Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

1. Ἐπεὶ μὴ ἀρκούμενος τὸ παρὸν ἀνειληφέναι πρὸς ἡμᾶς ἔργον τῶν τοῦ θεοῦ ἐργοδιωκτῶν, καὶ ἀπόντας τὰ πολλά σοι σχολάζειν καὶ τῷ πρὸς σὲ καθήκοντι ἀξιοῖς, ἐγὼ ἐκκλίνων τὸν κάματον, καὶ περϊστάμενος τὸν παρὰ θεοῦ τῶν ἐπὶ τὸ γράφειν εἰς τὰ θεῖα ἑαυτοὺς ἐπιδεδωκότων [*](10 om. τοῖς B)

43
[*](ΑBD) κίνδυνον, συναγορεύσαιμι ἄν ἐμαυτῷ ἀπὸ τῆς γραφῆς παραιτούμενος τὸ πολλὰ ποιεῖν βιβλία. φησὶ γὰρ ἐν τῷ Ἐκκλησιαστῇ Σολομῶν· Υἱέ μου, φύλαξαι τοῦ ποιῆσαι [*](Eccl xii 12) βιβλία πολλά· οὐκ ἔστι περασμὸς, καὶ μελέτη πολλὴ κόπωσις σαρκός. ἡμεῖς γὰρ, εἰ μὴ ἔχοι νοῦν τινα κεκρυμμένον καὶ ἔτι ἡμῖν ἀσαφῆ ἡ προκειμένη λέξις, ἄντικρυς παραβεβήκαμεν τὴν ἐντολὴν μὴ φυλαξάμενοι ποιῦσαι βιβλία πολλά.

2. Ὅσον γὰρ ἐπὶ τῇ λέξει δύο σημαίνεται ἐκ τοῦ. Yἱέ μου, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά· ἕν μὲν ὅτι οὐ δεῖ κεκτῆσθαι βιβλία πολλὰ, ἕτερον δὲ ὅτι οὐ δεῖ συντάξαι βιβλία πολλά· καὶ εἰ μὴ τὸ πρῶτον, πάντως τὸ δεύτερον· εἰ δὲ τὸ δεύτερον, οὐ πάντως τὸ πρότερον. πλήν ἑκατέρωθεν δόξομεν μανθάνειν, μὴ δεῖν ποιεῖν βιβλία πλείονα. ἠδυνάμην δὲ πρὸς τὸ νῦν ἡμῖν ὑποπεπτωκὸς ἱστάμενος ἐπιστεῖλαί σοι ὡς ἀπολογίαν τὸ ῥητὸν, καὶ, κατασκευάσας τό πρᾶγμα ἐκ τοῦ μηδὲ τοὺς ἁγίους πολλῶν βιβλίων συντάξεσιν ἐσχολακέναι, παύσασθαι πρὸς τὸ ἑξῆς τοῦ [*](95) κατὰ τὰς συνθήκας, ἅς ἐποιησάμεθα πρὸς ἀλλήλους, ὑπαγορεύειν τὰ διαπεμφθησόμενά σοι· καὶ τάχα σὺ πληγεὶς ὑπὸ τῆς λέξεως πρὸς τὸ ἐξῆς ἄν ἡμῖν συνεχώρησας. ἀλλʼ ἐπεὶ τὴν γραφὴν εὐσυνειδήτως ἐξετάζειν δεῖ, μὴ προπετῶς ἑαυτῷ καταχαριζόμενον τὸ νενοηκέναι ἐκ τοῦ ψιλὴν τὴν λέξιν ἐξειληφέναι, οὐχ ὑπομένω μὴ τὴν φαινομένην μοι ὑπὲρ ἐμαυτοῦ ἀπολογίαν, ἦ χρήσαιο ἄν κατʼ ἐμοῦ εἰ παρὰ τὰς συνθήκας ποιήσαιμι, παρατιθείς. καὶ πρῶτόν γε, ἐπεὶ δοκεῖ τῇ λέξει συναγορεύειν ἡ ἱστορία, οὐδενὸς τῶν ἀγίων ἐκδεδωκότος συντάξεις πλείονας καὶ ἐν πολλαῖς βίβλοις τὸν νοῦν αὐτοῦ ἐκτιθεμένου, περὶ τούτου λεκτέον. ὁ δὲ ἐγκαλῶν μοι εἰς σύνταξιν πλειόνων ἐρχομένῳ τὸν τηλικοῦτον [*](15 πρότερον] πρῶτον AD 18 κατασκευάσαι B)

44
Mωσέα φήσει μόνας πέντε βίβλους [*](ΑBD) καταλελοιπέναι.