In Jeremiam (Homiliae 12-20)

Origen

Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Ἀλλ᾿ ἐρεῖς τις τῶν ἀκουόντων· διήγησαι καὶ τὸ »διπλᾶς«· ἔστω γὰρ ἀπολαμβάνειν με τὰς ἁμαρτίας πρῶτον, ἵνα ἐπὰν ἀπο λάβω τὰς ἁμαρτίας, μετὰ τοῦτο πληρωθῇ τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον· »εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός« — τί δήποτε »διπλᾶς« ἀπολαμβάνω τὰς ἁμαρτίας; ἀλλὰ λεκτέον ὅτι »δοῦλος ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου καὶ μὴ ποιήσας κατὰ τὸ θέλημα αὐτοῦ, δαρήσεται« οὐκ ὀλίγας ἀλλὰ »πολλάς«. ἄξιον οὖν ἐστι τοὺς μὲν ἀπὸ τῶν ἐθνῶν ἁμαρτάνοντας ἀπολαμβάνειν αὐτῶν ἁπλᾶ τὰ ἁμαρτήματα, ἡμᾶς δὲ διπλᾶ ἡμῶν ἀπολαμβάνειν τὰ πταίσματα· »ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν λέλλοντος τοὺς ὑπεναντίους«. [*](6 Deut.32,39. — 7 Hiob5,18. — 9 Psal.14,1—3.—15 Sir.8,5.—16 Psal.14,3.4 — 23 I Kor.3,15 — 25 Luk. 12,47. — Vgl. Hier. Comm. 955. — 29 Hebr. 10,26. 27.) [*](1 ἀγαθά1] vgl. ἀγαθά2 u. Z. 2; κακά S; H sehr frei | 1/2 ἵνα—κακά1] vitia aeterna permaneant H | 2/3 ἀλλὰ—ἀγαθά nach H: sed ante recipiemus mala, et deinde bona | 4 μετὰ—ἀγαθά] virtutes permaneant in aeternum H | 4/5 διὸ—γραφαῖς] Observa omnem thesaurum Scripturarum, et invenies semper H | 8/9 ἔστι—διακείμενον] ergo, qui justus est, intellectu pio considerans H | 9 λεγόμενα] + ingemiscat et H | 18 ἔχοντες] + in nobis H | 20 ἐρεῖ] + mihi H | τὸ nach H: id quod sequitur | 21/22 πρῶτον—τοῦτο] ut H| 26 κατὰ—ἀλλὰ] eam (+ plagis Vall.) vapulabit H | 28/29 ἡμῶν—πταίσματα] dicente apostolo H | 29 γὰρ] 〈 Η.)

140
Προεφητεύθη τὰ περὶ τῶν ἁλιευθησομένων καὶ θηρευθσομένων καὶ ἀποληψομένων πρῶτον διπλᾶς τὰς ἁμαρτίας αὐτῶν. μετὰ ταῦτα προφητεύεται ἡ κλῆσις τῶν ἐθνῶν σαφέστερον, οὐχὶ καλουμένων ἀλλὰ κεκλημένων, καὶ οὐχὶ μὴ εἰδότων τί ἐξομολογήσωνται καὶ τί εὐχαριστήσωσιν, ἀλλ᾿ ἤδη μεμαθηκότων. ἐν γὰρ τοῖς προτέροις ἐμανθάνομεν ὅτι ἐκλήθησαν, ἡλιεύθησαν, ἐθηρεύθησαν, τί πείσονται δὲ ἐν τοῖς δευτέροις. ἴδωμεν τί προφήτεύει περὶ ἡμῶν ἤδη μανθανόντων εὔχεσθαι, μᾶλλον δὲ μεμαθηκότων.

»κύρις, ἰσχύς μου καὶ βοήθειά μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν· πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ᾿ ἐσχάτου τῆς γῆς καὶ ἐροῦσιν· ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα«. ἀπ᾿ ἐσχάτου τῆς γῆς ἦλθε τὰ ἔθνη πρὸς τὸν θεόν, καὶ εἴρηκε τὰ ἔθνη· »ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα«; πῶς »ἀπ᾿ ἐσχάτου τῆς γῆς«; εἰσί τινες τῆς γῆς πρῶτοι καί εἰσί τινες τῆς γῆς ἔσχατοι. τίνες πρῶτοι; >οἱ σοφοὶ τοῦ κόσμου< τῆς γῆς πρῶτοι, οὐχ ἁπλῶς πρῶτοι· >οἱ σοφοὶ τοῦ κόσμου, οἱ εὐγενεῖς<, οἱ πλούσιοι, οἱ ἀξιωματικοί. τίνες οἱ ἔσχατοι; >τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, τὰ ἀγενῆ, τὰ ἐξουθενήμένα, τὰ μὴ ὄντα<. »ἥξουσιν« οὖν »ἔθνη ἀπ᾿ ἐσχάτου τῆς γῆς«, ὡσεὶ ἔλεγεν· ἀπὸ τελευταίων τῶν ἐπὶ γῆς ἀνθρώπων, ἀπὸ μωρῶν, ἀπὸ ἀγενῶν, ἀπὸ ἐξουθενημένων, »καὶ ἐροῦσιν· ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα«. οὐχ ὅτι ἔστι τινὰ εἴδωλα ἀληθῆ, ὧν πρὸς ἀντιδιαστολὴν λέγεται τὰ ψευδῆ, ἀλλὰ εἴδωλα, ἅτινα τῇ φύσει ἐστὶ ψευδῆ· »καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα«.

»Εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς«. οὐ μόνον ἀπὸ τῶν ἀγαλμάτων ποιοῦσιν ἑαυτοῖς ἄνθρωποι θεούς, ἀλλ᾿ εὑρήσεις καὶ ἀπὸ τῶν ἀναπλασμάτων ποιοῦντας ἀνθρώπους ἑαυτοῖς θεούς· ὅσοι γὰρ δύνανται ἀναπλάσαι θεὸν ἕτερον καὶ κοσμοποιίαν ἄλλην παρὰ τὴν [*](2ff. Vgl. Theodoret. (Gh II, 435): κλῆσις τῶν ἐθνῶν προφητεύεται ὡς ἡλιευμένων ἤδη καὶ μεμαθηκότων ἐξομολογεῖσθαι. — 15. 17 Vgl. I Kor. 1,25—28.) [*](1 ἁλιευθησομένων Koetschau | 3 σαφέστερον] 〈 Η | 4—8 καὶ1—μεμαθηκότων] et sciunt laudes referre pro gratia: et in Ecclesia consistentes, confitentur et adorant nomen ejus H | 4 ἐξομολογήσωνται Ru ἐξομολογήσονται S | 5/6 ἐμανθάνομεν u. τί] Blass | 11 καὶ οὐκ Lo (vgl. Z. 13. 21) nec H | ὠφέλημα] + quomodo H vgl. Z. 13 | 12 θεόν] Dominum H | τὰ ἔθνη] 〈 Η | ψευδῆ| quam falsa H | 13 πῶς] quinam isti sunt qui veniunt H | 15/16 τῆς—κόσμου] 〈 Η | 17/18 τὰ2— ὄντα] ut confundat fortia, et ea quae non erant ut destruat quae sunt H (vgl. I Kor. 1, 27. 28) | 18 οὖν] 〈 Η | 22—S. 142, 8 Hierzu Fragm. 65 in C: Ψευδῆ—ἀναπλάσματα | 22 ἀντιδιαστολὴν] + nunc H | 23 ἅτινα nach H: quae τινα S | 25 θεούς] + et isti non sunt dii H | 28—S. 141,2 θεὸν—πάντες] creatorem extra universitatis Deum, alium Spiritum sanctum, alium Christum, alia saecula extra haec quae cernimus, omnes H | 28 ἕτερον] + παρὰ τὸν τῶν ὅλων mit H?)

141
ὑπὸ τοῦ πνεύματος ἀναγεγραμμένην, οἰκονομίαν κόσμου παρὰ τὸν ἀληθῆ κόσμον [περὶ οἰκονομίας κόσμου], οὗτοι πάντες ἐποίησαν ἑαυτοῖς θεοὺς καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν. οἷον νόησόν μοι εἴτε ἐν Ἕλλησι τοὺς γεννήσαντας δόγματα, φέρ᾿ εἰπεῖν, τῆςδε τῆς φιλοσοφίας ἢ τῆςδε, εἴτε ἐν ταῖς αἱρέρσεσι τοὺς γεννήσαντας πρώτους δόγματα, οὗτοι ἐποίησαν ἑαυτοῖς εἴδωλα καὶ ἀναπλάσματα τῆς ψυχῆς καὶ στραφέντες προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἀποδεξάμενοι ὡς ἀλήθειαν τὰ ἴδια ἀναπλάσματα. πάντας οὖν τοὺς αἰσθητῶς καὶ τοὺς νοντῶς ποιοῦντας ἑαυτοῖς θεοὺς διελέγχων ὁ λόγος φησίν· »εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς, καὶ οὗτοι οὐκ εἰσὶ θεοί; διὰ τοῦτο ἐγὼ δηλώσω αὐτοῖς τὴν χεῖρά μου ἐν τῷ καιρῷ τούτῳ, καὶ γνωγριῶ αὐτοῖς καὶ τὴν δύναμίν μου«. ποίῳ καιρῷ ἢ τούτῳ; δεικνύων δὲ τὸν καιρὸν τῆς παρουσίας τοῦ κυρίου·»καὶ γνώσονται« φησίν »ὅτι ὄνομά μοι κύριος«.

Εἶτα ἄλλη ἐστὶ προφήτεία, ἣν οὐκ οἶδ᾿ ὅπως παρὰ τοῖς Ἑβδομήκοντα οὐχ εὕρομεν, εὕρομεν δὲ ἐν ταῖς λοιπαῖς ἐκδόσεσι, δῆλον ὅτι κειμένην ἐν τῷ Ἑβραϊκῷ, καὶ πεπλήρωται πραγμάτων ἀναγκαιοτάτων, δυναμένων ἐὰν προσέχωμεν ἐπιστρέχαι τὴν ψυχὴν ἡμῶν. οὕτως δὲ ἔχει τὰ ῥήματα· »ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν«. ἔστιν ἐπὶ τὸ εὐχερέστερον ἑαυτὸν ἐπιδοῦναι καὶ εἰπεῖν· περὶ τῶν Ἰουδαίων ταῦτα γέγραπται ὅτι ἡ ἁμαρτία αὐτῶν »γέγραπται«. ἀλλ᾿ ἐὰν ἴδῃς, ὡς πολλάκις ἐδείξαμεν, Ἰούδαν τροπικῶς λεγόμενον τὸν Χριστόν, μήποτε »ἁμαρτία Ἰούδα« ἡμῶν ἐστι τῶν πιστευόντων ἐπὶ τὸν Χριστὸν τὸν ἐκ φυλῆς Ἰούδα. εἰ δὲ δύνασαι καὶ ἄλλως ἀκοῦσαι μυστικώτερον, τάχα περὶ Ἰούδα προφητεύει τοῦ παραδόντος, ὡς εἶναι περὶ αὐτοῦ τὴν προφητείαν λέγουσαν· »ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ διδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους [*](15ff. Vgl. Hexapla u. TU NF I, 3, 53f. — Vgl. Hier. Comm. 956. Vgl. Hebr. 7, 14.) [*](1 ἀναγεγραμμένην] + καὶ ἄλλην Co | τὸν] τὴν Co | 3 χειρῶν] + suarum H | 6 ψυχῆς] + putaverunt Deum H | 9 διελέγχων] + nunc H | 12 καὶ—καὶ] ostendam illis H | 13 δεικνύων—καιρὸν] 〈 Η | 13/14 καὶ—φησίν Co Et scient H | 18 τὴν ψυχὴν ἡμῶν] Lectorem H | 20 αὐτῶν Co (vgl. S. 142,1) eorum H αὐτοῦ S | 21/22 ἔστι—γέγραπται2] Quoniam difficile est aliquem se malum confiteri, ideo Judaei qui exemplaria nonnulla falsarunt, etiam in hoc loco pro peccato Juda, peccatum eorum posuerunt H vgl. TU NF I, 3, 22 Anm. 6 | 21 ἔστιν ἐπὶ τὸ εὐχερέστερον] oder ist zu. vgl. Philoc. 1, 28 (Ro 33, 17. 18: εἰ δέ τις προπετέστερον ἑαυτὸν ἐπιδῴη, κτλ.) u. 5, 7 (48, 29. 30: τολμηρότερον ἐμαυτὸν τῷ ὑπαγορεύειν ἐπιδίδωμι)? ἐπεὶ δυσχερέστερον Hu | 24 ἡμῶν] peccatum nostrum H | 25 καὶ ἄλλως] 〈 Η | 26/27 ὡς—λέγουσαν] 〈 Η.)

142
τῆς καρδίας«· ἀλλὰ πάλιν οὐκ ἀκολουθεῖ ἐπ᾿ ἐκείνου τὸ »αὐτῶν«. μήποτε οὖν ἐφ᾿ ἡμᾶς ἔλεγεν, ἐὰν γενώμεθα ἁμαρτωλοί, ταῦτα φθάνειν τὰ προφητευόμενα. ἡμάτρομεν, καὶ ἡ ἁμαρτία ἡμῶν οὐκ ἔξω ἡμῶν γέγραπται,κ ἀλλ᾿ ἐν τῇ καρδίᾳ ἡμῶν, καὶ γράφεται »ἐν σιδηρῷ γρφείῳ, ἐν ὄνυχι ἀδαμαντίνῳ«. ὅτι δὲ τὰ ἁμαρτήματα, ἃ ἁμαρτάνομεν, ἐγγράφεται εἰς ἡμᾶς διὰ τοῦ ἁμαρτάνειν, παραστήσει αὐτὸ τὸ πρᾶγμα. οὐ συνῄδειν ἐματῷ τόδε τὸ πρᾶγμα ἢ τήνδε τὴν ἁμρτίαν. ποιήσας αὐτὴν ἔχω τύπον αὐτῆς, καὶ οἱονεὶ γέγραπται ὁ τύπος [αὐ]τῆς ἁμαρτίας μου τῆς ἡμαρτημένης ἐν τῇ ψυχῇ μου. καὶ εἰ μὲν ἦν ἡ ἁμαρτία μου γεγραμμένη μέλανι, ἀπήλειψα ἂν αὐτήν· νῦν δὲ γέγραπται »ἐν σιδηρῷ γραφείῳ«, γέγραπται »ἐν ὄνυχι ἀδαμαντίνῳ«, γέγραπται »ἐπὶ τοῦ στήθους τῆς καρδίας« ἡμῶν, ἵνα ἔλθω ἐπὶ τὸ διδαστήριον καὶ πληρωθῇ ἡ λέγουσα προφητεία· »οὐδὲν κρυπτὸν ὃ οὐ φανερωθήσεται, καὶ οὐδὲν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται«. ἐγυμνώθη μου τὸ στῆθος καὶ ἡ καρδία ἔχουσα τὸ γράμματα ἐγγεγραμμένα τῆς ἁμαρτίας »ἐν τῷ γραφείῳ τῷ στήθει μου καὶ ἐν τῇ καρδίᾳ μου τοὺς τύπους μου τῶν ἁμαρτημάτων. »οὐδὲν γὰρ κρυπτὸν ὃ οὐ φανερωθήσεται«, ἀλλὰ »καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων«, καὶ »μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν«. τίνι φανερώσει; οὐχ αὑτῷ· αὐτὸς γὰρ οἶδε »τὰ πάντα πρὶν γενέσεως αὐτῶν«. ἀλλὰ [καὶ] τίνι φανερώσει; πᾶσι τοῖς μέλλουσι βλέπειν διὰ τὴν αὐτῶν καθαρότητα τὴν ἁμαρτίαν τοῦ ἡμαρτηκότος, ἵνα οἱ ἁμαρτωλοὶ >ἀναστρῶσιν εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον<· ἀφ᾿ ὧν ῥύσηται ἡμᾶς ὁ τῶν ὅλων θεός, ἵν᾿ εἰς δόξαν τὴν ἐν Χριστῷ ἀναστῶμεν, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

[*](13. 18 Matth. 10, 26 Par. — 18 Röm. 2, 15. — 20 I Kor. 4, 5. — 22 Vgl. Sus. 35a (LXX) 42 (Θ΄). — 25 Vgl. Dan. 12, 2 (LXX u. θ΄).)[*](1 καρδίας] + αὐτῶν Co H | 2 μήποτε οὖν] Igitur (ut supra diximus) H | 6 αὐτὸ τὸ πρᾶγμα] ex his quae sequuntur H | 8/9 καὶ—μου2] et semper ante oeulos codis mei delicti pompa depingitur H, der hier überhaupt sehr frei übersetzt | 10 ἂν Blass Lietzmann | 13 λέγουσα] + α christo H | 17 καὶ—μου2] 〈 Η | 18 ἀλλὰ] 〈 Η | 20 κρίνετε Hu κρίνεται S | ὃς] 〈 Η | 23 καὶ—πᾶσι] 〈 Η | καὶ streicht Blass | 23/24 μέλλουσι—καθαρότητα] qui cum illo venturi sunt, et propter puritatem mentis et corporis Agnum sequentur, ostendat H | 25 ἵνα] + resurgant justi in gloriam H vgl. Dan. 12,2 | 26 ῥύσηται nach H: liberet ῥύσεται S | τῶν ὅλων] 〈 Η | 27 Ἀμήν] + ὁμιλία ις΄ S.)
143

Ἐπὶ τὸ διαβόητον ζήτημα ἐληλύθαμεν ἰδεῖν τίς ἐστιν ὁ πέρδιξ, περὶ οὗ νῦν φησιν ἡ γραφή· »ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκε, ποιῶν τὸν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως. ἐν ἡμίσει ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτόν, καὶ ἐπ᾿ ἐσχάτων αὐτοῦ ἔσται ἄφρων«. ἐκ τοῦ περὶ φύσεως ζώων δεῖ ἀναλαβεῖν τίνα ἱστόρηται περὶ τοῦ πέρδικος, ἵνα εἰδότες τὰ περὶ τὸ ζῶον εἰδῶμεν πότερον ἐπὶ κρείττονος τάξαι δεῖνῦν λεγόμενον τὸν πέρδικα ἢ ἐπὶ χείρονος. λέγεται δὴ ζῶον εἶναι κακοηθέστατον καὶ δόλιον καὶ πανοῦργον, καὶ ἀπατᾶν βουλόμενον τοὺς θηρεύοντας καὶ πολλάκις κυλιόμενον περὶ τοὺς πόδας τοῦ θηρεύοντος, ἵνα αὐτὸν περιστάσῃ ὡς ἐγγὺς ὂν τὸ ζῶον πρὸς τὸ μὴ ἥκειν ἐπὶ τὴν καλιάν. καὶ ἡνίκα ἐὰν στοχάσηται περιεσπακέναι τὸν θηρευ- [*](1ff. Vgl. Ambros. Epist. 32, 1—8 (MPL 96, 1069): Celeberrima quaestio; et ideo ut possimus eam absolvere, quid de natura avis istius habeat historia, con- sideremus. — 7ff. Vgl. Aristot. hist. anim. 9, 8: Ὅταν δέ τις θηρεύῃ περιπεσὼν τῇ νεοττιᾷ, προκυλινδεῖται ἡ πέρδιξ τοῦ θηρεύοντος, ὡς ἐπίληπτος οὖσα, καὶ ἐπισπᾶται, ὡς ληψόμενον ἐφ᾿ ἑαυτήν, ἕως ἂν διαδράσῃ τῶν νεοττῶν ἕκαστος. μετὰ δὲ ταῦτα ἀναπτᾶσα αὐτὴ ἀνακαλεῖται πάλιν . . . . ὥσπερ δ᾿ εἴρηται, κακόηθες τὸ ὄρνεόν ἐστι, καὶ πανοῦργον. Hier. Comm. 960. 961. — 10ff. Vgl. Ambros. l. c.: Dicitur itaque avis ista plena esse doli, fraudis, fallaciae, quae decipiendi venatoris vias calleat, atque artes noveit, ut eum a pullis avertat suis; omniaque tentamenta versutiae non praetermittere, quo possit venantem abducere a nido et cubilibus suis. Certe si insistere adverterit, tamdiu illudit, quamdiu soboli fugiendi signum tribuat et potestatem. Quam ubi evasisse senserit tunc se et ipsa subtrahit, et lubrica arte deceptum insidiantem relinquit.) [*](1 μέχρι τοῦ] congregavit quae non peperit, faciens divitias suas non cum judicio. In medio dierum ejus derelinquent eum, et in novissimis suis erit insipiens. Thronus gloriae exaltatus ab initio locus, sanctificatio nostra, sustentatio Israel. Domine, omnes qui te dereliquerunt, confundantur decedentes, super terram scribantur, quia dereliquerunt fontem vitae Dominum. Sana me, Domine, et sanabor; salvum me fac, et salvus ero, quoniam gloriatio mea tu es. Ecce ipsi dicunt ad me: Ubi est sermo Domini? veniat. Ego autem non laboravi subsequens post te H (= Jerem. 17,11—16) | 3 Homilia IIII H | 4 τίς] quid H | 7—S. 146, 21 Hierzu Fragm. 67 in C: Ἐν—ἠλέγχετο | 7/8 ἐκ—πέρδικος] ἐν τῇ περὶ ζώων ἱστορίᾳ λέγεται C Ex natura volucris dignum videtur quamdam historiam commenorare H | 9 εἰδῶμεν πότερον nach H: scire possimus utrum μὲν πρότερον S | 9/10 τάξαι δεῖ Blass referamus H | 10 δὴ] autem H | 13/14 ἵνα—καλιάν] et in medio ejus conatu, quasi jam apprehendendus elabitur. Praedam sui ex vicinitate promittit: et hoc agit, ne ad nidum foetuum suorum citus venator occurrata H.)

144
τὴν καὶ τὰ νεοσσία πεφευγέναι, τότε καὶ αὐτὸς ἀφίπταται. ἔστι δὲ τὸ ζῶον πάνυ ἀκάθαρτον ὥστε τοὺς ἄρρενας μονομαχεῖν πρὸς ἀλλήλους περὶ τῆς μίξεως καὶ ἄρρενα ἄρρενα ἐπιβαίνειν. εἰ οὖν καὶ κακόηθες εἰ καὶ ἀκάθαρτον, εἰ καὶ πανοῦργον, εἰ καὶ ἀπατηλὸν τοῦτο τὸ ζῶόν ἐστι, δῆλον ὅτι τάξαι ἐπὶ κρείττονος αὐτὸ καὶ εἰπεῖν ἐπὶ τὸν σωτῆρα δύνασθαι ἀναφέρεσθαι ἀσεβὲς εἶναι φαίνεται. δεῖ οὖν ἰδεῖν, ἂν θέλωμεν αὐτὸ ἑρμηνεῦσαι ἐπὶ τὸν ἀντικείμενον, εἰ ἀκολουθεῖ ἡμῖν ὅλη ἡ ἑρμηνεία.

Ἀρξώμεθα δὴ ἀπὸ τοῦ »ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκεν«. οὐκοῦν οὐ τὰ ἴδια κτίσματα συνάγει ὁ διάβολος, οὐχὶ ἃ ἐγέννησε συνάγει, ἀλλ᾿ ἐπὰν φωνήσῃ, συνάγει τὰ ἄλλου κτίσματα καὶ ποιεῖ αὐτὰ ἴδια. ἐφώνησε πέρδιξ διὰ Οὐαλεντίνου, ἐφώνησε πέρδιξ διὰ Μαρκίνωνος, ἐφώνησε διὰ Βασιλείδου, διὰ πάντων τῶν ἑτεροδόξων· οὐδεὶς γὰρ ἐκείνων ἠδύνατο εἰπεῖν τὴν φωνὴν Ἰησοῦ· »τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούσουσιν«. ἀλλ᾿ ἡ φωνὴ μὲν τοῦ Ἰησοῦ ἐν Παύλῳ καὶ Πέτρῳ· διὸ ἔλεγεν ὁ Παῦλος· »εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ«; φωνὴ δὲ τοῦ συναγαγόντος ἃ οὐκ ἔτεκε πέρδικος ἐν τοῖς ἀποπλανῶσι καὶ ἀπατῶσι διὰ τὴν ἀκεραιότητα καὶ διὰ τὸ ἀπαράσκευον τοὺς ἁπλουστέρους τῶν πιστευόντων. »ἐφώνησεν« οὖν »πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκεν, ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως«. ἐπλούτησεν ὁ πέρδιξ. ἴδε πόσαι αὐτοῦ εἰσι μυριάδες· πολλαὶ τοῦ πέρδικος γεγόνασι, τῆς δυνάμεως τῆς ἀντικειμένης. καὶ ἐποίησε [*](1ff. Vgl. Ambros. l. c.: Fertur etiam promiscuae esse permixtionis ut in [+ mares veluti ms. Colb.] feminas cum summo certamine mares irruant, et vaga calescant libidine. Unde impurum et malevlum et fraudulentum animal adversario et circumscriptori generis humani, fallacissimoque, et impuritatis auctori conferendum putatur. — Vgl. Arist. l. c.: οἱ ἄρρενες κεκράγασι καὶ μάχονται συνιόντες . . . ὁ δὲ ἡττηθεὶς μαχόμενος ἀκολουθεῖ τῷ νικήσαντι ὑπὸ τούτου ὀχευόμενος μόνου.— 9ff. Vgl. Hier. Comm. 961. — 10—12 οὐκοῦν—ἴδια] Dass dies eine Natureigenschaft des Thieres sei, wird oft behauptet (Stellen vgl. bei Hu zu d. St.). Sollte nicht auch Origenes es in § 1 erwähnt haben? — 14 Joh. 10,27.—16 II Kor. 13,3.) [*](1 νεσσία] vgl. S. 52,24 u. ö. νεοττὰ S νεοσσοὺς C | 2 ἀκάθαρτον] + Ambigendum non est de eo quod dicturi sumus, quod ex iis qui mansueti in caveis nutriuntur veritas approbatur H (vgl. TU NF I, 3, 26) | 2/3 ὥστε—ἐπιβαίνειν] masculus in masculum consurgit, obliviscitur sexum libido praeceps, pugnatur ad coitum, et una palma victoris est polluisse quem vicerit H | 3 ἄρρενα1] +μετὰ νίκην C | 6/7 δεῖ—ἀντικείμενον] Magis autem convenit mala Zabulo adjungere, et super adversario lectionem intelligere praesentem H | 7 αὐτὸ Koetschau αὐτὸν S | τοῦ ἀντικειμένου? Koetschau | 7/8 ὅλη Ἡ ἑρμηνεία Ru totius capituli interpretatio ὅλη τῆι ἑρμηνεία S | 10 οὐκοῦν] 〈 Η | 13 ἐφώνησε—ἑτεροδόξων] per omnes qui alienae α Deo gloriae cupiditate rapti sunt H vgl. TU NF I, 3, 22 Anm. 6 | 15 Ἰησοῦ SC Christi H | 21/22 πολλαὶ—ἀντικειμένης] ingens turba, multi sunt populi captivorum H, wonach vielleicht πολλοὶ λαοὶ zu schreiben.)

145
πλοῦτον αὐτοῦ οὐ μεριμνῶν κρίσεως οὐδὲ κρίσιν ἔχων, ἀλλ᾿ ἀκρίτως πράττων. διὸ λέγεται ὅτι »ποιῶν« ἐστιν ὁ πέρδιξ »πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως«. ὁ δὲ ἐμὸς σωτὴρ ποιεῖ πλοῦτον αὐτοῦ μετὰ κρίσεως, καὶ κεκρρμένος ἐστὶν ὁ πλοῦτος αὐτοῦκαὶ ἐκλελεγμένος.