Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

2. Ὡς γὰρ αἱ διάφοροι τοῦ ψαλτηρίου ἢ τῆς κιθάρας χορδαὶ, ὧν ἑκάστη ἴδιόν τινα φθόγγον καὶ δοκοῦντα μὴ ὅμοιον εἶναι τῷ τῆς ἑτέρας ἀποτελεῖ, νομίζονται τῷ ἀμούσῳ καὶ μὴ ἐπισταμένῳ λόγον μουσικῆς συμφωνίας διὰ τὴν ἀνομοιότητα τῶν φθόγγων ἀσύμφωνοι τυγχάνειν· οὕτως οἱ μὴ ἐπιστάμενοι ἀκούειν τῆς τοῦ θεοῦ ἐν ταῖς ἱεραῖς γραφαῖς ἁρμονίας οἴονται ἀνάρμοστον εἶναι τῇ καινῇ τὴν παλαιὰν, ἢ τῷ νόμῳ τοὺς προφήτας, ἢ τὰ εὐαγγέλια [*](1 Ru. III. 440 16 om. τὰ AD 19 ἐχόντων] ἔχοντα B; ἔχων D)

50
ἀλλήλοις, ἢ τὸν ἀπόστολον τῷ εὐαγγελίῳ ἢ ἑαυτῷ ἢ τοῖς [*](ABD) ἀποστόλοις. ἀλλʼ ἐλθὼν ὁ πεπαιδευμένος τήν τοῦ θεοῦ μουσικὴν, σοφός τις ἐν ἔργοις καὶ λόγοις τυγχάνων, καὶ διὰ τοῦτο χρηματίζων ἂν Δαυεὶδ, ὂς ἑρμηνεύεται ἱκανὸς χειρὶ, ἀποτελέσει φθόγγον μουσικῆς θεοῦ, ἀπὸ ταύτης μαθὼν ἐν καιρῷ κρούειν χορδὰς νῦν μὲν νομικὰς νῦν δὲ συμφώνως αὐταῖς εὐαγγελικὰς, καὶ νυνὶ μὲν προφητικὰς, ὅτε δὲ τὸ αὐλογον ἀπαιτεῖ, τὰς ὁμοτονούσας ἀποστολικὰς αὐταῖς, οὕτω δὲ καὶ ἀποστολικὰς εὐαγγελικαῖς. ἓν γὰρ οἶδεν τὸ τέλειον καὶ ἡρμοσμένον ὄργανον τοῦ θεοῦ εἶναι πᾶσαν τὴν γραφὴν, μίαν ἀποτελοῦν ἐκ διαφόρων φθόγγων σωτήριον τοῖς μανθάνειν ἐθέλουσι φωνὴν, καταπαύουσαν καὶ κωλύουσαν ἐνέργειαν πᾶσαν πονηροῦ πνεύματος, ὡς κατέπαυσεν ἡ Δαυεὶδ μουσικὴ τὸ ἐν τῷ Σαοὺλ πονηρὸν [*](1 Sam xvi 14) πνεῦμα καὶ πνῖγον αὐτόν. ὁρᾷς οὖν καὶ τρίτως εἰρηνοποιὸν τὸν ἑπομένως τῇ γραφῇ καὶ βλέποντα τὴν εἰρήνην πάσης αὐτῆς καὶ ἐμποιοῦντα ταύτην τοῖς ὀρθῶς ζητοῦσι καὶ γνησίως φιομαθοῦσιν.

1. Τῷ μὴ ἐξειληφότι τὸ ἰδίωμα τῶν προσώπων τῆς γραφῆς, τῶν τε λεγόντων καὶ τῶν πρὸς ἃ ὁ λόγος, πολλὴν παρέχει σύγχυσιν τὰ λεγόμενα, ζητοῦντι τὸ λέγον πρόσωπον ὄ τί ποτέ ἐστι, καὶ τὸ πρὸς ὂ ὁ λόγος ὁποῖον, καὶ πότε τὸ λέγον ἐπαύσατο πρόσωπον· τοῦ πρὸς ὅ ἐστι πολλάκις τηρουμένου, καὶ ἑτέρου πρὸς αὐτὸ λέγοντος· ἢ τοῦ πρὸς δ ὀ λόγος οὐκέτι ἀκούοντος, ἑτέρου δὲ διαδεξαμένου [*](19 Ru. 111. 11 27 ἑτέρου πρὸς] + τὸ AD)

51
[*](ΑBD) τὰ λεγόμενα, μένοντος τοῦ λέγοντος· ἔστι δʼ ὅτε μεταβάλλει ἀμφότερα, καὶ τὸ λέγον καὶ τὸ πρὸς ὃ ὁ λόγος· ἐπὶ πλεῖον μένοντα ἀμφότερα οὐ σαφῶς δηλοῦται μένοντα. τί δὲ δεῖ παράδειγμα ζητεῖν ἑνὸς ἑκάστου τούτων, πάνυ τῶν προφητικῶν πεπληρωμένων τῆς διαφορᾶς αὐτῶν; ἥτις καὶ αἰτία ἐστὶν οὐχ ἡ τυχοῦσα μὴ διακρινομένη τῆς ἀσαφείας τῶν λεγομένων. ἔστι δὲ καὶ αὕτή συνήθεια τῆς γραφής, τὸ ταχέως μεταπηδᾶν ἀπὸ τοῦ περί τινων λόγου εἰς τὸν περὶ ἑτέρων· καὶ τοῦτο ἀσαφῶς ποιεῖν καὶ ὑποσυγκςχυμένως μάλιστα τούς προφήτας.

2. Ἐν ᾦ ψαλμῷ τὰ περὶ τοῦ Ἰούδα γέγραπται εἴποι τις ἂν ὅτι οὐ τὸ πυεῦμα τὸ ἄγιον λαλεῖ· σαφῶς γὰρ τοῦ σωτῆρός εἰσιν οἱ λόγοι, λέγοντος· Ὁ θεὸς τὴν αἴνεσίν [*](Ps cix (cviii) 1,8) μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπʼ ἐμὲ ἠνοίχθη· καὶ τὰ ἐξῆς, ἕως· Καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. πῶς οὖν, εἰ ὁ σωτήρ ἐστιν ὁ λέγων ταῦτα, φησὶν ὁ Πέτρος· Ἔδει πληρωθῆναι τὴν [*](Αct i 16) γραφὴν ἢν προεῖπε τὸ πνεῦμα τὸ ἄγιον διὰ στόματος Δαυείδ; μήποτε οὖν ὃ διδασκόμεθα ἐνταῦθα τοιοῦτόν ἐστι· προσωποποιεῖ τὸ πνεῦμα τὸ ἃγιον ἐν τοἲς προφήταις, καὶ ἐὰν προσωποποιήσῃ τὸν θεὸν, οὐκ ἔστιν ὁ θεός ὁ λαλῶν, ἀλλὰ τὸ ἄγιον πνεῦμα ἐκ προσώπου τοῦ θεοῦ λαλεῖ· καὶ ἐὰν προσωποποιήσῃ τὸν χριστὸν, οὐκ ἔστιν ὁ χριστὸς ὀ λαλῶν, ἀλλὰ τὸ ἄγιον πνεῦμα ἐκ προσώπου τοῦ χριστοῦ λαλεῖ. οὕτως οὖν κἂν προσωποποιήσῃ τὸν προφήτην ἢ τὸν λαὸν ἐκεῖνον ἢ τόν λαὸν τοῦτον, ἢ ὅ τι δήποτε προσωποποιεῖ, τὸ ἀγιον πνεῦμά ἐστι τὸ πάντα προσωποποιοῦν.

[*](4 παράδειγμα] τὰ παραδείγματα AD 6 om. οὐχ A 11 Ru. IV. 457)