵππος εἰς σωτητίαν«, ψευδῆ καὶ τὰ ἄλλα πάντα παρὰ τὸν θεὸν εἰς σωτηρίαν. διὰ τοῦτο αὐτῷ εἴποιμι ἄν· »σῶσόν με, κύρις, καὶ σωθήσομαι«. καὶ λέγω τοῦτο, ἐὰν καὶ τὸ ἑξῆς δυνηθῶ λέγειν τῷ ἀποτετάχθαι παντὶ καυχήματι, ἵνα εἴπω· »ὅτι καύχημά μου εἶ σύ«, ἣ ὅτε πληρῶ τὴν λέγουσαν ἐντολήν· »μὴ καυχάσθω ὁ σοφὸς| ἐντῇ σοφίᾳ αὐτοῦ, μηδὲ ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, μηδὲ ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ᾿ἂ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, τοῦ συνιεῖν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος«. μακάριος οὖν ὁ ἀποταξάμενος πάσῃ τῇ κάτω καυχήσει, οἷον ἐπὶ καλουμένῃ εὐγενείᾳ καὶ ἐπὶ κάλλει καὶ τοῖς σωματικοῖς πράγμασιν, ἐπὶ πλούτῳ, ἐπὶ δόξῃ, καὶ ἀρκο΄μενος μιᾷ καυχήσει ἵνα εἴπῃ· »ὅτι καύχημά μου εἶ σύ«.

»Ἰδοὺ αὐτοὶ λέγουσι πρός με· ποῦ ἐστιν ὁ λόγος κυρίου; ἐλθέτω. ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου«. ὁἸησοῦς σοι λέγει· <ἆρον τὸν σταυρόν σου, καὶ ἀκολύθει μοι>,καὶ <ἄφες πάντα, καὶ ἀκολούθει μοι<, καὶ>ὅστις οὐ καταλείψει τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος εἶναι μαθητής<. ἐὰν οὖν γένῃ τοιοῦτος ὥστε πάντοτε ἀκολουθεῖν τῷ Ἰησοῦ, καὶ ἀκολουθήσεις θήσεις καὶ ὅσον ἀκολουθεῖς οὐ κοπιάσεις· »οὐκ ἔσται« γὰρ »μόχθος ἐν Ἰακώβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ«. οὐκ ἔστι κόπος ἀκολουθοῦντι Ἰησοῦ, αὐτὸ τὸ ἀκολουθεῖν περιαιρεῖ τὸν κόπον. διὰ τοῦτο αὐτός φησιν, ἵνα μηκέτι κοπιῶμεν, κοπιάσαντες πρὸ τοῦ ἄρξασθαι αὐτῷ ἀκολουθεῖν· »δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς«. ἐὰν οὖν κοπιῶντες ἔλθωμεν πρὸς [*](2 Vgl. Matth. 9,20 Luk. 8,44.—7 Psal. 32,17.—11 Jerem.9,23. 24. —20 Vgl. Matth. 16,24 Par.—Vgl. Matth. 8,22 19,27 Luk. 18,22.— 21 Vgl. Matth. 10,37.38Luk. 14,26.27.—24 Num.23,21.—28 Matth.11, 28.) [*](2 οὗ CHHu| 3 λέγω—τοῦτον] cui ego uni dicam H| 5/6 ὥστ᾿ —σωτηρία]〈Η w.e.sch.|5 ἄλλοι Blass ἂν S|6 καὶ ἀληθῶς C ἡ ἀληθῶς S | ἐπεὶ τότε] salvum me fac, et H| 7/8 ψευδῆ—σωτηρίαν] 〈Η|9κύριε] 〈CH| λέγω]gaudebo dicere H| 10 τῷ C (H w. e.sch.) τὸ S | ἵνα εἴπω]〈Η|15 καλουμένῃ] 〈Η| καὶ]〈Η|16 πράγμασιν] bonis H (=γρήμασιν?) 16/17 καὶ2—καυχήσει]beatus qui contentus una gloria H| 20 σταυρόν] κράββατον C (vgl. Mark.2,9.11 Joh. 5,9.11)| ἀκολούθει μοι] veni, sequere me H περιπάτει C (vgl.ob.)| 20/21 καὶ3— μοι]〈Η|21 τὴν Co τὸν S| 23 Ἰησοῦ] Christum H| 23/24 καὶ ἀκολουθήσεις] 〈Η|25/26 οὐκ—κόπον]〈Η|28 οἱ κο(πιωντες) a. R. S1| 29 οὖν] 〈Η.)

150
αὐτὸν καὶ ἀκολουθήσωμεν αὐτῷ, ἐροῦμεν· »ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου«.

Τούτῳ δὲ ἀκόλουθόν ἐστιν εἰπεῖν ἡμᾶς καὶ τὸ »ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα«. ἔστι τις ἡμέρα ἀνθρώπου, ἔστι τις ἡμέρα τοῦ θεοῦ. τὴν ἡμέραν τῆς ἀναστάσεως τῶν ἁγίων ἐπιθυμησάτω ἕκαστος ἡμῶν, μὴ ἐκείνην περὶ ἧς γέγραπται· »οὐαὶ οἱ ἐπιθυμοῦντες ἡμέραν κυρίου· καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς«. τίς ἐστιν ὁ λέγων· »καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα«; ἡ σαφήνεια τοῦ λόγου ἐλέγξει ἡμᾶς, ὅτι ἡμέραν ἀνθρώπου [οὐκ] ἐπεθυμήσανεν. πολλάκις νοσήσαντες καὶ ἐν φαντασίᾳ θανάτου γενόμενοι ἐπὶ τῆς ἐξόδου παρακαλοῦμεν τοὺς ἐπισκοποῦντας ἡμᾶς ἀδελφοὺς καί φαμεν· αἴτησαί μοι κομίατον, αἴτησαί μοι ἐπιμένειν τῷ βίῳ. ταῦτα λέγοντες οὐχ ἡμέραν ἐπιθυμοῦμεν ἁγίαν θεοῦ, ἀλλ᾿ ἡμέραν ἀνθρώπου. διόπερ ἀποθέμενοι τὴν φιλοςωίαν καὶ τὸ ἐπιθυμεῖν ἀνθρωπίνην ἡμέραν, ζητήσωμεν τὴν ἡμέραν ἐκείνην ἰδεῖν, ἐν ᾗ τευξόμεθα τῆς ἐν Χριστῷ Ἰησοῦ μακαριότητος, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

Δύο εἰσὶν ἑξῆς ὁράσεις αἱ ἀνεγνωσμέναι Ἱερεμίου· ὧν ἡ μὲν προτέρα περιέχει τὰ περὶ τοῦ ἐν τῇ χειρὶ τοῦ κεραμέως πηλίνου σκεύους, ὅπερ ἐπιδέχεται μετὰ τὴν συντριβὴν ἐπανόρθωσιν (ἀναπλάσασθαι γὰρ αὐτὸ δυνατόν ἐστιν), ἡ δὲ ἑτέρα ὅρασις περιέχει τὰ περὶ [*](6 Amos 5, 18. — 9ff. Vgl. Cyprian. de mortal. c. 19 (CSEL 3, 308, 27ff.): cum quidam de collegis et consacerdotibus nostris infirmitate depressus et de adpropinquante morte sollicitus commeatum sibi precaretur etc. — 11 Vgl. Hier. Comm. 962: vel vitam longiorem vel etc.) [*](1 αὐτὸν] Jesum H | 3 τούτῳ — τὸ] et H | 9 οὐκ] 〈 HuH | νοσήσαντες HuH νοήσαντες S | 10 ἐπὶ τῆς ἐξόδου Hu et mortis limine urgeri H | παρακαλοῦμεν] lassas manus attollimus, orantes eos, ut pro nobis Dominum deprecentur H | 11 κομίατον] aliquod vitae spatium H ἀνοχήν Co | 12 μοι] aliquantisper H | 13 θεοῦ] Domini H | 15 Ἰησοῦ] 〈 H | 16 αἰῶνας] + saeculorum H | Ἀμήν] + ὁμιλία ιζ΄ S | 22—S. 154, 8 Hierzu Fragm. 74 in C: Δοκεῖ—αὐτεξούσιον.)

151
τοῦ ὀστρακίνου βίκου, οὗ καταχθέντος οὐκ ἔστι θεραπεία. ὅτε μὲν γὰρ πήλινον ἦν, εἰ κατεάχθη, κἂν ἤδη μεμορφωμένον ᾖ, ἐπεὶ πήλινον ἦν, ἐνεδέχετο πάλιν πάλιν εἶναι φύραμα δεύτερον καὶ κτισθῆναι δεύτερον· ὅτε δὲ μετὰ τὸ πήλινον γέγονεν ἤδη ὀστράκινον καὶ τοῦ πυρὸς ἐστόμωται, τότε οὐχ οἷόν τε ἦν μετὰ τὴν συντριβὴν τοῦ ὀστρακίνου θεραπείαν γενέσθαι αὐτῷ. τί οὖν βούλεται ταῦτα, πρότερον ἐν περινοίᾳ κατανοήσωμεν, εἶτα ἐὰν δοθῇ κατὰ λέξιν ἐξετάσωμεν. ὅσον ἐσμὲν ἐν τῷ βίῳ τούτῳ, μορφούμεθα, ἵν᾿ οὕτως ὀνομάσω διὰ τὸ πήλινον ἡμῶν σκεῦος, κεραμευτικῶς καὶ μορφούμεθα ἤτοι κατὰ κακίαν ἢ κατὰ ἀρετήν. πλὴν οὕτως μορφούμεθα ὡς ἐπιδέχεσθαι καὶ τὴν κακίαν ἡμῶν συντριβῆναι, ἵνα γένηται καινὸν κτίσμα βέλτιον, καὶ τὴν προκοπὴν ἡμῶν ἀναλυθῆναι μετὰ τὴν μόρφωσιν βέλτιον, καὶ τὴν προκοπὴν ἡμῶν ἀναλυθῆναι μετὰ τὴν μόρφωσιν αὐτῆς εἰς σκεῦος πήλινον. ἐπὰν δὲ μετὰ τὸν ἐνεστῶτα αἰῶνα ἥκωμεν, πρὸς τῷ τέλει γενόμενοι τῆς ζωῆς, ἔπειτα πυρωθέντες ἤτοι ὑπὸ τοῦ πυρὸς τῶν πεπυρωμένων τοῦ πονηροῦ βελῶν γενώμεθα ὁτιποτοῦν γινόμεθα ἢ ὑπὸ τοῦ θείου πυρός (ἐπεὶ καὶ »ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον« ἐστίν), ἐὰν γενώμεθά φημι ὑπὸ τοιοῦδε ἢ τοιοῦδε πυρὸς ὅτιποτ᾿ ἂν γενώμεθα, ἐὰν συντριβῶμεν, εἴτε ἀπὸ τοῦ καλὰ σκεύη γεγονέναι συνετρίβημεν καὶ ἀπολώλαμεν εἴτε ἀπὸ τοῦ μοχθηρὰ σκεύη γεγονέναι, οὐκ ἀνακτιζόμεθα οὐδὲ ἐπιδέχεται ἡμῆν ἡ κατασκευὴ βελτίωσιν. διὰ τοῦτο ὅσον ἐσμὲν ἐνθάδε οἱονεὶ ἐν χειρὶ τοῦ κεραμέως ὄντες, κἂν διαπέσῃ τὸ σκεῦος ἀπὸ τῶν χειρῶν αὐτοῦ, ἐπιδέχεται θεραπείαν καὶ τὸ ἀνακτισθῆναι. ταῦτα μὲν ὀλίγῳ προχειρότερον, πρὶν τὸ κατὰ τὸ λεῖπον ἐξετάσωμεν τῷ λόγῳ, εἰς τὰ δύο εἴδη τῶν ἀγγείων, τό τε πήλινον καὶ οὐδέπω ἀπωστρακισμένον καὶ τὸ δεύτερον τὸ ἤδη ὄστρακον γεγενημένον λελέχθω.

Ἴδωμεν δὲ ἀπ᾿ αὐτῆς τῆς λέξεως τὰ λεγόμενα περὶ τοῦ πηλίνου ἀγγείου τοῦ ἐν τῇ χειρὶ τοῦ κεραμέως, καὶ πῶς αὐτὸς ὁ ἐν τῷ προφήτῃ λόγος, ὁ κύριος ὁ προφητεύων ἐν αὐτῷ, ἀφορμὰς δίδωσι καὶ ἄλλας οὐ βραχείας τῆς ἑρμηνείας τῶν κατὰ τὸ πλάσμα τὸ ἐν τῇ χειρὶ τοῦ κεραμέως. »ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν παρὰ κυρίου λέγων· ἀνάστηθι καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως«. ἄνω ἐστὶν ὁ Ἱερεμίας, ὑπεραναβέβηκε τὰ πήλινα σκεύη. κάτω ἐστὶ τὰ πήλινα σκεύη, [*](7ff. Vgl. II Clem. ad Cor. 8, 1—3. — 14 Vgl. Eph. 6, 16. — 16 Hebr. 12, 29 Deut. 4, 24. — 20ff. Vgl. Chrysost. (Gh II, 466). — 29f. Vgl. Barn. 16, 9.) [*](1 καταχθέντος Blass καταχυθέντος S | 5 τε Gh | 12 εἰς κεῦος S* εἰς σκεῦος S1 | 15 γενώμεθα ὁτιποτοῦν γινόμεθα nach Diels Koetschau γενέσθαι ὅτι π᾿ οὖν γινόμεθα S | 17 ὑπὸ V ἀπὸ S | 20 ἀνακτιζόμεθα CGh (vgl. Z. 23) ἀναγκαζόμεθα S | 23 ὀλίγῳ Blass ὁ λόγος S | 23/24 πρὶν—λεῖπον] vielleicht πρὶν κατὰ λέξιν τὸ λοιπὸν vgl. Z. 7. 27? nach Koetschau | 24 τό τε w. e. sch. auch S τότε Ausgg. | 29 ἄλλας] vielleicht λαβὰς?)

152
καὶ ἡ διοικοῦσα φύσις τὰ πήλινα σκεύη συγκαταβαίνουσα διοικουμένοις κάτω ἐστί· διὰ τοῦτο ὁ λεγίμενος λόγος πρὸς Ἱερεμίαν παρὰ κυρίου φησὶν αὐτῷ· »ἀνάστηθι καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου«. Μωσεῖ λέγεται· >ἀνάβηθι εἰς τὸ ὄρος καὶ ἄκουσον<, Ἱερεμίᾳ λέγεται· >κατάβηθι εἰς τὸν οἶκον τοῦ κεραμέως καὶ ἄκουσον<· ἕκαστος γὰρ τῶν ἀκουόντων λόγον ἤτοι περὶ τῶν ἀνωτέρω διδάσκεται ἢ μανθάνει περὶ τῶν κατωτέρω. εἰ μὲν τὰ κατώτερα διδάσκομαι, καταβαίνω τῷ λόγῳ, ἵνα ἴδω τὰ κατώτερα· εἰ δὲ τὰ ἀνώτερα μανθάνω, ἀναβαίνω τῷ λόγῳ ἐπὶ τὰ ἀνώτερα, ἵνα θεάσωμαι τὰ ἐκεῖ.

Ἵνα δὲ πάντες κατὰ τὸ δυνατὸν ἑαυτοῖς παρακολουθήσητε τῷ λεγομένῳ, χρήσομαι παραδείγματα καὶ ἀπὸ τῆς γραφῆς, καὶ πρὸς τῷ παραδείγματι καὶ σαφήνειαν προσάγουσαν τῇ δεδομένῃ ἑρμηνείᾳ παραστήσω. »ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦ Χριστὸς εἰς δόξαν θεοῦ πατρός«. ἔστι δέ τις σοφία περὶ ἑκάστου τούτων· σοφία περὶ τῶν οὐρανίων, πῶς διατέτακται τὰ οὐράνια· σοφία περὶ τῶν καταχθονίων, ἐπεὶ σοφία θεοῦ ἐστι καὶ περὶ τῆς διατάξεως τῶν καταχθονίων, ὁμομίως καὶ περὶ τὼν ἐπιγείων. ἐὰν μέλλω χωρεῖν τὴν σοφίαν τὴν περὶ τῶν ἐπουρανίων, ἀναβαίνω ἐπὶ τὰ οὐράνια, ὡς Μωσῆς ἀναβέβηκεν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, ἵνα ἀκουστὴ γένηται αὐτῷ ἡ φωνὴ ἡ ἐκ τοῦ οὐρανοῦ κατὰ τὸ γεγραμμένον. ἔμελλε γὰρ διδάσκεσθαι λατρείας ἐπουρανίους· σκιὰ γὰρ καὶ ὑπόδειγμα ἐπουρανίων μυστηρίων ἐν λατρείας νόμοις τοῖς ἀναγεγραμμένοις, ὡς ἐδίδασκεν ὁ ἀπόστολος εἰπών· »οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων«. ὥσπερ οὖν μέλλων διδάσκεσθαι περὶ τῶν ἐπουρανίων ἀναβαίνω, οὕτως ἐὰν χρεία μοι ᾖ μανθάνειν περὶ τῶν καταχθονίων, κἂν προφήτης γένωμαί, καταβαίνω. καὶ τάχα διὰ τοῦτο Σαμουήλ, ἡνίκα ἐδιδάχθη τὰ καταχθόνια, καταβέβηκε κάτω καὶ γέγονεν ἐν ᾅδου, οὐ δικαζόμενος ἵνα ἐν ᾅδου γένηται, ἀλλ᾿ ἵνα γένηται κατάσκοπος καὶ θεωρητὴς τῶν μυστηρίων τῶν καταχθονίων. δύναται τοιαῦτα εἶναι κακὶ τὰ παρὰ τῷ ἀποστόλῳ περὶ τῆς σοφίας λεγόμενα, διαστελλόμενα τῷ γνῶναι »τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος«. μέλλεις γινώσκειν τὸ ὕψος, ἀναβαίνεις τῷ λόγῳ ἐπὶ τὸ [*](4 Vgl. Exod. 24, 12. — 14 Phil. 2, 10. 11. — 21 Vgl. Exod. 24, 12. 13. — 25 Hebr. 8, 5. — 29 Vgl. I Sam. 28. — 33 Eph. 3, 18.) [*](5/6 εἰς τὸν οἶκον τοῦ κεραμέως καὶ ἄκουσον Lo καὶ ἄκουσον εἰς τὸν οἶκον τοῦ κεραμέως S | 6 λόγον V λόγων S | 8 διδάσκομαι] διδάσκων μὲν S | 11 παρακολουθήσετε S* παρακολουθήσητε S1 | 13 δεδομένῃ Gh δεομένῃ S | 16 πατρός] + ἀμήν V | 23 σκιὰ] σκιὰν S | 25 ἐδίδαξεν Blass | 26 μέλλω S* μέλλων S1 ᾖ Gh ἦν S ἦν V.)

153
ὕψος· μέλλεις γινώσκειν τὰ μεταξὺ τοῦ ὕψους καὶ τοῦ βάθους, γινώσκεις τὸ πλάτος καὶ τὸ μῆκος. πανταχοῦ φθάνει ὑπὸ τοῦ λόγου ὁδηγούμενος τοῦ διδάσκοντος περὶ πάντων ὁ δυνάμενος ἀκολουθεῖν νοῦς τῷ υἱῷ τοῦ θεοῦ. ἀκολουθεῖ δὲ ἀποταξάμενος τῷ κόσμῳ καὶ αἴρων τὸν σταυρόν· οὗτος γὰρ δύναται ἀκολουθεῖν τῷ Ἰησοῦ ὁ δυνάμενος εἰπεῖν· »ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ«.

Ἔδει παραμυθήσασθαι τὸ »κατάβηθι εἰς οἶκον τοῦ κεραμέως, κἀκεῖ ἀκούσεις τοὺς λόγους μου«. ἔδει γὰρ αὐτὸ συγκρῖναι τῷ >ἀνάβηθι καὶ ἀκούσεις τοὺς λόγους μου<. τῶν γὰρ ἀκουόντων οἱ μὲν ἀναβαίνουσιν ἵνα διδαχθῶσιν, ἀναβαίνουσιν δὲ οὐ πάντως σωματικῶς· οἱ δὲ καταβαίνουσι καὶ τὴν ψυχὴν ἔχουσιν ἄνω, ὑπὲρ τοῦ ἰδεῖν τὸν λόγον τὸν ἀνωτάτω περὶ τῶν κατωτάτω. αὐτὸς ὁ κύριός μου Ἰησοῦς Χριστὸς ἀναβέβηκε καὶ καταβέβηκεν· >ὁ γὰρ ἀναβὰς αὐτός ἐστι καὶ ὁ καταβὰς αὐτός ἐστιν ὑπεράνω πάντων τῶν οὐρανῶν<. ἐάνπερ οὖν καὶ σὺ μέλλῃς τὸν ἀναβάντα ἀνωτάτω νοεῖν τὸν λόγον τὸν περὶ τῶν ἀνωτάτω, τὸν καταβάντα εἰς τὰ κατώτατα συνιέναι τὸν περὶ τῶν κατωτάτω διδάσκοντα, »μὴ εἴπῃς· τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν· ἤ· τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν [ἀναγαγεῖν. ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; | τουτέστι Χριστὸν] ἐκ νεκρῶν ἀναγαγεῖν. ἀλλὰ τί λέγει ἡ γραφή; ἐγγύς σου τὸ ῥῆμα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου«, δι᾿ οὗ ἀναβαίνεις εἰς τὸν οὐρανόν. καὶ περὶ τῆς ἀνόδου »ἐγγύς σού ἐστι τὸ ῥῆμα«, καὶ περὶ τῶν κατωτάτω »ἐγγύς σού ἐστι τὸ ῥῆμα«· καὶ τί γὰρ ἀλλ᾿ ἢ τὸν λόγον τὸν πανταχοῦ ὁ ἅγιος δύναται ἔχειν ἐν ἑαυτῷ; »ἡ« γὰρ »βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι«.

Καταβαίνει οὖν ὁ προφήτης εἰς τὸν τοῦ κεραμέως οἶκον καὶ διηγεῖται ἃ ἐθεάσατο λέγων· »καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν χειρῶν αὐτοῦ, καὶ διέπεσε τὸ ἀγγεῖον ὃ αὐτὸς ἐποίει ἐν τῷ πηλῷ ἐν ταῖς χερσὶν αὐτοῦ· καὶ πάλιν ἐποίησεν αὐτὸ ἕτερον ἀγγεῖον, καθὼς ἤρεσεν ἐναντίον αὐτοῦ ποιῆσαι«. ἀλλ᾿ οὐκ οἶδα τί ἑώρακεν ὁ προφήτης παρὰ τῷ κεραμεῖ γενόμενος. εἶδε γὰρ ἐργαζόμενον τὸν κεραμέα· πήλινον ἦν τὸ σκεῦος τὸ γεγενημένον· διέπεσε τὸ σκεῦος. τί ἀκριβῶς οὐκ εἶπεν· ἀφῆκε τὸ σκεῦος ἐκ τῆς χειρὸς αὐτοῦ, οὐδὲ τῷ κεραμεῖ [*](4f. Vgl. Matth. 16, 24 Par. — 6 Gal. 6, 14. — 8 Vgl. Exod. 24, 12.— 13 Eph. 4, 10. — 17 Röm. 10, 6—8. — 25 Luk. 17, 21.) [*](1 ὕψος] wohl einzuschieben: μέλλεις γινώσκειν τὸ βάθος, καταβαίνεις τῷ λόγῳ ἐπὶ τὸ βάθος | 2 ὑπὸ Blass ἀπὸ S | 5 οὗτος] οὕτως S | 10 δὲ Gh | 10/11 οἱ δὲ καταβαίνουσι] καταβαίνουσι δὲ Co | 19/20 ἀναγαγεῖν—Χριστὸν streicht Co | 22 τῆς ἀνόδου] vielleicht τῶν ἀνωτάτω? so Co (+ γινώσκεις) | 27/28 τῶν χειρῶν αὐτοῦ] τῶν λίθων LXX τοῦ ὀργάνου Σ΄ Θ΄.)

154
ἀνέθηκε τὴν αἰτίαν; ἀλλ᾿ ἐπεὶ ὁ λόγος ἐστὶ περὶ ἐμψύχων σωευῶν, ἅτινα παρ᾿ ἑαυτὰ διαπίπτει, διὰ τοῦτο εἴρηται· »διέπεσε τὸ σκεῦος ἀπὸ τῶν χειρῶν αὐτοῦ«. πρόσεχε οὖν καὶ σὺ σαυτῷ, μήποτε ἐν ταῖς χερσὶν ὢν τοῦ κεραμέως καὶ ἔτι πλασσόμενος παρὰ σαυτὸν διαπέσῃς ἐκ τῶν χειρῶν αὐτοῦ. »οὐδεὶς« μὲν γὰρ ἁρπάζει »ἐκ τῶν χειρῶν αὐτοῦ« κατὰ τὰ εἰρημένα ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ. οὐ μὴν γέγραπται ὅτι ὡς οὐδεὶς ἁρπάζει, οὕτως οὐδεὶς διαπίπτει ἐκ τῶν χειρῶν αὐτοῦ· τὸ γὰρ αὐτεξούσιον ἐλεύθερόν ἐστι. καί φημι· οὐδεὶς μὲν ἁρπάσει ἐκ τῆς χειρὸς τοῦ ποιμένος, ἐκ τῆς χειρὸς τοῦ θεοῦ οὐδεὶς δύναται ἡμᾶς λαβεῖν· δυνάμεθα δὲ ἡμεῖς ἀμελήσαντες διαπεσεῖν ἐκ τῶν χειρῶν αὐτοῦ.

»Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων· εἰ καθὼς ὁ κεραμεὺς οὕτως οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος Ἰσραήλ; φησὶ κύριος«. ἕκαστος κατὰ δύναμιν νοεῖ τὰ γεγραμμένα, ὁ μὲν ἐπιπολαιότερον οἷον ὡς ἐξ ἐπιπέδου πηγῆς λαμβάνων τὸν νοῦν ἀπ᾿ αὐτῶν, ὁ δὲ βαθύτερον ὡς ἀπὸ ἀπὸ φρέατος ἀνιμῶν. καὶ δύνανται ἀμφότεροι ὠφελεῖσθαι, ἐπεὶ τὸ αὐτὸ τῷ μέν ἐστι πηγή, τῷ δὲ φρέαρ. μαρτυρεῖ τὸ εὐαγγέλιον, ἡνίκα διηγεῖται τὰ περὶ τὴς Σαμαρίτιδος· ἐκεῖ γὰρ ὀνομάζεται τὸ αὐτὸ »πηγὴ« καὶ »φρέαρ«, καὶ ἀνὰ μέρος ποτὲ λέγεται πηγὴ καὶ ποτὲ φρέαρ. κατανοείτω δὲ ὁ δυνάμενος, ἵνα εἰδῇ ὅτι τὸ αὐτὸ τῇ ὑποστάσει τῷ μὲν ἐπιπολαίῳ πηγή ἐστι, τῷ δὲ βαθυτέρῳ φρέαρ ἐστί. προοίμιόν μοι τοῦτό ἐστι τῆς μελλούσης διηγήσεως διὰ τὸ ἀγγεῖον τὸ πήλινον τὸ διαπεσὸν ἀπὸ τῆς χειρὸς τοῦ κεραμέως καὶ αὖθις πλασθέν. τινὲς ἐθεώρησαν ταῦτα ἁπλούστερον καὶ ἐνόησαν. παραθήσομαι ὑμῖν τὸν ἐκείνων λόγον καὶ τὴν διήγησιν· μετὰ ταῦτα ἐάν τι ἔχωμεν βαθύτερον καὶ τοῦτο διηγησόμεθα. δύναται, φασίν, ἐνταῦθα δηλοῦσθαι τὰ περὶ τῆς ἀναστάσεως. εἰ γὰρ τὸ πήλινον ἀγγεῖον διέπεσεν ἀπὸ τῶν χειρῶν τοῦ κεραμέως καὶ ἀπὸ τῆς αὐτῆς ὕλης τοῦ πηλοῦ τοῦ αὐτοῦ ποιεῖ »αὐτὸ ἀγγεῖον ἕτερον καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ«, δύναται ὁ κεραμεὺς θεὸς τῶν σωμάτων ἡμῶν, ὁ δημιουργὸς τῆς κατασκευῆς ἡμῶν, ἐπὰν διαπέσῃ τοῦτο καὶ συντριβῇ

καθ᾿ οἵαν δήποτε αἰτίαν, ἀναλαβεῖν αὐτὸ καὶ ἀνακαινῶσαι καὶ ποιῆσαι αὐτὸ ὡραιότερον καὶ βέλτιον »ἀγγεῖον ἕτερον καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ ποιῆσαι«.

[*](5 Vgl. Joh. 10, 29. — 14ff. Vgl. Philo de ebriet. I, 374. 375 M: σοφίαν . . . ἀπεικάζει φρέατι· βαθεῖα γὰρ καὶ οὐκ ἐπιπόλαιος κτλ. — 18 Vgl. Jog. 4, 6. 11. 12.)[*](3 σαυτῷ Gh σαυτοῦ S | 4 ἔτι πλασσόμενος] nach C: ἔτι πλαττόμενοι; ἐπιπλασσόμενος S | 9 μὲν] ἡμᾶς? Gh | 10 δὲ Co | 13 οὕτως] οὗτος Hu LXX | 14—34 Hierzu Fragm. 75 in C: Νοηθείη — ἰσόπεδος | 15 ὡς ἐξ] ὡσεὶ S (οἱονεὶ) ἐξ Gh | 18 διηγεῖται V διηγεῖτο S | Σαμαρίτιδος Blass Σαμαρείτιδος S | 22 μοι] vgl. S. 177, 25 μου S | 26 φησὶν S* φασὶν S1.)
155

Ἐχέτω καὶ αὕτη ἡ διήγησις χάριν.