In Jeremiam (Homiliae 12-20)

Origen

Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Κυριώτερόν γε τοῦτο δύναται τὸ προφητικὸν εἶναι ἀναφερόμενον ἐπὶ τὸν σωτῆρα. ἔστω γὰρ τὸν προφήτην τοῦτο λέγειν, ἀλλ᾿ οὐκ [*](15f. Vgl. Hebr. 11, 37. — 16 Vgl. Matth. 23, 35. — 17 Vgl. Jerem. 45, 6. — 19 Vgl. Matth. 20, 18. 19. — 21 Matth. 23, 13. — 22ff. Vgl. Matth. 23, 14—29. 34. — 28ff. Vgl. Hom. 14, 5. Vgl. Hier. Comm. 946: Potest hoc συνεκδοχικῶς de Jeremia intelligi quod non in toto orbe terrarum, sed in terra Judaea sit judicatus. Vere autem Domino competit Salvatori, qui loquitur in Evangelio: In judicium ego in istum mundum veni ect.) [*](1 προφήτης1] ης in Ras. Scorr. | 2 γενομένους Blass Koetschau γενόμενος S | 11 διδάσκειν GhCo διδάσκων S | 12 ἐπιστρέφειν GhCo vgl. S. 125, 20 ἐπιστροφὴν S | προέκειτο GhCo Vgl. Z. 10 προσέκειτο S | διακρίνειν Blass Diels διακρίναι S | 15—17 θοβόλησαν — λά von and. Hand in S w. e. sch. | 16 ἔπρισαν Gh ἔπρησαν S vgl. S. 119, 26 u. bes. in Matth. Tom. 10, 18 (Lo 3, 49): τὸ γὰρ ἐπρίσθησαν ἐπὶ τὸν Ἡσαΐαν ἀναφέρεται | 18 κρειττόνως γε] κρεῖττον ὥστε S | 23 συπουδάζωμεν Hu | 24 ταὐτὰ] ταῦτα S | 27 τὸ] oder Komma nach εἶναι?)

127
ἀληθῶς τοῦτο ἐρεῖ, ἀλλὰ τάχα ὑπερβολικῶς· οὐ γὰρ διεκρίθη πρὸς πᾶσαν τὴν γῆν. ἐὰν δὲ ἔλθω πρὸς τὸν σωτῆρά μου καὶ κύριον, καὶ μάλιστα διὰ τὸ >εἰς κρίσιν ἥξει< καὶ τὸ »ὅπως ἂν δικαιωθῇς δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε«, ὄψομαι ὅτι ὁ σωτήρ μου καὶ κύριος μέλλει ἐπὶ τοῦ πατρὸς ἑστάναι, κρινόμενος μετὰ πάντων ἡμῶν τῶν ἀνθρώπων. καὶ κρίνεται μετὰ πάντων τῶν ἀνθρώπων. λέγω· κρίνεται, ἐξετάζεται καὶ αὐτός, καὶ ἔστη μὲν ἐκδικῶν τὴν ἀλήθειαν, οὐχ ὡς κατήγορος δέ. »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;« οὐ δύναται προφήτης τὸ »πάσῃ τῇ γῇ« λέγειν.

Ἀλλὰ τὸν κύριον ἡμῶν ἀλλὰ καὶ ἀγαπῶντας, ἀγανακτοῦντας καὶ λέγοντας ὅτι οὐχὶ ὁ σωτὴρ λέγει, ὅτι ἡ φωνὴ οὐκ ἔστι κατὰ τὸν υἱὸν τοῦ θεοῦ. δεῖ δὲ δεῖξαι, ὅτι οὐκ ἀλλότριον τοῦ υἱοῦ τοῦ θεοῦ τὸ »οἴμοι ἐγώ, μῆτερ«; »περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου«, καὶ »ἡ ψυχή μου τετάρακται«, καὶ τῶν ἐν τοῖς προφήταις εἰρημένων ὁμοίως καὶ ἐνθάδε· »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ«, ἢ ὅταν ἀπόλωλεν ἐπιφυλλὶς τοῦ εὑρεῖν βότρυν· »οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει«. τίς ἐκεῖ λέγει τὸ »οἴμοι, ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ«; ἆρα γὰρ ὁ προφήτης συνῆγε καὶ θέλει συνάγειν; ἆρα γὰρ ἀγρὸν ἔχει ὁ προφήτης; ἀλλ᾿ οὐδενός ἐστι συνάγειν [καὶ] πάντα ἀπὸ τοῦ θερισμοῦ καὶ τῶν ἐσπαρμένων, εἰ μὴ τοῦ κκυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. ἐπεὶ οὖν πολλὰ πτώματα ἐν τοῖς ἔθνεσιν, ἀλλὰ καὶ ἐν ἡμῖν τοῖς ἁμαρτήματα λέγων· »οἴμοι ἐγώ, ὅτι ἐγενήθην ὡς συνάγων καλάμην«. ἕκαστος ἡμῶς ἑαυτὸν ἐξεταζέτω· ἆρα στάχυς ἐστίν; ἆρα εὑρήσει ἐν αὐτῷ τρυγῆσαι ἢ θερίσαι ὁ υἱὸς τοῦ θεοῦ; εὑρήσομεν ὅτι ἀνεμόφθοροί τινές ἐσμεν· ἐὰν ἄρα ὀλίγον ἔτι ἔχοντες, ἐν αὑτοῖς, κόκκους δύο ἢ τρεῖς, αἱ ἁματρίαι ἡμῶν πολλαί εἰσιν ἐφ᾿ ἡμῖν. ὁρῶν οὖν καὶ τὰς ἐκκλησίας, τὰς χρηματιζούσας, πεπληρωμένας ἁμαρτωλῶν λέγει· »οἴμοι, ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπιφυλλίδα ἐν [*](3 Vgl. Joh. 9, 39. — Psal. 50, 6. — 11/12 Vgl. in Thren. Fragm. XI: Οἰόμεθα δὲ τὸ μὲν ἀγαπᾶν θειότερον εἶναι καί, ἵω᾿ ἵν᾿ οὕτως εἴπω, πνευματικόν, τὸ δὲ φιλεῖν σωματικὸν καὶ ἀνθρωπικώτερον. — 14ff. Vgl. Hom. 14, 6. — 15 Matth. 26, 38 Mark. 14, 34. — 16 Joh. 12, 27. — 18 Vgl. Micha 7, 1. Vgl. Hier. Comm 946. — 19ff. Micha 7, 1. 2. — 21. 27. 32 Micha 7, 1.) [*](12 ἀγανακτοῦντας Blass ἀγανακτεῖν S | 13 λέγει] οὐ λέγει Gh Co | 21. 27 ἐγενήθην Hu ἐγεννήθην S vgl. S. 111, 14. 19 | 21 ὡς Co vgl. LXX u. Z. 27 | 22 καὶ] 1. ἢ? | 23 καὶ streicht Co | 30 ἄρα Gh ἆρα S | αὑτοῖς] αὐτοῖς S.)

128
τρυγητῷ«. ἦλθε ζητῶν καρπὸν ἐν τῇ ἀμπέλῳ· ἕκαστος γὰρ ἡμῶν καταφυτεύεται . . . καὶ ὡς ἄμπελος »ἐν τόπῳ πίονι«, καὶ »ἄμπελον ἐξ Αἰγύπτου μετῆρεν«, »ἐγὼ δὲ κατεφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν«. ἔρχεται, ζητεῖ πως τρυγῆσαι· εὑρίσκει ἐπιφυλλίδα τινὰ καὶ βραχεῖς βότρυας, οὐκ εὐθαλεῖς οὐδὲ πολλούς. τίε ἡμῶν ἔχει βότρυας ἀρετῆς; τίε ἡμῶν ἔχει γεννήματα τοῦ θεοῦ; »κύριε ὁ θεὸς ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ«.

Ταῦτα ὡς ἐν παρεκβάσει μοι εἰρήσθω εἰς τὸ »οἴμοι ἐγὼ μῆτερ«. ὅτι οὐκ ἀλλότριόν ἐστι τῆς τοῦ σωτῆρος ἡμῶν θειότητος, καθορῶντος τὰ ἁμαρτήματα τῶν ἀνθρώπων, νῦν τὸ λέγειν τὸ »οἴμοι«, τοῦ σωτῆρος οὐχὶ ᾗ θεὸς ἀλλ᾿ ᾗ ἄνθρωπος, οὐχ ᾗ σοφία ἀλλ᾿ ᾗ ψυχή, ἐκεῖνο παρεθέμην τὸ προφητικόν· »οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει«. ἦλθεν ἐπὶ τὸν βίον τὸν ἀνθρώπινον ἡ ψυχὴ ἡ μακαρία, ἀνέλαβε σῶμα ὑπὲρ τῶν ἀνθρώπων. ἐὰν ἴδῃ τὰ ἁμαρτήματα, λέγει πρὸς τὸν πατέρα· »τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς;« ἀλλὰ ἐφ᾿ ἡμῖν μὴ λεγέτω τὸ »οἴμοι«, ἐφ᾿ ἡμῖν μὴ λεγέτωσαν οἱ ἄγγελοι τῶν οὐρανῶν. τοῦ σωτῆρος ἡμῶν λέγοντος τὸ »οἴμοι« καὶ αὐτοὶ ἐροῦσιν »οἴμοι«· οὐ γὰρ κρείττονές εἰσι τοῦ σωτῆρος ἡμῶν, καὶ αὐτοὶ ἡμῶν τὰ πταίσματα βλέπουσιν. ἀλλὰ μακάριοι ἐκεῖνοι ἐφ᾿ οἷς οἱ ἄγγελοι οὐκ ἐροῦσι τὸ »οἴμοι«, ἀλλὰ μακαρίζονται· »χαρὰ« γὰρ »ἐν οὐρανῷ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα, οἳ οὐ χρείαν ἔχουσι μετανοίας«. ταῦτα ἐν παραμυθίᾳ. »Οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες;« τίνα λέγει μητέρα; οὐκ ἐν γυναιξὶ δύναται καὶ τὴν ψυχὴν λέγειν καὶ τὴν Μαρίαν; εἰ δέ τις παραδέχεται τὸ »ἄρτι ἔλαβέ με ἡ μήτηρ μου τὸ ἅγιον πνεῦμα, καὶ ἀνήνεγκέ με εἰς τὸ ὄρος τὸ μέγα τὸ Θαβὼρ« καὶ τὰ ἑξῆς, δύναται αὐτοῦ ἰδεῖν τὴν μητέρα. »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;« δικάζεται πάσῃ τῇ γῇ καὶ διακρίνεται καὶ μέλλει πρὸς ἕκαστον λέγειν· ἐγὼ πεποίηκα τάδε καὶ τάδε, καὶ ἡ οἰκονομία μου ἔπραξε τάδε καὶ τάδε, καὶ τῇ σωτηρίᾳ σου ὑπέμεινα. ταῦτα λέγοντος τοῦ σωτῆρος τί ποιήσωμεν; μέλλει γὰρ διακρίνεσθαι ἐν πάσῃ τῇ γῇ.

[*](2 Vgl. Jes. 5, 1. — Psal. 79, 9. — 3 Jerem. 2, 21. — 6 Psal. 8, 2. — 11ff. Vgl. Hier. Comm. 946. — 12 Micha 7, 1. 2. — 15ff. Vgl. Hom. 14, 6. — Psal. 29, 10. — 22 Luk. 15, 7. — 27ff. Hebraeerevgl. Fragm. 4 (Zahn). Vgl. Ropes TU XIV,2,99f. 163f.)[*](8 εἰρήσθω εἰς] notwendig, vgl. z. B. in Joh. Tom. 32, 32 (Br II, 210, 6f.): ἀλλὰ τοῦτο μὲν διὰ μέσου ἐν παρεκβάσει εἰς τὸ εἰρημένον εἰρήσθω | 11 ἦ 3 und 4] Gh ᾖ S | 11/12 ἐκεῖνο παρεθέμην τὸ Gh ἐκεῖνος παρεθέμην S | 16 με übergesch. S1 | 23 ἐνεννήκοντα εννέα S | οἳ Gh ἢ S.)
129

Τὸ ἑξῆς θέλω ἰδεῖν. δύναται καὶ ἐπὶ τὸν προφήτην κατὰ μίαν διήγησιν ἀναφέρεσθαι καὶ ἐπὶ τὸν σωτῆρα. ἴδωμεν καὶ τὰ ἑξῆς· »οὐκ ὠφείλησα οὐδὲ ὠφείλησέ μοι οὐδείς«. »ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, οὐκ ἔχει δὲ ἐν ἐμοὶ οὐδέν«. καὶ ἀληθῶς οὐκ ὠφείλησεν. ἕκαστος δὲ ἠμῶν ὀφειλέτης ἐστὶ ταῖς ἁμαρτίαις καὶ ὀφειλέτης ἐστὶν ἔχων χειρόγραφον. μετὰ τὸ ἐξαλειφθῆναι αὐτοῦ τὸ χειρόγραφον † πόσα πεποιήκασι χειρόγραφα; »ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ«, οὐκ ἐποίησε χειρόγραφον. τί δὲ καὶ τὸ »οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς«; πῶς διηγησόμεθα ἐπὶ τοῦ σωτῆρος τὸ »οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς«; εἰ καὶ ἀνέγνωμεν οὕτως, ἀλλὰ καὶ δεῖ εἰδέναι ὅτι τὰ πλείονα τῶν ἀντιγράφων τῆς ἐκδόσεως τῶν Ἑβδομήκοντα οὐκ ἔχει οὕτως, ὕστερον δὲ ἐπισκεψάμενοι καὶ τὰς λοιπὰς ἐκδόσεις ἔγνωμεν γραφικὸν εἶναι ἁμάρτημα. καίτοιγε μοι οὐδὲ εἷς«; ὤστε οὐκ ὠφείλησεν αὐτῷ »οὐδὲ εἷς«, πᾶσι τὰ ὀφειλήματα αὐτῶν ἀφῆκεν. »ἀνθρώπῳ δανειστῷ χρεωφειλέται ἦσαν δύο· εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι, ἀμφοτέρος ἐχαρίσατο«. θέλεις ἰδεῖν τοὺς δύο χρεωφειλέτας, τὸν τὰ πεντακόσια ὀφείλοντα καὶ τὸν τὰ πεντήκοντα; ἀπὸ δύο λαῶν πεπιστεύκασιν εἰς τὸν θεόν· ὁ ἐκ τῶν Ἰουδαίων λαὸς ἀπιστῶν εἰς τὸν Χριστὸν ὀφείλει τὰ πεντήκοντα, τάχαἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν οἱ πάντων ἀσεβέστεροι γεγενημένοι τὰ πεντακόσια, ἐφ᾿ οἷς καὶ λέγεται τὸ ἐπὶ τῇ πόρνῃ ἐκείνῃ τῇ μετανοούσῃ. καίτοι εἴποι τις ἄν, πῶς τὰ πεντακόσια ἐπ᾿ ἐκείνην ἀναφέρεται; ἐκ τοῦ »καὶ ποταπὴ ἡ γυνὴ ἡ ἁπτομένη αὐτοῦ«, πρὸς ὃ εἴρηκε τῷ Σίμωνι· »ἀνθρώπῳ δανειστῇ ἦσαν χρεωφειλέται δύο. εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ ἕτερος πεντήκοντα« καὶ τὰ ἑξῆς. ταῦτα διὰ τὸ »οὐκ ὠφείλησα οὐδὲ ὠφείλησέ μοι οὐδείς«, ὃ ἦν ἀναγκαῖον παραστῆσαι ὑμῖν. »οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησέ μοι οὐδείς· ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις | | με«. εἰ καὶ ἀπέθανεν »ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ«.

[*](3. Joh. 14, 30. — 5ff. Vgl. in Gen. Hom. 13, 4 (Lo 8, 250ff.): Unusquisque etenim nostrum, in his quae delinquit, efficitur debitor, et peccati sui literas scribit . . . . chirographum tuum . . . . deletum est. Non reschribas ultra etc. — 6 Vgl. Kol. 2, 14. — 7 I Petr. 2, 22. — 10 ff. Vgl. Hom. 14, 3. — 16 Luk. 7, 41. 42. — 25 Luk. 7, 39. — 26 Luk. 7, 41. Vgl. in Matth. Tom. 12, 4 (Lo 3, 137): δι᾿ ἣν Σίμωνι τῷ λεπρῷ, τῷ προτέρῳ λαῷ, ὀνειδίζων ἔλεγεν ὅσα γέγραπται. — 31 Vgl. II Kor. 13, 4.)[*](2 καὶ1 Gh Co καὶ κατὰ δευτέραν Koetschau | 3 ὠφείλησα οὐδὲ ὠφείλησέ μοι Gh ὠφέλησα οὐδὲ ὠφέλησέ με S | 6 αὐτοῦ] σου? Koetschau | χειρόγραφον] hier ist eine Lücke wahrscheinlich | 7 πεποιήκασι] πεποίηκας? Koetschau | 10 τὸ Gh τοῦ S | 23 τὸ Gh | 25 ὃ Co ὃν S | 29 ὑμῖν Gh ἡμῖν S | οὐδείς Co.)
130

Εἶτα πολλῶν διελθόντων λόγων ἦν μὲν καὶ περὶ ἑκάστου τῶν εἰρημένων εἰπεῖν, ἀλλ᾿ οὐκ ἐγχωρεῖ τοῦ χρόνου ἐποίγοντος. εἴπωμεν οὖν εἰς τὸ ἑξῆς ἀναγωνσθὲν τὸν »ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον«. ἐκ τοῦ † τοὺς νομίζοντας ὄτι ἄνθρωπος μὲν τοῦ θεοῦ ὁ υἱὸς ἦν ὁ σωτήρ (ἐτόλμησαν γὰρ μετὰ τῶν πολλῶν τῶν ἀνθρωπίνων κακῶν καὶ τοῦτο εἰπεῖν ὅτι οὐκ ἔστι θεὸς »ὁ μονογενής«, »ὁ πρωτότοκος πάσης κτίσεως«)· »ἐπικατάρατος« γὰρ »ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον«. δῆλον ὅτι ἐπικατάρατοί εἰσιν οἱ ἐπ᾿ ἄνθρωπον ἔχοντες τὴν ἐλπίδα. ἐγὼ εἴποιμι ἂν ὅτι οὐκ ἐπ᾿ ἄνθρωπον ἔχω τὴν ἐλπίδα, ἐλπίζων ἐπὶ Χριστὸν Ἰησοῦν ἐγὼ ἄνθρωπον οὐκ οἶδα. οὐ μόνον ἄνθρωπον οὐκ 0ἶδα, ἀλλὰ σοφίαν οἶδα, τὴν αὐτοδικαιοσύνην, ἄνθρωπον δι᾿ οὗ »ἐκτίσηθ τὰ πάντα ἐν τοῖς ἐξουσίαι«. »ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον«. κἂν μαρτυρῇ ὁ σωτὴρ ὅτι ὃν ἐφόρεσεν ἄνθρωπος ἦν — ἀλλ᾿ εἰ καὶ ἦν ἄνθρωπος, ἀλλὰ νῦν οὐδαμῶς ἐστιν ἄνθρωπος. »εἰ« γὰρ »καὶ ἔγνωμεν Χριστὸν κατὰ σάρκα, ἀλλὰ οὐκέτι γινώσκομεν«, φησὶν ὁ ἀπόστολος. ἐγὼ δι᾿ αὐτὸν οὐκέτι εἰμὶ ἄνθρωπος, ἐὰν ἀκολουθῶ αὐτοῦ τοῖς λόγοις· ἀλλὰ λέγει· »ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες«. οὐκοῦν ὡς »πρωτότοκος« ἐστὶν »ἐκ τῶν νεκρῶν«, οὕτως γέγονε πρωτότοκος πάντων ἀνθρώπων εἰς θεὸν μεταβαλών. »ἐπικατάρατος« τοίνυν »ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ«, ὅστις ἂν κυρώσῃ τὰ σάρκινα, ὅστις τὴν ἐσχὺν τὴν σωματικὴν ἐὰν κτήσηται, καὶ κατὰ σάρκα στρατεύσηται. ἀλλ᾿ ὁ ἅγιος οὐχ οὕτως ἐστίν· »οὐ γὰρ στηρίζει σάρκα βραχίνος αὐτοῦ«, »πάντοτε« γὰρ »τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι« αὐτοῦ ἔχει, καὶ νεκροῖ »τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν«. νεκρώσας ταῦτα »οὐ στηρίζει σάρκα τοῦ βραχίο- [*](4ff. Vgl. Hier. Comm. 958: Si maledictus est omnis homo, qui confidit in homine, Paulus autem Samosatenus et Photinus . . . Salvatorem tamen hominem 440; vgl. ebenda Victor.): ἐφ᾿ ἑαυτὸν ἢ καὶ ἕτερόν τινα ἢ καὶ ὁ νομίζων ψιλὸν ἄνθρωπον εἶναι τὸν σωτῆρα Χριστόν, καὶ μὴ θεὸν ἐνανθρωπήσαντα. — 7 Vgl. Joh. 1, 18. — Vgl. Kol. 1, 15. — 12 Kol. 1, 16. — 16 II Kor. 5, 16. — 18ff. Vgl. in Matth. Tom. 16, 29 (Lo 4, 81): βούλεται γὰρ εἶναι κρείττονα τῆς ἀνθρωπίνης φύσεως τὴν προσιόντα τῷ λόγῳ αὑτοῦ ὁ θεὸς . . . . Διὸ καὶ πᾶσι λέγει . . . ἐγὼ εἶπα κτλ. — 19 Psal. 81, 6. — 20 Vgl. Kol. 1, 18. — 26 Vgl. II Kor. 4, 10. — 27 Vgl. Kol. 3, 5.) [*](1 ἦν Gh Co εἰ S | 4 ἐκ τοῦ] 1. πρὸς? vgl. S. 131, 2 oder ἐκ τούτοῦ ἐλέγξομεν?| 5 μὲν] 1. μόνον? vgl. S. 156, 30 | 9 ἂν Blass | 10 Ἰησοῦν] + ὃν Κoetschau Lietzmann | 22—27 Hierzu Fragm. 66 in C: Ὁ—γῆς | 23 στηρίσει V στηρίσσει S vgl. S. 125, 9 | 24 κτήσηται Gh Co κτίσηται S | 25 στρατεύσηται Koetschau στρατεύηται S.)

131
νος αὐτοῦ«. »ἐπικατάρατος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον«. ἅμα δὲ πρὸς τοὺς ἐλπίζοντας ἐπὶ ἀξιώμασιν. ὁ δεῖνά μου φίλος ἐστὶν ἑκατόνταρχος, ἐπίτροός ἐστιν· ὁ δεῖνά μου φίλος καὶ πλούσιός ἐστι καὶ παρέχεταί μοι. ἔπειτα καὶ πρὸς τὸν τοιοῦτον λέγεται τοῦτο· »ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον«. ἐπ᾿ οὐδένα ἄνθρωπον ἐλπίζομεν, κἂν δοκῶσιν ἡμῶν εἶναι φίλοι· οὐ γὰρ ἐπ᾿ αὐτοὺς ἀλλ᾿ ἐπὶ κύριον ἡμῶν ἐλπίζομεν, ὅς ἐστι Χριστὸς Ἰησοῦς, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀναγέγραπται ἐν τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ ὁ σωτὴρ ἡμῶν ἐληλυθέναι παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας καὶ ἑωρακέναι »Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς«. εἶτά φησιν ὁ λόγος ὅτι ὁ σωτὴρ ἰδὼν αὐτοὺς εἶπε· »δεῦτε ὐπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. οἱ δὲ ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ«. καὶ πεποίηκεν ὁ Ἰησοῦς [*](14ff. Vgl. in Joh. Fragm. 23 (Br II, 240, 12ff.): μεταλαμβάνεται δὲ ἡ Βηθσαϊδὰ Ἑλλάδι φωνῇ εἰς τὸ Οἶκος θηρευτῶν, οἷς ὁ Ἰησοῦς εἶπε· Δεῦτε ὀπίσω μου . . . . περὶ τῶν τοιούτων θηρευτῶν . . . ἐν τῷ Ἰερεμίᾳ προφητεία φέρεται ἐκ προσώπου τοῦ θεοῦ ἔχουσα οὕτως· Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω κτλ, — Vgl. Chrysost. (Gh II, 430): τινὲς καὶ εἰς τοὺς Ἀποστόλους τοῦτό φασιν, καὶ οὐ κωλύω. τέως δὲ τῆς ἱστρίας ἐχόμεθα. Olymp. (Gh II, 430): τοὺς Ἀποστόλους λέγει. Hier. comm. 954: quod primum mittat Apostolos, quibus Salvator dixit: Venite post me . . . . et postea venatores, quos vel ecclesiasticos viros vel Angelos possumus accipere etc. — 15 Matth. 4, 18. — 18 Matth. 4, 19. 20. — 19 Vgl. Matth. 4, 19 (vgl. Hier. Übers.) od. Luk. 5, 4. 5 Joh. 21, 6?) [*](5 ἐπ᾿ Blass πρὸς S | 8 Ἀμήν] + ὁμιλία ιε΄ S | 9—12 Εἰς—αὐτῶν nach H: De eo quod scriptum est: Ecce ego mitto piscatores multos, dicit Dominus, usque ad eum locum in quo ait: Peccatum Juda scriptum est in stilo ferreo, in unque adamantino sculptum super pectus cordis eorum, vgl. 141, 19ff. 27 ff. u. d. Hexapla; in S ist ein freier Raum gelassen | 11 γραφείῳ Blass γραφίω S, so stets in Hom. 16 | 13 Homilia XIIH | 14—S. 133, 30 Hierzu Fragm. 62 in C: Πέμπει—ἑώρακεν | 15 καὶ] et ibi H | 17 ὁ σωτὴρ] Jesus H | 19 Ἰησοῦς] Salvator H.)

132
αὐτοὺς ἐπὶ ἀνθρώπων ἀναλαβεῖν τὸ ἁλιεύειν. καὶ <ἄλλους δὲ δύο ἀδελφοὺς εὗρεν, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ τοῦ πατρὸς καταρτίζοντας τὰ δίκτυα· καὶ τούτους ἐκάλεσεν> ἐπὶ τὴν αὐτὴν ἐπιστήμην, πεποίηκε δὲ κἀκείνους ἁλιεῖς ἀνθρώπων. καὶ εἴ τίς γε κατενόησε τοὺς ἔχοντας ἀπὸ θεοῦ χάριν λόγου πεπλεγμένην ὡς δίκτυα καὶ συγκειμένην ἀπὸ τῶν ἱερῶν γραφῶν ὡς ἀμφίβληστρον, ὥστε περιβάλλεσθαι ταῖς ψυχαῖς τῶν ἀκροατῶν τὸ πλέγμα, κατενόησε δὲ καὶ τεχνικῶς τοῦτο γινόμενον κατὰ τὴν ἐπιστήμην νῦν ὁ σωτὴρ ἡμῶν πέμπει ἁλιεῖς ἀνθρώπων παιδεύσας αὐτούς, ἵνα δυνηθῶμεν ἀπὸ τῆς θαλάσσης ἀνελθεῖν καὶ φυγεῖναὐτῆς τὰ πικρὰ κύματα.

Ἀλλ᾿ ἐκεῖνοι οἱ ἰχθύες οἱ ἄψυχοι ἀνελθόντες ἐν ταῖς σαγήναις καὶ ἐν τοῖς ἀμφιβλήστροις καὶ ἐν τοῖς δικτύοις ἢ ἐν τοῖς ἀγκίστροις, ἀποθνῄσκουσι θάνατον οὐχὶ διαδεχομένης ζωῆς τὸν θάνατον. ὁ δὲ συλληφθεὶς ὑπὸ τῶν ἁλιέων Ἰησοῦ καὶ ἀνελθὼν ἀπὸ τῆς θαλάσης, καὶ αὐτὸς μὲν ἀποθνῄσκει, ἀποθνῄσκει δὲ τῷ κόσμῳ, ἀποθνῴσκει τῇ ἁμαρτίᾳ, καὶ μετὰ τὸ ἀποθανεῖν τῷ κόσμῳ καὶ τῷ ἁμαρτίᾳ ζωοποιεῖται ὑπὸ τοῦ λόγου τοῦ θεοῦ καὶ ἀναλαμβάνει ἄλλην ζωήν. ὡσεὶ ἐδύνω καθ᾿ ὑπόθεσιν νοῆσαι τὴν τοῦ ἰχθύος ψυχὴν μεταβάλλουσαν μετὰ τὸ ἐξελθεῖν ἀπὸ τοῦ σώματος τοῦ ἰχθυακοῦ καὶ γινομένην τι κρεῖττον παρ᾿ ἰχθῦν (παράδειγμα ἔλαβον, μὴ ἀφορμάς τις λαμβανέτω † ὧς οὐκ ἤκουσε), τοιοῦτον δὴ τι νοήσεις. ἀνελήλυθας ἀπὸ τῆς θαλάσσης ὑποπεσὼν τοῖς δικτύοις τῶν μαθητῶν Ἰησοῦ, ἐξελθὼν μετα- [*](1 ff. Vgl. Matth. 4, 21. — 6 Vgl. in Matth. Tom. 10, 12 (Lo 3, 31): σαγήνης δὲ πλοκῇ ποικίλῃ ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν κατὰ τὴν πεπλεγμένην ἐν παντοδαπῶν καὶ ποικίλων νοημάτων παλαιὰν καὶ νέαν γραφήν. — 13 ff. Vgl. in Matth. αὐτοῖς συμβαίνει, τὸ ὑπὸ τὴν σαγήνην εὑρεθῆναι· τῆς γὰρ κατὰ φύσιν αὐτοῖς ζωῆς στερίσκονται. — 17 ff. Vgl. Röm. 6, 2. 8—11.) [*](1 ἐπὶ—ἁλιεύειν] de piscatoribus piscium, piscatores homnimum H | ἀνθρώπων Koetschau | τὸ Ru τοῦ S | 2 εὗρεν] + Dominus H | 3 πατρὸς] + Zebedaeo HNT | 5 κατενόησε] + juxta hanc historiam c. discipulos Salnatoris H | ἀπὸ θεοῦ] 〈 Η | 6/7 πεπλεγμένην—ἀμφίβληστρον] ita Scripturarum ratione contextam ut retia H | 6 πεπλεγμένην nach H (s. ob.) πεπληρωμένην S | ὡς Co ut H ἣν S | συγκειμένην Hu συγκειμένων S | 7/8 τῶν—πλέγμα] humanas gyro artificis H | 8 κατενόησε δὲ nach H: et consideret κατανοῆσαι δὲ S | 9 ὄψεται nach H: videbit | 13 οἱ ἄψυχοι] 〈 Η | 14 καὶ ἐν τοῖς δικτύοις] 〈 Η | 15 οὐχὶ—θάνατον] 〈 Η | 18/19 καὶ1—ζωήν] ut consurgens Christo, vivat Deo H (vgl. Röm. 6, 8) | 19/20 ὡσεὶ ἐδύνω Hu Si ergo possis H ὡς εἰ ἐδύνου S | 22/23 παράδειγμα—νοήσεις] tunc scies quo nobis profecerit exemplum. Nemo blasphemet, nemo male laceret, non vocetur crimen guod ad alterius adductum est intelligentiam H | 23 νοήσεις Koetschau νοήση S.)

133
βάλλεις τὴν ψυχήν, οὐδέτι ἰχθῆς εἶ διατρίβων ἐν τοῖς ἁλμυροῖς τῆς θαλάσσης κύμασιν, ἀλλ᾿ εὐθέως σου μεταβάλλει ἡ ψυχὴ καὶ μεταμορφοῦται καὶ γίνεται κρεῖττόν τι καὶ θειότερον παρ᾿ ὃ ἦν τὸ πρότερον. ὅτι δὲ μεταμορφοῦται καὶ μεταβάλλεται, ἄκουε Παύλου λέγοντος· »ἡμεῖς δὲ πάντες ἀνακρκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος«. καὶ μεταμορφωθείς γε οὗτος ὁ ἰχθῆς ὁ ὑπὸ τῶν ἁλιέων Ἰησοῦ συλληφθείς, καταλιπὼν τὰς ἐν θαλάσσῃ διατριβάς, διατριβὰς ποιεῖται ἐν ὄρεσιν, ὥστε αὐτὸν δεηθῆναι οὐκέτι ἁλιέων τῶν ἀναγόντων αὐτὸν ἀπὸ θαλάσσης, ἀλλὰ δευτέρων τινῶν, οἳ ὀνομάζονται θηρευταί, οἵτινες θηρεύουσιν <ἀπὸ παντὸς ὄρους καὶ ἀπὸ παντὸς βουνοῦ>.

Ἀναβὰς οὖν σὺ ἀπὸ τῆς θαλάσσης καὶ συλληφθεὶς τοῖς δικτύοις τῶν μαθητῶν Ίησοῦ, μετάβαλε ἀπὸ τῆς θαλάσσης, ἐπιλάθου αὐτῆς, ἧκε ἐπὶ τὰ ὄρη, τοὺς προφήτας, καὶ ἐπὶ τοὺς βουνούς, τοὺςς δικαίους, καὶ ποιοῦ ἐκεῖ τὰς διατριβάς, ἵνα μετὰ ταῦτα, ὅταν ὁ καιρός σοι τῆς ἁλιεῖς. τίνες δ᾿ ἂν εἶεν οὗτοι ἢ οἱ [ἐπι]τεταγμένοι ἐπὶ τὸ παραλαμβάνειν τὰς ψυχὰς τὰς ἐν βουνοῖς, τὰς μὴ κάτω κειμένας; καὶ ὅρα εἰ μὴ κέκραγε μυστικῶς ταῦτα λέγων ὁ προφήτης καὶ τοῦτον παριστὰς τὸν νοῦν ἐν τῷ »ἰδού, ἐγὼ ἀποστέλλω ἀλιεῖς πολλούς, λέγει κύριος, καὶ ἁλιεύσουσιν αὐτούς· καὶ μετὰ ταῦτα ἀποστελῶ πολλοὺς θηρευτάς, καὶ [καὶ] θηρεύσουσν αὐτοὺς ἐπάων παντὸς ὄρους καὶ ἐπάνω παντὸς βουνοῦ«.

εἴπερ οὖν θέλεις συλληφθῆναι ὑπὸ τῶν θηρευτῶν, ὅρα μὴ τὰς διατριβὰς ποιήσῃ ἐν ταῖς κοιλάσι μηδὲ κάτω που διατρίψῃς, ἀλλὰ ζήτει τὰ ὄρη. ἀνάβα εἰς τὸ ὄρος ὅπου Ἰησοῦς μετεμορφώθη, | ἀνάβα εἰς τὸ ὄρος ἐφ᾿ οὗ <ἰδὼν τοὺς ὄχλους ἀναβέβηκεν> ὁ Ἰησοῦς, καὶ ἠκολούθησαν αὐτῷ οἱ μεθηταί, ἔνθα »ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδαξε λέγων· μεκάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν« καὶ τοὺς ἑξῆς τούτων μακαρισμούς.

[*](5 ff. II Kor. 3, 18. — 26 Vgl. Matth. 17, 1 Par. — 27 f. Vgl. Matth. 5, 1. — Matth. 5, 3.)[*](7 γε] τε S | 9 διατριβὰς ποιεῖται] sit conversatio tua H (= δ. ποιείτω?) | 11 οἳ ὀνομάζονται θηρευταί] quos venatores Scriptura nuncupat H οἷον ὀνομάζονται θηρευταί S οἷον ὀνομάζονται θηρευτῶν Hu | 13/14 ἀναβὰς—Θαλάσσης] de locis altioribus: ibi sit deambulatio tua, ibi mens, gressus et statio H | 14 μετάβαλε Ru μετέβαλες S | ἐπιλάθου Hu obliviscere H ἐπελάθου S | αὐτῆς] + obliviscere vallium ac profundorum H | 16 ὅταν Blass Koetschau ὅτε S | 17 πεφθῶσιν S | πολλοὶ] 〈 Η | 18 τεταγμένοι Blass constituti H | τὸ Blass τοῦ S | 19 τὰς2—κειμένας] et te cum caeteris sanctis de colle (+ et Vall.). de monte. de altiori loco accipiant H | 23 καὶ2] 〈 H | 24 εἴπερ οὖν θέλεις] Si vis et tu H | 26/27 ἀλλὰ—ὄρος] quaere colles, quaere montem H | 28 ἔνθα] ex quo H | 29 ἐδίδαξε] + eos H | 30 τούτων] septem H.)
134

Καὶ οὐκ ἔξεστί γε τούτοις τοῖς θηρευταῖς ἀλλαχόθεν συλλαβεῖν ἢ ἀπὸ τῶν ὀρέων καὶ τῶν βουνῶν καὶ ἀπὸ τῶν τρυμαλιῶν τῶν πετρῶν. ταῦτα γὰρ τὰ τρία λέλεκται ἐν τῷ προφήτῃ· »ἀποστελῶ γὰρ πολλοὺς θηρευτάς, καὶ θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους καὶ ἐπάνω παντὸς βουνοῦ καὶ ἀπὸ τῶν τρυμαλιῶν τῶν πετρῶν«. πόθεν οὖν νοήσω τὰς πέτρας καὶ τὰς ἐν ταῖς πέτραις τρυμαλιάς; ἔρχομαι ἐπὶ τὴν Ἔξοδον, ζητῶ ἴχνος εὑρεῖν διηγήσεως τῶν τρυμαλιῶν τῶν πετρῶν, εὑρίσκω Μωσσέα ἐκεῖ βουλόμενον γνῶναι τὸν θεόν, καὶ τὸν θεὸν ἐπαγγελλόμενον αὐτῷ καὶ λέγοντα· »ἰδού, θήσω σε εἰς ὀπὴν τῆς πέτρας, καὶ κατανοήσεις μου τὰ ὀπίσω· τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι«. ἐὰν νοήσῃς ἐκεῖ τὴν πέτραν καὶ ἴδῃς ἐκεῖ τὴν ὀπὴν τὴν ἐν τῇ πέτρᾳ ἰδὼν βλέπει τὸν θεὸν διὰ τῆς ὀπῆς τῆς πέτρας, ὄψει καὶ τὰς πολλὰς πέτρας καὶ τὰς τρυμαλιὰς αὐτῶν. τίς οὖν ἐκείνη ἡ πέτρα ἡ πέτρα ἡ μία; »ἡ πέτρα δὲ ἦν ὁ Χριστός«· »ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας«, καὶ »ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου« ἐν τῷ ἐνάτῳ καὶ τριακοστῷ λέγεται Ψαλμῷ. τίς ἡ ὀπὴ ἡ ἐν τῇ πέτρᾳ; ἐὰν ἴδῃς τὴν Ἰησοῦ ἐπιδημίαν, ὅλον αὐτὸν νοήσας πέτραν, ὄψει τὴν ὀπὴν κατὰ τὴν ἐπιδημίαν αὐτοῦ, δι᾿ ἧς ὀπῆς θεωρεῖται τὰ μετὰ τὸν θεόν. τοιοῦτον γὰρ νοεῖται ἐν τῷ »καὶ ὄψει τὰ ὀπίσω μου«.

Ἀλλ᾿ εὗρον μίαν ὀπὴν μιᾶς πέτρας, μεταβαίνω τῷ λόγῳ ἀπὸ τῆς ὀπῆς ἐπὶ τὴν τρυμαλιὰν τῆς πέτρας, ζητῶ καὶ τὰς πολλὰς πέτρας. ἐὰν ἔλθω ἐπὶ τὸν χορὸν εἴτε τῶν προφητῶν εἴτε τῶν ἀποστόλων εἴτε καὶ ἐπαναβεβηκότων ἁγίων ἀγγέλων, λέγω ὅτι πάντες οἱ Χριστοῦ μιμηταί, ὡς ἐκεῖνος πέτρα ἐστί, πέτραι γίνονται. καὶ ὥσπερ ἐκεῖνος [*](9 Exod. 33, 22. 23. — 15 I Kor. 10, 4. — Vgl. in Psal. 36 Hom. 4, 1 (Lo 12, 204. 205). — 16 Psal. 39, 2. — 20 Exod. 33, 23. — 24 ff. Vgl. in Matth. Tom. 12, 10 (Lo 3, 147): Πέτρα γὰρ πᾶς ὁ τοῦ Χριστοῦ μαθητής κτλ.) [*](1 ἀλλαχόθεν] + homines H | 3—5 ταῦτα—πετρῶν] 〈 Η | 4/5 παντὸς ὄρους καὶ ἐπάνω Co ἀπὸ S | 6—S. 136, 10 Hierzu Fragm. 63 in C: Τίνες — Ἰησοῦ | 6 οὖν] 〈 Η | 7 ζητῶ nach H: quaero ζητῶν S | διηγήσεως S1 a. R. mit d. Zeichen γρ΄.; διηγήματος S* interpretationis H | 9 ἐπαγγελόμενον S* ἐπαγγελλόμενον S1 | 12 ὁ] Moyses H | στὰς Blass ἱστὰς S | καὶ] + de H (= κατὰ?) | 14 πολλὰς] caeterae H, doch vgl. Z. 15. 22 | 15 ἡ μία] 〈 Η | 17 ἐννάτω S | 18/19 ἐὰν—αὐτοῦ] Vide eum apud Deum Patrem, Verbum Deum, videbis integram petram: vide dispensationem assumpti corporis, videbis foramen petrae H κατὰ μὲν τὴν θεότητα πέτρα χρηματίζων . . . . κατὰ δὲ τὴν οἰκονομίαν ὀπή C; der gleiche Sinn scheint in S weniger gut ausgedrückt zu sein | 20 θεωρεῖται—θεόν] τὰ μετὰ θεὸν θεωρεῖται C posteriora Dei juxta possibilitatem imbecillitatis suae humanus intuetur aspectus H | τὰ CH τὸ S | 22 ἀλλ᾿] 〈 Η | 22/23 μεταβαίνω—qui docuit H | πέτραι Blass Lietzmann petrae H πέτρα S.)

135
ἔχει ὀπὴν δι᾿ ἧς κατανοεῖται τὰ ὀπίσω τοῦ θεοῦ, τὸν αὐτὸν τρόπον ἕκαστος ὁδὸν διδοὺς τοῦ νοεῖσθαι θεὸν διὰ τῶν λεγομεένων ὑπ᾿ αὐτοῦ, ποιεῖ ἐν αὑτῷ ὀπήν, εἰ δὲ καὶ ἄλλως βούλει ὀνομάσαι, τρυμαλιάν. ἀφ᾿ ἧς ὀπῆς ἢ τρυμαλιᾶς ὄψει διὰ μὲν Μωσέως τὸν νόμον, διὰ δὲ Ἡσαΐου τὴν προφητείαν αὐτοῦ, διὰ δὲ Ἱερεμίου ἄλλους λόγους θεοῦ. εἰ δὲ καὶ ἄγγελος ἔσται λαλῶν, ὡς ἐλάλησε κατὰ τὸ εἰρημένον ἐν τῷ »ὁ δὲ καὶ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί«, κἀκεῖ ἵσταμαι ἐπὶ τοῦ ἀγγέλου, καὶ βλέπω κἀκεῖ πέτραν καὶ ὀπὴν πέτρας καὶ βλέπω ἀγγελικῶς τὸν θεόν.

ἀλλὰ παραδείγματός μοι χρεία, ἵνα παραστήσω, πῶς ἔστιν ἐλθόντα ἐπὶ ἄγγελον καὶ δι᾿ ἀγγέλου τὸν θεὸν ἰδεῖν. γέγραπται γὰρ ἐν τῇ Ἐξόδῳ· »ὤφθη ἄγγελος κυρίου ἐν φλογὶ πυρὸς βάτου τῷ Μωσεῖ. καὶ ὁρᾷ Μωσῆς, ὁτι ὁ βάτος καίεται πυρί, καὶ ὁ βάτος οὐ κατακαίεται«. καὶ οὐκ εἶπεν ἡ γραφή, ὥσπερ εἶπε κατὰ τὴν ἀρχην ὅτι »ὤφθη ἄγγελος«, οὕτως εἶπεν ὅτι ἄγγελος κυρίου, ἀλλ᾿ »ἐγὼ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ«. ἦν οὖν ἐκεῖ ὁ θεὸς ἐν τῷ ἀγγέλῳ θεωρούμενος, ὡς διὰ τῆς πέτρας θεὸς γινωσκόμενος καὶ τῆς ὀπῆς τῆς ἐν αὐτῷ.

Οὐκ οἶδας οὖν, πότε πέμπονται οἱ θηρευταί. διὰ τοῦτο μηδέποτε ἀπὸ τῶν ὀρέων καταβῇς μηδὲ καταλίπῃς τοὺς βουνοὺς μηδὲ ἔξω 20 γίνου τῶν τρυμαλιῶν τῶν πετρῶν· ἐὰν γὰρ ἔξω εὑρεθῇς, λεχθήσεταί σοι ὡς ἔξω τυγχάνοντι καὶ λέγοντι τὰ τῶν ἔξω· »ἄφρον, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι τὴν ψυχήν σου ἀπὸ σοῦ· ἅ δὲ ἡτοίμασας, τίνι ἔσται«; λεχθήσεται [σοι ταῦτα· λεχθήσεται] δέ σοι [καὶ] ταῦτα, ἐὰν φάσκῃς· »καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου«. ὁρᾷς τὸν κάτω τῶν ὀρέων, τὸν κάτω τῶν βουνῶν, τὸν ἔξω τῶν τρυμαλιῶν τῶν πετρῶν, πῶς πλανᾶται καὶ ἐν τῇ περὶ ἀγαθῶν κρίσει, οἰόμενος ταῦτα εἶναι ἀγαθά. διό φησι· »καὶ ἐρῶ τῇ ψυχῇ μοῦ· ψυχή, ἔχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλά«. τὸν σῖτον καὶ τὴν εὐφορίαν τῶν γηΐνων ἀγαθὰ εἶναι νενόμικεν· οὐ γὰρ εἶδεν ὅτι [*](7 Sachar. 1,9 u. ö. — 11ff. Exod. 3,2. — 14 Exod. 3,6. — 21 Luk. 12, 20 — 24 Luk. 12,18. 19. — 28 Luk. 12,19.) [*](2 τοῦ Hu τὸ S || 3 αὑτῷ] αὐτῷ S | ὀνομάσαι] intelligere petram, et petrae H | 4.11.12 μωυσέως etc. S | 5 αὐτοῦ] 〈 CH | λόγους Co H λόγος S | 6/7 κατὰ— ἐν τῷ »ὁ ἄγγελος« nach C: κατὰ τὸ ὁ ἄγγελος u. H: juxta illud Propheticum: Angelus κατὰ—ἐν τῷ εὐαγγελίῳ S | 7/8 καὶ—πέτρας] 〈 Η | 8 βλέπω1 Blass βλέπων S | βλέπω2 Blass Koetschau video H βλέπων S || 11 πυρὸς] 〈 Η |14 ἄγγελος1] + Domini H | οὕτω + et in reliquis subsecuta est Η wohl richting | εἶπεν] ἐνθράδε Co | ὅτι] + Εgo H | 23 λεχθήσεταί1—ταῦτα2] Dicentur autem tibi ista H λεχθήσεται δὲ σοι ταῦα Co | 24 μου] 〈 Η | 28 καὶ] 〈 Η | 29 εἰς ἔτη] 〈 Η | 30 γηΐνων] + fructuum. H, besser. )

136
τὰ ἀληθῶς ἀγαθὰ οὐκ ἔστιν ἐν τῇ κατηραμένῃ γῇ, ἀλλὰ τὰ ἀληθῶς ἀγαθά ἐστιν ἐν οὐρανῷ. ἐθησαύριζεν ἐπὶ γῆς, [καὶ] ἐπεὶ ᾤετο ἀγαθὰ εἶναι τὰ ἐπὶ γῆς. ἐὰν δέ τις μεταβῇ ἀπὸ τοῦ θησαυρίζειν »ἐπὶ γῆς«, πειθ;μενος τῷ Ἰησοῦ, εἰς τὸ θησαυρίζειν »ἐν οὐρανῷ«, οὐ λεχθήσεται αὐτῷ· »ἄφρον, [τί] ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι τὴν ψυχήν σου ἀπὸ σοῦ«, ἀλλ᾿ ἐλθόντες οἱ θηρευταί, ζητοῦντες οὐ τὰ κάτω ἀλλὰ τὰ ἐν τοῖς ὄρεσι ζῶα, τὰ ἐν τοῖς βουνοῖς, τὰ ἐν ταῖς τρυμαλιαῖς τῶν πετρῶν σκεπαζόμενα, συλλήψονται ταῦτα καὶ ἀπάξουσιν αὐτὰ ἀπὸ τῆς θήρας ἐκείνης. ὅπου; ἐπὶ τὴν ἀνάπαυσιν τῶν ἁγίων καὶ μακαρίων ἐν Χριστῷ Ἰησοῦ.

»Οἱ« γὰρ »ὀφθαλμοί μου« φησὶν »ἐπὶ πάσας τὰς ὁδοὺς αὐτῶν«. τῶν τοιούτων, τῶν ἐπὶ τὰ ὄρη τὰς διατριβὰς ποιουμένων καὶ ἐν τοῖς βουνοῖς καὶ ἐν ταῖς τρυμαλιαῖς τῶν πετρῶν [καὶ] ἐπὶ τὰς ὁδοὺς πάσας ὁ θεὸς ἔχει τοὺς ὀφθαλμούς. »καὶ οὐκ ἐκρύβησαν ἀπὸ προσώπου μου« οἱ τοιοῦτοι· οἱ γὰρ φαῦλοι κρύπτονται ἀπὸ προσώπου τοῦ θεοῦ. ἢκουσεν Ἀδὰμ μετὰ τὴν παράβασιν »τὴν φωνὴν κυρίου τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν« καὶ ἐκρύβη, ὁ δὲ ἅγιος οὐ κέκρυπται, ἀλλ᾿ ἔχει καρδίαν μετὰ παρρησίας τῆς κατὰ τὴν ἁγίαν πολιτείαν πρὸς τὸν θεόν. »ἐὰν« γὰρ »ἡ συνείδησις ἡμῶν μὴ καταγινώσκῃ, ἔχει παρρησίαν πρὸς τὸν θεόν, καὶ ὃ ἂν αἰτώμεθα λαμβάνομεν παρ᾿ αὐτοῦ«. ὁ μὲν οὖν Ἀδὰμ εἰ καὶ ἥμαρτεν, οὐκ εἰς ὑπερβολὴν χαλεπὴν ἁμαρτίαν ἅμαρτεν· διὰ τοῦτο ἐκρύβη »ἀπὸ προσώπου τοὺ θεοῦ«. ὁ δὲ ἁμαρτωλότερος αὐτοῦ Κάϊν καὶ ἀσεβέστατος ὁ ἀδελφοκτόνος τί πεποίηκεν; »ἐξῆλθεν ἀπὸ προσώπου τοῦ θεοῦ«. ὥστε συγκρίσει κακῶν ἔλαττον εἶναι τὸ κρυβῆναι ἀπὸ προσώπου τοῦ θεοῦ· καὶ γὰρ οὗτος κρύπτεται οὐκ ἀπερυθριῶν, ἀλλ᾿ αἰδούμενος τὸν θεόν. »οὐκ ἐκρύβησαν« οὖν »ἀπὸ προσώπου μου«. οὗτοι, οἱ ταῦτα [*](3f. Vgl. Matth. 6,19 20. — 5 Luk. 12,20. — 15 Vgl. Philo leg. alleg. III I,87M: ὁ φαῦλος φυγάς ἐστιν .... εὐθὺς ἀποκέκρυπται θεόν. — 16.22 Vgl. Gen. 3,8. — 19 I Joh. 3,21. 22. — 24 Vgl. Gen. 4,16.) [*](2 καὶ] 〈 CoH | 3 ἀπὸ—γῆς] sublata sruce H (vgl. Matth. 16,24 Par.) | 5 τί] 〈 HuH | 6 θηρευταί] + et H | οὐ—ἀλλὰ] 〈 Η |8 ταῦτα] illum H | αὐτὰ] cum eis pariter H | 9 ἐκείνης ὅπου] sublimi et H | 11 οἱ γὰρ] quia H | φησίν] 〈 Η |12—20 Hierzu Fragm. 64 in C: Τῶν—θεόν | 13 καὶ2] 〈 HC | 15 οἱ τοιοῦτοι] Qui sancti sunt, non se abscondunt a facie Dei H | 16 παράβασιν] + coelestis mandati H | 18 Οὐ κέκρυπται] hoc non facit H | 20 ἔχει] so NT codd. B 29 ἔχομεν C habemus H 22 ὑπερβολὴν—ἥμαρτεν] perfectam malitiam mens ejus corruit H | 23 αὐτοῦ Κάϊν] 〈 Η | 24 θεοῦ] + et habitavit in terra Naid H | 26 θεοῦ] + quam fugere eum H | 26/27 καὶ—θεόν] In alio quippe conscientiae vulnus inflictum tenebras et secreta perquirens, levare oculos non patitur ad coelum. In alio autem ex desperatione nata contumacia negligit Dominum H | 27 μου] + neque absconditae sunt iniquitates eorum contra oculos meos H, vgl. LXX Luc. u. Hexapla | 27—S. 137,1 οὗτοι—ποιήσαντες] Hi super quas injustitias non se absconderunt a facie Dei? H.)

137
ποιήσαντες, ἐν ἁμαρτίαις ποτὲ γεγόνασι καὶ ἀπὸ ἁμαρτιῶν τῶν ἐν τῇ θαλάσσῃ ἡλιεύθησαν.

ἵν᾿ οὖν μὴ ὑπολαμβάνωσιν οἱ ἁλιευθέντες καὶ μετὰ ταῦτα εἰς τὰ ὄρη ἐλθόντες, ὅτι ἐκ δικαιοσύνης αὐτοῖς ταῦτα γεγένηται, ὑπομιμνῄσκει οὐ μόνον ἐκείνους, ἀλλὰ καὶ ἡμᾶς ὁ λόγος τῶν προτέρων ἁμαρτημάτων. διὸ λέγεται μετὰ τὰς εὐεργεσίας· »καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα αὐτῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου«.

Τὰ ἑξῆς ἀγῶνα μέλλει ἡμῖν ἐμποιεῖν. εἴτε γὰρ νοοῦμεν ὡς ἀκό- λουθα, φροντίσομεν ἐπιμελῶς περὶ τῆς ἀνταποδόσεως τῶν ἁμαρτημάτων· εἴτε δοκεῖ οὐκ ἀκόλουθα εἶναι τοῖς προαποδεδομένοις περὶ ἁλιευομένων καὶ θηρευομένων, καὶ οὕτως εἰς ἀγῶνα ἡμᾶς ἐμβάλλει οὐ τὸν τυχόντα. »καὶ ἀνταποδώσω« γὰρ φησι »πρῶτον διπλᾶς τὰς ἀδικίας αὐτῶν καὶ τὰς ἁμαρτίας αὐτῶν, ἐφ᾿ αἷς ἐβεβηλοῦσαν τὴν γῆν μου ἐν τοῖς θνησιμαίοις τῶν βδελυγμάτων καὶ ἐκ ταῖς ἀνομίαις αὐτῶν, ἐν αἷς ἔπλησαν τὴν κληρονομίαν μου«. τὸ »πρῶτον« εἴτε μὴ νοήσαντες ἐξεῖλάν τινες τῶν γεγραμμένων εἴτε καὶ οἰκονομήσαντες ἐξελεῖν οἱ Ἑβδομήκοντα, θεὸς ἂν εἰδείη. ἡμεῖς μέντοιγε συγκρίναντες ταῖς λοιπαῖς ἐκδόσεσιν εὕρομεν καίμενον· »καὶ ἀνταποδώσω πρῶτον διπλᾶς τὰς ἀδικίας αὐτῶν«, ἵνα δηλωθῇ ὅτι εἰ καὶ ἄξιοι διὰ τὰ δεύτερα αὐτῶν ἔργα μακαριότητος εἶεν, ἐπεὶ ἄνθρωποί εἰσι καὶ ἐν ἁμαρτίαις γεγόνασι, πρῶτον δεῖ ἀπολαβεῖν αὐτοὺς τὰς ἁμαρτίας αὐτῶν. καὶ ὅρα εἰ μὴ ὁ λόγος ἐστὶν ἀληθής. τίς οὐκ ἀπολήψεται τὰς ἁμαρτίας ἢ ὁ μετὰ τὸ πιστεῦσαι καὶ λαβεῖν ἄφεσιν ἁμαρτημάτων (ὡς ἀκοῦσαι τοῦ Ἰησοῦ λέγοντος· »ἀγέωνταί σοι αἱ ἁμαρτίαι«) μηκέτι ἁμαρτάνων; εἰ δὲ μετὰ τὴν ἄφεσιν τῶν ἁμαρτημάτων καὶ τὴν οἰκονομίαν τοῦ λουτροῦ τῆς παλιγγενεσίας ἁμαρτάνοιμεν, ὥσπερ ἡμεῖς οἱ πολλοὶ οἱ μὴ τελειωθέντες ὡς οἱ ἀπόστολοι, μετὰ τὸ ἁμαρτάνειν δὲ καὶ σὺν τῷ ἁμαρτάνειν τινὰ δεόντως πράττοιμεν, τί ἡμᾶς περιμένει, κατανοητέον. Ἆρα ἐὰν ἐξέλθωμεν τὸν βίον ἔχοντες ἁμαρτήματα, ἔχοντες δὲ καὶ ἀνδραγαμήματα, σωθησόμεθα μὲν διὰ τὰ ἀνδραγαθήματα, ἀπολυθησόμεθα δὲ περὶ τῶν ἐν γνώσει ἡμαρτημένων; ἢ κολασθησόμεθα μὲν διὰ τὰ ἁμαρτήματα, οὐδαμοῦ δὲ μισθὸν ληψόμεθα τῶν [*](14f. Vgl. d. Hexapla:※ Α'Θ' πρῶτον' u. Hier. Comm. 955. — 23 Matth. 9,2. — Vgl. Joh. 5,14 8,11. — 24 Vgl. Tit. 3,5.) [*](1 ποτὲ nach H: Aliquando τότε S | 3 ὅτι] + non ex misericordia Dei sed H | 7 ὡς ἀκόλουθα Lietzmann nach H: ea cohaerere superioribus vgl. S. 123, 1 | 8 φροντίσομεν Co φροντίσωμεν S pertimescimus H | 9 εἴτε nach H: sive εἰ δὲ S | 11 γάρ φησι] illi H | 15 τῶν γεγραμμένων S* τὸ γεγραμμένον Scorr. | ἑβδομήκοντα] + sicut et caetera H | 16 εἰδείη Hu οἰδείη S | συγκρίναντες Blass συγκρίνοντες S 19 μακαριότητος] + Die H | 23 ἁμαρτάνων] ἁμάρτανε S | 27 πράττοιμεν Blass Koetschau πράττομεν S | 29 ἀπολυθησόμεθα Hu ἀπολλυθησόμεθα S.)

138
ἀνδραγαθημάτων; ἀλλ᾿ οὔτε τὸ ἕτερον, λέγω δὲ τὸ ἀπολαβεῖν τὰ χείρονα μὴ ἀπολαβεῖν δὲ τὰ κρείττονα, κατὰ δίκαιόν ἐστι τὸν θεόν, οὔτε τὸ ἕτερον, λέγω δὲ τὸ ἀπολαβεῖν τὰ κρείττονα μὴ ἀπολαβεῖν δὲ τὰ χείρονα, κατὰ δίκαιόν ἐστι τὸν θεόν, καθαίρειν βουλόμενον καὶ ἐκκόπτειν τὴν κακίαν. ἔστω γὰρ σε ᾠκοδομηκέναι, μετὰ τὸν θεμέλιον Χριστὸν Ἰησοῦν ὅν δεδίδαξαι, οὐ μόνον >χρυσὸν καὶ ἄργυρον καὶ λίθον τίμιον< — εἴγε ἔχεις χρυσὸν καὶ πολὺν χρυσὸν ἢ ὀλίγον· ἔστω σε ἔχειν ἄργυρον, λίθον τίμιον, οὐ μόνα δέ φημι ταῦτα, ἀλλ᾿ ἔστω σε ἔχειν καὶ >ξύλα καὶ χόρτον καὶ καλάμην< — τί βούλει σοι γενέσθαι μετὰ τὴν ἔξοδον; πότερόν ποτε εἰσελθεῖν εἰς τὰ ἄγια μετὰ τοῦ ξύλου σου καὶ μετὰ τοῦ χόρτου σου καὶ τῆς καλάμης, ἵνα μιάνῃς τὴν βασιλείαν τοῦ θεοῦ; ἀλλὰ πάλιν ἀπομεῖναι θέλεις διὰ τὸν χόρτον, διὰ τὰ ξύλα, διὰ τὴν καλάμην ἐν τῷ πυρὶ καὶ μηδὲν ἀπολαβεῖν ὑπὲρ τοῦ χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου; οὐδὲ τοῦτο εὔλογον.

τί οὖν;πρῶτον ἀκολουθεῖ ἀπολαβεῖν διὰ τὰ ξύλα τὸ πῦρ τὸ ἀναλίσκον [τὸ πῦρ] τὰ ξύλα καὶ τὸν χόρτον καὶ τὴν καλάμην· ὁ θεὸς γὰρ ἡμῶν τῇ οὐσίᾳ λέγεται τοῖς συνιέναι δυναμένοις πῦρ εἶναι καταναλίσκον. καὶ ἐσιώπησε μὲν τὸ τί καταναλίσκον ὁ προφήτης λέγων· »ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον«, ἡμῖν δὲ καταλέλοιπε λέλοιπε νοεῖν. ὅτι εἶπεν· »ὁ θεὸς πῦρ ἐστι καταναλίσκον«, ἔστι τι τὸ καταναλισκόμενον. τί οὖν ἐστι τὸ καταναλισκόμενον; οὐ γὰρ τὸ κατ᾿ εἰκόνα καὶ ὁμοίωσιν ἀναλίσκει, οὐ τὸ ἴδιον κτίσμα καταναλίσκει, ἀλλὰ τὸν ἐποικοδομηθέντα χόρτον, τὰ ἐποικοδομηθέντα ξύλα, τὴν ἐποικοδομηθεῖσαν καλάμην.

Ὁ τόπος ἦν δυσδιήγητος σφόδρα. ἐπαγγελίαι ἦσαν, καὶ μετὰ τὰς ἐπαγγελίας λέγει· »καὶ ἀνταποδώσω πρῶτον διπλᾶς τὰς ἀδικίας αὐτῶν«. ἀναγκαίως πρόσκειται τὸ »πρῶτον«· πρῶτον γὰρ τὰ τῆς ἀδικίας, εἶτα τὰ τῆς δικαιοσύνης ἀποδίδοται, οὐ γὰρ ἀνάπαλιν ὀ θεὸς ἀνταποδίδωσιν. εἰ πρῶτον ἀπεδίδου τὰ ἀγαθά, ἵνα ἀπολάβωμεν τὰ [*](5ff. Vgl. I Kor. 3,11—13.—11 Vgl. Matth. 22,2. 12 — 15ff. Vgl. S. 20,1ff. —19 Hebr. 12,29 Deut. 4,24 . — 22 Vgl. Gen. 1,26) [*](1 οὔτε τὸ ἕτερον] οὐδὲ τὸ ἕτερον S neutrum horum verum est H | 1—5 λέγω—κακίαν] quia et pro peccatis torquebimur, et pro justitia recikpiemus praemia quae meremur H | 6 μόνον] + in corde tuo H | 7—9 εἴγε—ταῦτα] si tamen habes aliquid auri vel argenti H | 7 εἴγε ἔχεις SH ἔσιω σε ἔχειν Co | καὶ3] l. ἢ? | 8 ἄργυρον Co ἀργύριον S, doch vgl. Z. 7. 14/13 ἐν τῷ πυρὶ] foris H | 13/14 νγδ[εβ ἀπολαβεῖν Co nihil mercedis accipere H μηδένα λαβεῖν S | 14 ὑπὲρ] Blass αἰνὶ Koetschaub pro H περὶ S | 15 τί—ἀκολουθεῖ] Quid igitur sequitur nisi ut primum manifestioribus intellectum H | 25 ἦν] est H | σφόδρα] et ad interpretandum nimii sudoris egens, ut cum primis secunda consentiant H | 26 ἐπαγγελίαw] + repente tristia praedicantur H | ἀνταποδώσω] + illis H | 28 τὰ] übergesch. Scorr.)

139
ἀγαθά, νῦν δὲ ἀποδίδωσι τὰ κακά, ἔδει λῆξαι τὰ ἀγαθά, ἵνα ἀπολάβωμεν τὰ κακά. ἀλλὰ πρῶτον ἀποληψόμεθα τὰ κακά, καὶ μετὰ ταῦτα τὰ ἀγαθά, ἵνα τέλος λάβῃ διὰ τοῦ ἀφανισμοῦ τῶν κακῶν τὰ τῆς κολάσεως τῶν παθόντων, ἵνα μετὰ ταῦτα ἀποδῷ τὰ ἀγαθά. διὸ εὑρήσεις ἐν ταῖς ἱεραῖς γραφαίς τὸν θεὸν λέγοντα πρῶτον τὰ δοκοῦντα εἶναι σκυθρωπότερα καὶ μετὰ ταῦτα τὰ κρείττονα. »ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι«. »αὐτὸς ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο«. ἐπὶ τούτοις ἔστι τὸν νοοῦντα καὶ εὐσεβῶς διακείμενον πρὸς τὰ λεγόμενα ἰπεῖν· »κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ· ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, καὶ οὐκ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν, καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ«. (ἡμεῖς δὲ ὀνειδίζομεν καὶ τοὺς μετανοοῦντας καὶ ἐπιστρέφοντας, λεγούσης τῆς γραφῆς· »μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρ- τίας«.) »ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ· ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους ἀποληψόμεθα τὰ ἁμαρτήματα ἡμῶν.