Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

6. Παρατηρητέον πρὸς τούτοις εἰ δύναται ἀποδεικτικὸν τοῦ τὰ ἅγια μίαν τυγχάνειν βίβλον, τὰ δὲ ἐναντίως ἔχοντα πολλὰς, τὸ ἐπὶ μὲν τῶν ζώντων μίαν εἶναι τὴν βίβλον, ἀφʼ ἧς ἀπαλείφονται οἱ ἀνάξιοι αὐτῆς γεγενημένοι, ὡς [*](Ps lxix (lxviii) 29) γέραπται· Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων· ἐπὶ δὲ τῶν κρίσει ὑποκειμένων βίβλους φέρεσθαι· φησὶ γάρ ὁ [*](Dan vii 10) Δανιήλ· Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. τῷ δὲ ἑνικῷ τῆς θείας βίβλου καὶ Μωσῆς μαρτυρεῖ, λέγων· [*](13 ἑαυτοῦ] αὐτοῦ AD 17 φυλῆς] + τοῦ A 18 καὶ] + ὁ AD 21 om. μὲν B 22 ὄπισθεν] rursus incipit C 26 τὸ] τῶ AB; ἐμφαίνειν τὸ C)

47
[*](ΑB(c)(D)) Εἰ μὲν ἀφῇς τῷ λαῷ τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, [*](Ex xxxii 32) ἐξάλειφόν με ἐκ τῆς βίβλου σου ἦς ἔγραψας. ἐγὼ καὶ τὸ παρὰ τῷ Ἠσαία οὕτως ἐκλαμβάνω οὐ γὰρ ἴδιον τῆς τούτου προφητείας τὸ εἶναι τοὺς λόγους τοῦ βιβλίου [*](Is xxix 11 f.) ἐσφραγισμένους, μήτε ὑπὸ τοῦ μὴ ἐπισταμένου γράμματα ἀναγινωσκομένους διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα, μήτε ὑπὸ τοῦ ἐπισταμένου διά τὸ ἐσφραγίσθαι τὴν βίβλον. ἀλλὰ καὶ τοῦτο ἐπὶ πάσης γραφῆς ἀληθεύεται, δεομένης τοῦ κλείσαντος λόγου καὶ ἀνοίξοντος· Οὗτος γὰρ κλείσει [*](Is xxii 22; cf. Ap iii 7) καὶ οὐδεὶς ἀνοίξει· καὶ ἐπὰν ἀνοίξῃ οὐκέτι οὐδεὶς ἀπορίαν δύναται τῇ ἀπʼ αὐτοῦ σαφηνείᾳ προσενεγκεῖν· διὰ τοῦτο λέγεται ὅτι ἀνοίξει καὶ οὐδεὶς κλείσει. τὸ παραπλήσιον δὲ καὶ ἐπὶ τῆς εἰρημένης βίβλου παρὰ τῷ Ἰεζεκιήλ ἐκλαμβάνω, ἐν ᾖ ἐγέγραπτο θρῆνος καὶ μέλος καὶ οὐαί. πᾶσα [*](Εzek ii 10) γὰρ βίβλος περιέχει τὸ τῶν ἀπολλυμένων οὐαὶ, καὶ τὸ περὶ τῶν σωζομένων μέλος, καὶ τὸν περὶ τῶν μεταξὺ θρῆνον. ἀλλὰ καὶ ὁ ἐσθίων Ἰωάννης μίαν κεφαλίδα, ἐν [*](cf. AP X 10) ᾗ γέγραπται τὰ ὄπισθεν καὶ τὰ ἔμπροσθεν, τὴν πᾶσαν νενόηκε γραφὴν ὡς βίβλον μίαν, ἡδίστην κατὰ τὰς ἀρχὰς νοουμένην ὅτε τις αὐτὴν μασᾶται, πικρὰν δὲ τῇ ἑκάστου τῶν ἐγνωκότων συναισθήσει τῇ περὶ ἑαυτοῦ ἀναφαινομένην. ἔτι προσθήσω εἰς τὴν τούτου ἀπόδειξιν ῥητὸν ἀποστολικὸν μὴ νενοημένον ὑπὸ τῶν Μαρκίωνος, καὶ διὰ τοῦτο ἀθετούντων τὰ εὐαγγέλια· τὸ γὰρ τὸν ἀπόστολον λέγειν· Κατὰ τὸ [*](Ro ii 16) εὐαγγέλιόν μου ἐν Χριστῷ Ἰησοῦ, καὶ μὴ φάσκειν εὐαγγέλια, ἐκεῖνοι ἐφιστάντες φασὶν οὐκ ἄν πλειόνων ὄντων εὐαγγελίων τὸν ἀπόστολον ἑνικῶς τὸ εὐαγγέλιον εἰρηκέναι, οὐ συνιέντες ὅτι, ὡς εἶς ἐστὶν ὃν εὐαγγελίζονται πλείονες, οὕτως ἔν ἐστι τῇ δυνάμει τὸ ὑπὸ τῶν πολλῶν εὐαγγέλιον ἀναγεγραμμένον, καὶ τὸ ἀληθῶς διὰ τεσσάρων ἔν ἐστιν εὐαγγέλιον.

[*](1 ἀφῆς] ἀφεὶς B 2 ἐξάλειψόν με] κἀμὲ ἐξάλειψον C om. σου ΑC 3 τῶ ἡσαῖα] ἡσαίου B 8 om. καὶ post ἀλλὰ AC 9 om. καἰ post λόγου AC 24 post εὑαγγέλια desunt multa folia in C)
48

7. Εἰ τοίνυν ταῦτα ἡμᾶς πεῖσαι δύναται τί ποτέ ἐστι [*](ΑBD) τὸ ἕν βιβλίον καὶ τί τὰ πολλὰ, νῦν μᾶλλον φροντίζω οὐ διὰ τὸ πλῆθος τῶν γραφομένων ἀλλὰ διὰ τὴν δύναμιν τῶν [*](99) νοουμένων, μήποτε περιπέσω τῷ παραβαίνειν τὴν ἐντολὴν, ἐάν τι παρὰ τὴν ἀλήθειαν ὡς ἀλήθειαν ἐκθῶμαι, κἄν ἐν ἑνὶ τῶν γραφομένων· ἐκεῖ γὰρ ἔσομαι γράψας βιβλία πολλά. καὶ νῦν δὲ προφάσει γνώσεως ἐπανισταμένων τῶν ἑτεροδόξων τῇ ἁγίᾳ τοῦ χριστοῦ ἐκκλησίᾳ, καὶ πολυβίβλους συντάξεις φερόντων ἐπαγγελλομένας διήγησιν τῶν τε εὐαγγελικῶν καὶ ἀποστολικῶν λέξεων, ἐὰν σιωπήσωμεν μὴ ἀντιπαρατιθέντες αὐτοῖς τὰ ἀληθῆ καὶ ὑγιῆ δόγματα, ἐπικρατήσουσι τῶν λίχνων ψυχῶν, ἀπορίᾳ τροφῆς σωτηρίου ἐπὶ τὰ ἀπηγορευμένα σπευδουσῶν καὶ ἀληθῶς ἀκάθαρτα καὶ βδελυκτὰ βρώματα. διόπερ ἀναγκαῖόν μοι δοκεῖ εἴναι, τὸν δυνάμενον πρεσβεύειν ὑπὲρ τοῦ ἐκκλησιαστικοῦ λόγου ἀπαραχαράκτως καὶ ἐλέγχειν τοὺς τὴν ψευδώνυμον γνῶσιν μεταχειριζομένους, ἵστασθαι κατὰ τῶν αἱρετικῶν ἀναπλασμάτων, ἀντιπαραβάλλοντα τὸ ὕψος τοῦ εὐαγγελικοῦ κηρύγματος, πεπληρωμένον συμφωνίας δογμάτων κοινῶν τῇ καλουμένῃ παλαιᾷ πρὸς τὴν ὀνομαζομένην καινὴν διαθήκην. αὐτὸς γοῦν ἀπορίᾳ τῶν πρεσβευόντων τὰ κρείττονα, μὴ φέρων τὴν ἄλογον καὶ ἰδιωτικὴν πίστιν, διὰ τὴν πρὸς Ἰησοῦν ἀγάπην ἐπιδεδώκεις ποτὲ σαυτὸν λόγοις, ὦν ὕστερον τῇ δεδομένῃ σοι συνέσει καταχρησάμενος εἰς δέον καταγνοὺς ἀπέστης. ταῦτα δέ φημι κατὰ τὸ φαινόμενόν μοι ἀπολογούμενος περὶ τῶν δυναμένων λέγειν καὶ γράφειν, περὶ δὲ ἐμαυτοῦ ἀπολογούμενος, μὴ ἄρα οὐ τοιαύτης ὤν [*](2 Co iii 6) ἕξεως ὁποίαν ἐχρῆν τὸν παρὰ θεοῦ ἱκανούμενον διάκονον τῆς καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, τολμηρότερον ἐμαυτὸν τῷ ὑπαγορεύειν ἐπιδίδωμι.

[*](5 om. ὡς ἀλήθειαν B 16 ἀπαραχαράκτως] καὶ πρεσβεύειν B)