Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

3. Οὕτως οὖν καὶ ἐνθάδε, ὅτε ἔτι κλαίουσι καὶ δέονται πρὸς θεὸν, πληθυντικῶς λέγεται τό· Ἔκλαυσαν καὶ ἐδεήθησάν μου· ὅτε δὲ εὑρίσκουσι τόν θεὸν, οὐκέτι πληθυντικῶς φησὶ τό. Ἐκεῖ ἐλαλήθη πρός αὐτούς· ἀλλά· πρὸς αὐτόν. ἤδη γὰρ ἒν γεγόνασιν οἱ πολλοὶ ἐν τῷ εὑρηκέναι τὸν θεὸν καὶ ἐν τῷ ἀκούειν λόγον αὐτοῦ. ὄ γὰρ εἶς ὅτε ἁμαρτάνει πολλοστός ἐστιν, ἀποσχιζόμενος ἀπὸ θεοῦ καὶ μεριζόμενος καὶ τῆς ἑνότητος ἐκπεσών· οἱ δὲ πολλοὶ ταῖς ἐντολαῖς ἑπόμενοι ταῖς τοὺ θεοῦ εἶς εἰσί· καθὼς καὶ ὀ ἀπόστολος μαρτυρεῖ, εἰπών· Ὅτι εἶς ἄρτος καὶ [*](1 Co x 17) ἔν σῶμα οἱ πολλοί ἐσμεν· καὶ πάλιν· Εἶς θεὸς καὶ εἶς [*](cf. Eph iv 5 f.) χριστὸς καὶ μία πίστις καὶ ἓν βάπτισμα· καὶ ἀλλαχοῦ· Ὅτι οἱ πάντες ἔν ἐσμεν ἐν Χριστῷ Ἰησοῦ· καὶ αὗθις· [*](cf. Ro xii 5; Ga iii 28) Ἡρμοσάμην γὰρ ὑμᾶς τοὺς πάντας ἐνὶ ἀνδρὶ παρθένον [*](2 Co xi 2) ἁγνὴν παραστῆσαι, τῷ κυρίῳ. καὶ ὅτι οἱ εὐαρεστοῦντες [*](6 om. τοῦ ξύλου B 7 φάγητε] φάγησθε Α B 8 λέγει] supplevi ex conjecturn 20 om. μου A D 31 om. ἐνὶ ἀνδρὶ B)

54
τῷ κυρίῳ ἕν εἰσιν, ἀπό τῆς προσευχῆς, ἧς ὁ σωτὴρ εὔχεται [*](AB(C)(D)) πρὸς τὸν πατέρα περὶ τῶν μαθητῶν αὐτοῦ, ἔστιν ἰδεῖν· [*](cf. Jn xvii 11, 21) Πάτερ γάρ, φησιν, ἅγιε, δὸς ἵνα καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν οὕτω καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσιν. ὅταν δὲ καὶ ἀλλήλων [*](Ro xii 5 Eph iv 25) μέλη εἶναι λέγωνται οἱ ἅγιοι, τί ἄλλο εἰ μὴ ἓν σῶμά εἰσι; [*](Herm Vis xi) καὶ ἐν τῷ Ποιμένι δὲ τὴν οἰκοδομὴν τοῦ πύργου, διὰ πολλῶν μὲν λίθων οἰκοδομουμένην, ἐξ ἑνὸς δὲ λίθου φαινομένην εἶναι τὴν οἰκοδομὴν, τί ἄλλο ἢ τὴν ἐκ πολλῶν συμφωνίαν καὶ ἑνότητα σημαίνει ἡ γραφή;

1. Οὐχ ὥσπερ ὄνομα ἕν ἐστι νόμος, οὕτω καὶ εἷς ὁ περὶ νόμου πανταχοῦ τῆς γραφῆς λόγος. διὸ καθʼ ἕκαστον χρὴ τόπον αὐτῆς ἐπιμελῶς ἐπιστήσαντα θεωρῆσαι, νῆν μὲν τί σημαίνεται ἐκ τῆς νόμος φωνῆς, νῦν δὲ τί χρὴ τὸ τοιοῦτον ἐννοεῖν. ἀλλὰ καὶ περὶ ἄλλων πλειόνων· ὁμώνυμοι γὰρ καὶ ἐπὶ ἄλλων εἰσὶ κατὰ τὴν γραφὴν φωναὶ, αἵτινες συγχέουσι τοὺς νομίζοντας ὅτι ὡς ὄνομα ἕν ἐστιν οὕτω καὶ τὸ σημαινόμενον ἓν, ὅπου ἂν τοῦτο ὀνομασθῇ. ὅτι δὲ ἡ νόμος φωνὴ οὐκ ἐπὶ τοῦ αὐτοῦ ἀλλʼ ἐπὶ πλειόνων τέτακται. τὰ πολλὰ παραλιπόντες καὶ δεόμενα κατασκευῆς, ἔχοντα ἀνθυποφορὰν λύσεως δεομένην, ἐκθησόμεθα τὰ πάνθʼ ὁντινοῦν δυσωπῆσαι δυνάμενα, ὡς τῆς νόμος φωνῆς κειμένης ἐπὶ πλειόνων· οἷον ἐπὰν ἐν τῇ πρὸς Γαλάτας [*](Ga iii 10; cf. Deut xxvii 26) λέγηται· Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσί, γέγραπται γάρ· ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει [*](10 Ru. IV. 580 25, 26 κειμένης] hic rursus incpit C)

55
[*](ABC) πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοὺ ποιῆσαι αὐτά. σαφὲς ὅτι νόμος ὁ κατὰ τό γράμμα δηλοῦται Μωσέως, τὸ προστακτικὸν μὲν ὧν ποιητέον, ἀπαγορευτικὸν δὲ ὧν οὐ ποιητέον τοῖς αὐτῷ ὑποκειμένοις. τό δʼ αὐτὸ δηλοῦται ἐν τῇ αὐτῇ ἐπιστολῇ καὶ ἐν τῷ· Ὁ νόμος [*](Ga iii 19) γὰρ τῶν παραβάσεων χάριν ἐτέθη, ἄχρι οὗ ἔλθῃ τὸ σπέρμα ᾦ ἐπήγγελται, διαταγεὶς διʼ ἀγγέλων ἐν χειρὶ μεσίτου· καὶ ἐν τῷ· Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν [*](Ga iii 24 ff.) γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. πάντες γὰρ υἱοὶ θεοῦ ἐστὲ διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. σημαίνεται καὶ ἡ παρὰ Μωσεῖ ἀναγςγραμμένη ἴστορία ἀπὸ τῆς νόμος φωνῆς, ὡς ἀπὸ τῆς αὐτῆς ἐπιστολῆς ἔστι λαβεῖν ἐκ τοῦ· Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, [*](Ga iv 21 ff.) τὸν νόμον οὐκ ἀκούετε; γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἔνα ἐκ τῆς παιδίσκης καὶ ἔνα ἐκ τῆς ἐλευθέρας. ἀλλʼ ὁ μὲν ἐκ τῆς παιδίσκης κατά σάρκα γεγέννηται, δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας.