Philocalia
Origen
Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.
7. Καὶ τοίνυν ἴδωμεν τὸ πρῶτον, ὅπερ εὐλαβηθέντες πολλοί τινες τῶν Ἑλλήνων, οἰόμενοι κατηναγκάσθαι τὰ πράγματα καὶ τὸ ἐφʼ ἡμῖν μηδαμῶς σώζεσθαι εἰ ὁ θεὸς προγινώσκει τὸ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀναδέξασθαι μᾶλλον ἦ προσέσθαι τὸ, ὥς φασιν ἐκεῖνοι, ἔνδοξον μὲν περὶ θεοῦ, ἀναιροῦν δὲ τὸ ἐφʼ ἡμῖν καὶ διὰ τοῦτο ἔπαινον καὶ ψόγον καὶ τὸ τῶν ἀρετῶν ἀπόδεκτον τῶν τε κακιῶν ψεκτόν. καί φασιν, εἰ ἐξ αἰῶνος ἔγνω ὁ θεὸς τόνδε τινὰ ἀδικήσειν καὶ τάδε ποιήσειν τὰ ἀδικήματα, ἀψευδὴς δὲ ἡ γνῶσις τοῦ θεοῦ καὶ πάντως ἔσται ἄδικος ποιήσων τάδε τὰ ἀδικήματα ὁ τοιοῦτος εἶναι προεωραμένος καὶ [*](10) ἀμήχανον μὴ ἀδικήσειν αὐτὸν, κατηνάγκασται τὸ ἀδικήσειν αὐτὸν καὶ ἀδύνατον ἔσται ἄλλο τι πρᾶξαι αὐτὸν ἢ ὅπερ ἔγνω ὁ θεός· εἰ δὲ ἀδύνατον ἄλλο τι πρᾶξαι αὐτόν, οὐδεὶς δὲ ἀδύνατα μὴ ποιήσας ψεκτός ἐστι, μάτην αἰτιώμεθα τοὺς ἀδίκους. ἀπὸ δὲ τοῦ ἀδίκου καὶ τῶν ἀδικημάτων ἐπέρχονται [*](6 om. τὰ AB 7 ἐξ αἰώνος ὄντος B 12 ἔγκειται ABC 19 προέσθαι ABC 22 ψεκτόν] τὸ μεμπτόν ABC 23 ποι- ῆσαι Eu 23—25 om. ἀψευδης- ἀδικήματα B 24 om. καὶ AC 26 τὸ] μὴ B; γὰρ C 30 ἔρχονται ABC)
8. Πρὸς οὓς λεκτέον ὅτι ἐπιβάλλων ὁ θεὸς τῇ ἀρχῇ τῆς κοσμοποιΐας, οὐδενός ἀναιτίως γινομένου, ἐπιπορεύεται τῷ νῷ ἕκαστον τῶν ἐσομένων, ὀρῶν ὅτι ἐπεὶ τόδε γέγονε τόδε ἕπεται, ἐὰν δὲ γένηται τόδε τὸ ἑπόμενον τόδε ἀκολουθεῖ, οὐ ὑποστάντος τόδε ἔσται· καὶ οὕτω μέχρι τέλους τῶν πραγμάτων ἐπιπορευθεὶς οἶδεν ἃ ἔσται, οὐ πάντως ἑκάστῳ τῶν γινωσκομένων αἴτιος τοῦ αὐτὸ συμβῆναι τυγχάνων. ὤσπερ γὰρ εἴ τις ὀρῶν τινὰ διὰ ἀμαθίαν προπετῆ, διὰ δὲ τὴν προπετείαν ἀλογίστως ἐπιβαίνοντα ὀδοῦ ὀλισθηρᾶς, εἰ καταλάβοι πεσεῖσθαι ὀλισθήσαντα, οὐχὶ αἴτιος τοῦ ὀλίσθου ἐκείνῳ γίνεται· οὔτω νοητέου τὸν θεόι προςωρακότα ὁποῖος ἔσται ἐκαστος καὶ τὰς αἰτίας τοῦ τοιοῦτον αὐτὸν ἔσεσθαι καθορᾷν, καὶ ὅτι ἁμαρτήσεται τάδε ἢ κατορθώκει τάδε. καὶ εἰ χρὴ λέγειν οὐ τὴν πρόγνωσιν αἰτίαν τῶν γινομένων, (οὐ γὰρ ἐφάπτεται τοῦ προεγνωσμένου [*](11) ἁμαρτησομένου ὀ θεὸς, ὅταν ἁμαρτάνῃ), ἀλλὰ παραδοξότερον μὲν ἀληθὲς δὲ ἐροῦμεν, τὸ ἐσόμενον αἴτιον τοῦ τοιάνδε εἶναι τὴν περὶ αὐτοῦ πρόγνωσιν. οὐ γὰρ ἐπεὶ ἔγνωσται γίνεται, ἀλλʼ ἐπεὶ ἔμελλεν γίνεσθαι ἔγνωσται· διαστολῆς δὲ δεῖται. εἰ μὲν γὰρ τὸ ‘πάντως ἔσταιʼ οὕτω τις ἑρμηνεύει, ὡς ἀνάγκην εἶναι γενέσθαι τὸ προεγνωσμένον, οὐ διδόαμεν αὐτῷ· οὐ γὰρ ἐροῦμεν, ἐπεὶ προέγνωσται Ἰούδαν προδότην γενέσθαι, ὅτι πᾶσα ἀνάγκη ἦν Ἰούδαν προδότην γενέσθαι. ἐν γοῦν ταῖς περὶ τοῦ Ἰούδα προφητείαις μέμψεις καὶ κατηγορίαι τοῦ Ἰούδα ἀναγεγραμμέναι εἰσὶ παντί τῳ παριστᾶσαι τὸ ψεκτὸν αὐτοῦ. οὐκ ἂν δὲ ψόγος αὐτῷ προσήπτετο, εἰ ἐπαναγκὲς προδότης ἦν, καὶ μὴ ἐνεδέχετο αὐτὸν ὅμοιον τοῖς λοιποῖς ἀποστόλοις γενέσθαι. ὅρα δὲ εἰ μὴ ταῦτα δηλοῦται διʼ [*](20 om. ὅταν ἁμαρτάνῃ ABC 25 δίδομεν BC; δίδωμεν Α 29 παριστῶσαι C Εu)
9. Σαφέστερον δὲ τοῦτο οὕτως ἐροῦμεν. εἰ ἐνδέχεται Ἰούδαν εἶναι ἀπόστολον ὁμοίως Πέτρῳ, ἐνδέχεται τὸν θεὸν νοῆσαι περὶ τοῦ Ἰούδα ὅτι μενεῖ ἀπόστολος ὁμοίως Πέτρῳ. εἰ ἐνδέχεται Ἰούδαν προδότην γενέσθαι, ἐνδέχεται τὸν θεὸν φρονῆσαι περὶ αὐτοῦ ὅτι προδότης ἔσται. εἰ δὲ προδότης ἔσται Ἰούδας, ὁ θεὸς τῇ προγνώσει αὐτοῦ τῶν προειρημένων ἐνδεχομένων δύο, ἐνδεχομένου τοῦ εἶναι ἑνὶ αὐτῶν, τὸ ἀληθὲς προγινώσκων, προγνώσεται τὸν Ἰούδαν προδότην γενέσθαι· τὸ δὲ περὶ οὖ ἡ γνῶσις ἐνδέχεται καὶ ἑτέρως γενέσθαι· καὶ λέγοι ἂν ἡ γνῶσις τοῦ θεοῦ ὅτι ἐνδέχεται μὲν τόνδε τόδε ποιῆσαι, ἀλλὰ καὶ τὸ ἐναντίον· ἐνδεχομένων δὲ ἀμφοτέρων, οἶδα ὅτι τόδε ποιήσει· οὐ γὰρ ὥσπερ ὁ θεὸς εἴποι ἂν, οὐκ ἐνδέχεται τόνδε τινὰ τὸν ἄνθρωπον πτῆναι, οὕτω χρησμὸν φέρε εἰπεῖν περί τινος διδοὺς ἐρεῖ ὅτι οὐκ ἐνδέχεται τόνδε σωφρονῆσαι. δύναμις μὲν γὰρ πάντη οὐκ ἔστι τοῦ πτῆναι οὐδαμῶς ἐν τῷ ἀνθρώπῳ, δύναμις δὲ ἔστι τοῦ σωφρονῆσαι καὶ τοῦ ἀκολαστῆσαι. ὦν [*](12) ἀμφοτέρων δυνάμεων ὑπαρχουσῶν, ὁ μὴ προσέχων λόγοις ἐπιστρεπτικοῖς καὶ παιδευτικοῖς ἑαυτὸν ἐπιδίδωσι τῇ χείρονι· [*](7 καὶ τοῦτο] καὶ τὸ A; κατὰ τὸ Εu 19 ἐνδεχομένου] ἐνδεχο- μένων AB; γεγονότων Εu 20 ἐνὶ αὐτῶν]] ἐνὶ αὐτοῦ B; ἐν αὐτῶ A Εu 24 τάδε Εu 31 χείρονι· τῆ] χειρίστη Εu)
10. Ὅτι μέντοι γε ἡ πρόγνωσις τοῦ θεοῦ οὐκ ἀνάγκην ἐπιτίθησι τοῖς περὶ ὧν κατείληφε, πρός τοῖς προειρημένοις καὶ τοῦτο λελέξεται, ὅτι πολλαχοῦ τῶν γραφῶν ὁ θεὸς κελεύει τοὺς προφήτας κηρύσσειν μετάνοιαν, οὐ προστοιησάμενος τὸ προεγνωκέναι πότερον οἱ ἀκούσαντες ἐπιστρέψουσιν ἢ τοῖς ἁμαρτήμασιν ἑαυτῶν ἐμμενοῦσιν· ὡσπερ ἐν τῷ Ἱερεμίᾳ λέγεται· Ἴσως ἀκούσονται καὶ μετανοήσουσιν. [*](Jer xxvi (xxxiii)3) οὐ γὰρ ἀγνοῶν ὁ θεὸς πότερον ἀκούσουσιν ἢ οὒ φησίν· Ἴσως ἀκούσονται καὶ μετανοήσουσιν· ἀλλʼ οἱουεὶ τὸ ἰσοστάσιον τῶν δυνάμεων γενέσθαι δεικνύς ἐκ τῶν λεγομένων· ἵνα μὴ προκατηγγελμένη ἡ πρόγνωσις αὐτοῦ προκαταπεσεῖν ποιήσῃ τοὺς ἀκούοντας, δόξαν ἀνάγκης παριστᾶσα, ὡς οὐκ ὄντος ἐπʼ αὐτοῖς τοῦ ἐπιστρέψαι, καὶ οἱονεὶ καὶ αὐτὴ αἰτία γένηται τῶν ἁμαρτημάτων· ἢ πάλιν τοῖς ἐκ τοῦ ἀγνοεῖν τὸ προεγνωσμένον καλὸν δυναμένοις ἐν τῷ ἀγωνίσασθαι καὶ ἀντιτείνειν πρὸς τὴν κακίαν ἐν ἀρετῇ βιῶσαι, αἰτία γένηται ἡ πρόγνωσις ἐκλύσεως, οὐκ ἔτι εὐτόνως ἱσταμένοις κατὰ τῆς ἁμαρτίας, ὡς πάντως ἐσομένου τοῦ προειρημένου· καὶ οὕτω γὰρ οἶον ἐμπόδιον γένοιτʼ ἂν ἠ πρόγνωσις τοῦ ἐσομένου καλοῦ. πάντα γοῦν χρησίμως ὀ θεὸς τὰ κατὰ τὸν κόσμον οἰκονομῶν εὐλόγως ἡμᾶς καὶ πρὸς τὰ μέλλοντα ἐτύφλωσεν. ἡ γὰρ γνῶσις αὐτῶν ἀνῆκε μὲν ἡμᾶς ἀπὸ τοῦ ἀθλεῖν κατὰ τῆς κακίας, ἐπέτριψε δʼ ἂν [*](5 τε] δὲ Εu οὐ] ὁ BC 9 προκατείληφε B εἰρημένοις C Εug 12 ἐγνωκέναι Εu ἀκούοντες BC 15 ἀκούσουσιν] μετανοήσουσιν B; ἂν μεταγνοῖεν C 22 καλὸν] + ἡ πρόγνωσις AB 24 om. ἡ πρόγνωσις ABC)
11. Ἐπεὶ δὲ εἰρήκαμεν ὅτι ἀπετύφλωσεν ἡμᾶς πρὸς τὰ μέλλοντα ὁ θεὸς, ζητούμενόν τι ῥητὸν ἀπό τῆς Ἐξόδοῦ [*](Ex iv 11) ὅρα εἰ δυνάμεθα οὔτω σαφηνίσαι· Τίς ἐποίησεν δύσκωφον καὶ κωφὸν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ κύριος ὁ θεός; ἵνα τὸν αὐτὸν τυφλόν καὶ βλέποντα πεποιηκὼς ἦ, βλέποντα μὲν τὰ ἐνεστηκότα τυφλὸν δὲ πρός τὰ μέλλοντα· τὸ γὰρ περὶ τοῦ δυσκώφου καὶ κωφοῦ οὐ τοῦ παρόντος καιροῦ διηγήσασθαι. ὅτι μέντοι γε πολλῶν τῶν ἐφʼ μῖν αἴτια πλεῖστα τῶν οὐκ ἐφʼ ἡμῖν ἐστὶ, καὶ ἡμεῖς ὁμολογήσομεν· ὦν μὴ γενομένων, λέγω δὲ τῶν οὐκ ἐφʼ ἡμῖν, οὐκ ἂν τάδε τινὰ τῶν ἐφʼ ἡμῖν ἐπράττετο· πράττεται δὲ τάδε τινὰ τῶν ἐφʼ ἡμῖν ἀκόλουθα τοῖσδε τοῖς προγενομένοις οὐκ ἐφʼ ἡμῖν, ἐνδεχομένου τοῦ ἐπὶ τοῖς αὐτοῖς προγενομένοις καὶ ἕτερα πρᾶξαι παρʼ ἃ πράττομεν. εἰ δέ τις ζητεῖ τὸ ἐφʼ ἡμῖν ἀπολελυμένον εἶναι τοῦ παντὸς, ὥστε μὴ διὰ τάδε τινὰ συμβεβηκότα ἡμῖν ἡμᾶς αἱρεῖσθαι τάδε, ἐπιλέλησται κόσμου μέρος ὢν καὶ ἐμπεριεχόμενος ἀνθρώπων κοινωνίᾳ καὶ τοῦ περιέχοντος. μετρίως μὲν οὖν ὡς ἐν ἐπιτομῇ οἶμαι ἀποδεδεῖχθαι τὸ τὴν πρόγνωσιν τοῦ θεοῦ μὴ εἶναι καταναγκαστικὴυ τῶν προεγνασμένων πάντας.
[*](1 om. ἡμᾶς ΑBC 3 ἐγένετο Εug; om. ABC 5 ἔχομεν γὰρ καὶ] Εug: ἔχομεν καὶ γὰρ ABC; γὰρ καὶ ἔχομεν Εu codd aliqq 13 κωφὸν] + καὶ Εug 20 τῶν]] τὰ ABC: om. Εugi 21, 22 προ- γενομένοις] τρογεγραμμένοις (bis) B 25 om. τινὰ BC 29 πάντως] φέρε δὴ κ.τ.λ. Εu (v. infra p. 10 l. 2))12. Ὁ μὲν Κέλσος οἴεται διὰ τοῦτο γίνεσθαι τὸ ὑπό τινος προγνώσεως θεσπισθὲν, ἐπεὶ ἐθεσπίσθη· ἡμεῖς δὲ τοῦτο οὐ διδόντες φαμὲν οὐχὶ τόν θεσπίσαντα αἴτιον εἶναι τοῦ ἐσομένου, ἐπεὶ προεῖπεν αὐτὸ γενησόμενον, ἀλλὰ τὸ ἐσόμενον, ἐσόμενον ἂν καὶ μή θεσπισθὲν, τὴν αἰτίαν τῷ προγινώσκοντι παρεσχηκέναι τοῦ αὐτὰ προειπεῖν. καὶ ὅλον γε τοῦτο ἐν τῇ προγνώσει τοῦ θεσπίζοντος αὐτό τυγχάνει· δυνατοῦ δὲ ὄντος τοῦδέ τινος γενέσθαι, δυνατοῦ δὲ καὶ μὴ γενέσθαι, ἔσται τὸ ἕτερον αὐτῶν τόδε τι. καὶ οὔ φαμεν ὅτι ὁ προγινώσκων, ὑφελὼν τὸ δυνατὸν εἶναι γενέσθαι καὶ μὴ γενέσθαι, οἱονεὶ τοιοῦτόν τι λέγει· τόδε πάντως ἔσται, [*](406) καὶ ἀδύνατον ἑτέρως γενέσθαι. καὶ τό τοιοῦτο φθάνει ἐπὶ πᾶσαν τὴν περὶ τοῦ ἐφʼ τμῖν τινὸς πρόγνωσιν, εἴτε κατὰ τὰς θείας γραφὰς εἴτε κατὰ τὰς Ἑλλήνων ἱστορίας. καὶ ὁ καλούμενός γε παρὰ τοῖς διαλεκτικοῖς ἀργὰς λόγος, σόφισμα τυγχάνων, οὐκ ἔσται μὲν σόφισμα, ὅσον ἐπὶ τῷ Κέλσῳ, κατὰ δὲ τὸν ὑγιῆ λόγον σόφισμά ἐστιν. ἵνα δὲ τὸ τοιοῦτο νοηθῇ, ἀπὸ μὲν τῆς γραφῆς χρήσομαι ταῖς περὶ τοῦ Ἰούδα προφητείαις, ἢ τῇ τοῦ σωτῆρος τμῶν περὶ αὐτοῦ ὡς προδώσοντος προγνώσει· ἀπὸ δὲ τῶν Ἑλληνικῶν ἱστοριῶν τῷ πρὸς τὸν Λάῖον χρησμῷ, συγχωρῶν ἐπὶ τοῦ παρόντος εἶναι αὐτὸν ἀληθῆ, ἐπεὶ μὴ λυπεῖ τὸν λόγον. περὶ τοῦ Ἰούδα τοίνυν ἐν ἑκατοστῷ καὶ ὀγδόῳ λέγεται ἐκ προσώπου τοῦ σωτῆρος φαλμῷ, σὖ ἡ ἀρχή· Ὁ θεὸς, τὴν [*]( Ps cix (cviii) 1 f.) αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ if. στόμα δολίου ἐπʼ ἐμὲ ἠνοίχθη. καὶ τηρήσας γε τὰ ἐν τῷ φαλμῷ εἰρημένα εὑρήσεις ὅτι, ὡς προέγνωσται προδώσων [*](3 C. Cels ii. 20 (Ru. 1. 405) 10 om. δὲ (pr.) U+05D0 10, 11 om. δυνατοῦ δὲ καὶ μὴ γεν. U+05D0 14 φθάνειν U+05D0B 16 τὰς (sec.)] + τῶν ABC 18 τυγχάνον U+05D0 21 om. τοῦ (pr.) U+05D0 25 περὶ τοῦ Ἰούδα τοίνυν] τὸν περὶ τοῦ Ἰουδαίου νῦν 29 U+05D0 γεγραμμένα U+05D0)
13. Ἀλλὰ καὶ ὁ ἀργὸς καλούμενος λόγος, σόφισμα ὢν, τοιοῦτός ἐστι λεγόμενος ἐπὶ ὑποθέσεως πρὸς τὸν νοσοῦντα καὶ ὡς σόφισμα ἀποτρέπων αὐτὸν χρῆσθαι τῷ ἰατρῷ πρὸς ὑγίειαν, καὶ ἔχει γε οὕτως ὁ λόγος· Εἰ εἵμαρταί [*](407) σοι ἀναστῆναι ἐκ τῆς νόσου, ἐάν τε εἰσαγάγῃς τὸν ἰατρὸν ἐάν τε μὴ εἰσαγάγῃς, ἀναστήσῃ· ἀλλὰ καὶ εἰ εἴμαρταί σοι μὴ ἀναστῆναι ἐκ τῆς νόσου, ἐάν τε εἰσαγάγῃς τὸν ἰατρὸν ἐάν τε μὴ εἰσαγάγῃς, οὐκ ἀναστήσῃ· ἤτοι δὲ εἴμαρταί σοι [*](7 προδέδωκεν AB; παρέδωκεν C 9 τούτω τῶ τρόπω ABC 13 παίδων] τέκνων Εur (codd.) αὔλακα ABC 14 σʼ ὁ φὺς] σε ὄφις A 15 αἱμάτων U+05D0 16 om. σαφῶς U+05D0 17 αυλακα ABC 20 παίδων] τέκνων ABC)
14. Φέρε δὲ ἀγωνισώμεθα καὶ περὶ τοῦ τοὺς ἀστέρας [*](ΑBC Εu) μηδαμῶς εἶναι ποιητικοὺς τῶν ἐν ἀνθρώποις, σημαντικοὺς δὲ μόνον. σαφὲς δή ὅτι εἰ ὅδε τις ὁ σχηματισμός τῶν ἀστέρων ποιητικός νομίζοιτο τῶνδέ τινων τῶν γινομένων περὶ τὸν ἄνθρωπον· ἔστω γὰρ περὶ τούτου νῦν ζητεῖσθαι τὸν λόγον· οὐκ ἄν ὀ σήμερον φέρε εἰπεῖν γενόμενος σχη ματισμὸς περὶ τόνδε δύναιτο νοεῖσθαι πεποιηκέναι τα παρεληλυθότα περὶ ἕτερον ἢ καὶ περὶ ἑτέρους· πᾶν γάρ τὸ ποιοῦν πρεσβύτερον τοῦ πεποιημένου. ὅσον δὲ ἐπὶ τοῖς [*](14) μαθήμασι τῶν τὰ τοιαῦτα ἐπαγγελλομένων, πρεσβύτερα τοῦ σχηματισμοῦ προλέγεσθαι νομίζεται περὶ τοὺς ἀνθρώπους. ἐπαγγέλλονται γὰρ τόνδε τινά τόπον τήν ὣραν λαβόυτες τοῦδε τοῦ ἀνθρώπου καταλαμβάνειν πῶς ἕκαστος τῶν πλανωμένων κατὰ καθέτου, ἢ τῆσδε τῆς μοίρας τοῦ ζωδίου ἢ τῶν ἐν αὐτῷ λεπτῶν, καὶ ποῖος ἀστήρ τοῦ ζωδιακοῦ κατά τοὔ ἀνατολικοῦ ἐτύγχανεν ὁρίζοντος, ποῖός τε κατὰ τοῦ δυτικοῦ, καὶ τίς κατά τοῦ μεσουρανήματος, καὶ τίς κατά τοῦ ἀντιμεσουρανήματος. καὶ ἐπάυ θῶσι τοὺς ἀστέρας, οὗς νομίζουσιν ἑαυτοῖς ἐσχηματικέναι, κατά τόν καιρὸν τῆς τοῦ δεῖνος γενέσεως ἐσχηματισμένους οὑτωσὶ, τῷ χρΟνῳ τῆς ἀποτέξεως τοῦ περὶ σἦ σκοποῦσιν, οὐ μόνον τά μέλλοντα ἐξετάζουσιν, ἀλλὰ καὶ τὰ παρεληλυθότα, καὶ τὰ πρὸ τῆς γενέσεως καὶ τῆς σπορᾶς τοῦ περὶ οὗ ὁ λόγος γεγενημένα· περὶ πατρός, ποταπὸς ὢν τυγχάνει, πλούσιος ἢ πένης, ὁλόκληρος τό σῶμα ἢ σεσινωμένος, τὸ ἦθος βελτίων ἢ χείρων, ἀκτήμων ἦ πολυκτήμων, τήνδε τήν πρᾶξιν ἢ τήνδε ἔχων· τά δʼ αὐτὰ καὶ περὶ τῆς μητρός, καὶ περὶ πρεσβυτέρων ἀδελφῶν, ἐάν τύχωσιν ὄντες.
[*](2 Ru. 11. 13. Εus. Praep. Εv. vi. 11 8 δύναται AC Εu δυνασθαι B* 13 τόπον] ABC Εug1; τρόπον Εucodd aliqq 16 ποῖος] +ὁ AB 25 γεγενημένου AC Εunon)15. *Eστω δὲ ἡμᾶς ἐπὶ τοῦ παρόντος προσίεσθαι αὐτοὺς καταλαμβάνειν τά ἐν τῷ τόπῳ ἀληθῆ, περὶ οὗ καὶ αὐτοῦ ὕστερον δείξομεν ὅτι οὐχ οὐτως ἔχει· πευσώμεθα τοίνυν τῶν ὑπολαμβανόντων κατηναγκάσθαι ὑπό τῶν ἄστρων τὰ τῶν ἀνθρώπων πράγματα, τίνα τρόπον ὁ σήμερον σχηματισμός ὁ τοιόσδε δύναται πεποιηκέναι τὰ πρεσβύτερα. εἰ γάρ τοῦτο ἀμήχανον, καθʼ ὃ δή ὅτι εὑρίσκεται τὸ περὶ τῶν πρεσβυτέρων τοῦ χρόνου ἀληθὲς, σαφὲς τό μὴ πεποιηκέναι τοὺς ἀστέρας οὑτωσὶ κινουμένους ἐν οὐρανῷ τά παρεληλυθότα καὶ γενόμενα πρό τοῦ οὗτως ἔχειν αὐτούς. εἰ δὲ τοῦτο, τάχα ὁ προσιέμενος ἀληθεύειν αὐτοὺς, ἐπιστήσας τοῖς περὶ τῶν μελλόντων λεγομένοις, ἐρεῖ ἀληθεύειν αὐτοὺς οὐ τῷ ποιεῖν τοὺς ἀστέρας ἀλλὰ τῷ σημαίνειν μόνον. ἐάν δέ τις φάσκῃ τὰ μὲν παρεληλυθότα μῆ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ ἄλλους μὲν σχηματισμοὺς τοὺς τῆς ἐκείνων γενέσεως αἰτίους γεγονέναι, τὸν δὲ νῦν σχηματισμὸν σεσημαγκέναι μόνον, τὰ μέντοι μέλλοντα δηλοῦσθαι ἀπὸ τοῦ ἐνεστηκότος [*](15)σχηματισμοῦ τῆς τοῦ δεῖνος γενέσεως· παραστησάτω τὴν διαφορὰν τοῦ ἀπὸ τῶν ἀστέρων δύνασθαι δεῖξαι ὅτι τάδε μὲν νενόηται ἀληθῆ ὡς ἀπό ποιούντων, τάδε δὲ ὡς ἀπό σημαινόντων μόνον. μή ἔχοντες δὲ δοῦναι τὴν διαφορὰν εὐγνωμόνως συγκαταθήσονται τῷ μηδὲν τῶν κατά τοὺς ἀνθρώπους ἀπ τὢν ἀστέρων γίνεσθαι, ἀλλʼ ὡς προειρήκαμεν, εἰ ἄρα, σημαίνεσθαι· ὡς εἰ καὶ μή ἀπό τῶν ἀστέρων τις ἐλάμβανε τὰ παρεληλυθότα καὶ τά μέλλοντα, ἀλλʼ ἀπὸ τοῦ νοῦ τοῦ θεοῦ διά τινος λόγου προφητικοῦ. ὥσπερ γὰρ προαπεδείξαμεν ὅτι οὐδὲν λυπεῖ τὸν περὶ τοῦ ἐφʼ ἡμῖν λόγον τὸ τὸν θεόν εἰδέναι τά πραχθησόμενα ἑκάστῳ, οὕτως οὐδὲ τὰ σημεῖα, ζὃ ἔταξεν ὁ θεός εἰς τὸ σημαίνειν, ἐμποδίζει τὸ ἐφʼ ἡμῖν· ἀλλὰ παραπλησίως βιβλίῳ περιέχοντι τὰ μέλλοντα προφητικῶς ὁ πᾶς οὐρανός δύναται, οἱονεὶ βίβλος ὢυ θεοῦ, περιέχειν τὰ μέλλοντα. διόπερ ἐν τῇ προσευχῇ [*](3 πευσόμεθα BC 7 γὰρ] δὲ ABC 22 om. τῶ Εu 24 μὴ καὶ Εu 29 τὸ (sec.)] τῶ ΑC)
16. Ἵδωμεν καὶ δεύτερον ἐπιχείρημα, πῶς οὐ δύνανται οἱ ἀστέρες εἶναι ποιητικοὶ ἀλλʼ, εἰ ἄρα, σημαντικοί. ἀπὸ πλείστων γὰρ ὅσων γενέσεων ἔστι λαβεῖν τά περὶ ἑνός ἀνθρώπου· τοῦτο δὲ καθʼ ὑπόθεσιν λέγομεν, συγχωροῦντες τὸ ἐπιστήμην αὐτῶν ἀναλαμβάνεσθαι ὑπʼ ἀνθρώπων δύνασθαι. φέρε γὰρ εἰπεῖν, περὶ τοῦ τόνδε πείσεσθαι τόδε καὶ τεθνήξεσθαι περιπεσόντα λῃσταῖς καὶ ἀναιρεθέντα φασὶ δύνασθαι λαμβάνειν ἀπό τε τῆς ἰδίας αὐτοῦ γενέσεως, κἂν τύχῃ ἔχων ἀδελφοὺς πλείονας, καὶ ἀπὸ τῆς ἑκάστου αὐτῶν. περιέχειν γάρ οἶονται τὴν ἑκάστου γένεσιν ἀδελφόν ὑπὸ λῃστῶν τεθνηξόμενον, ὁμοίως καὶ τὴν τοῦ πατρός καὶ τὴν τῆς μητρός καὶ τὴν τῆς γαμετῆς καὶ τῶν υἱῶν αὐτοὺ καὶ τῶν οἰκετῶν καὶ τῶν φιλτάτων, τάχα δὲ καὶ αὐτῶν τῶν [*](16) ἀναιρούντων. πῶς οὗν δυνατόυ τὸν τοσαύταις γενέσεσιν, ἵνα αὐτοῖς τοῦτο συγχωρηθῇ, ἐμπεριςχόμενον γίνεσθαι ὑπό τοῦ σχηματισμοῦ τῶν ἀστέρων τῆσδε μᾶλλον τῆς γενέσεως ἢ τῶνδε; ἀπίθανον γὰρ καὶ τὸ φάσκειν τὸν σχηματισμὸν τὸυ ἐν τῇ ἰδία τοῦδέ τινος γενέσει ταῦτα πεποιηκέναι, τὸν δὲ ἐν τῇ τῶνδε γενέσει μὴ πεποιηκέναι ἀλλὰ σεσημαγκέναι [*](4 ὡσεὶ B 7 om. καὶ Εu 22 om. καὶ Εu 26 οἰκετῶν] +αὐτοῦ ABC φιλτάτων] + αὐτοῦ ABC 30 om. καὶ ABC)
17. Ὀπερ δὲ συγκεχωηήκαμεν, οὐ γάρ ἐλύπει τόν λόγον, [*]((γ΄)) ώς τῶν ἀνθρώπων δυναμένων καταλαμβάνειν τοὺς οὐρανίους σχηματισμοὺς καὶ τὰ σημεῖα καὶ ὦν ἐστὶ σημεῖα, [*](7 om. τὰ μόρια Εu 14 om. τοῖσδε ABC 16 στῆναι ABC; for-itan legendum σημανθῆναι 21 ἐπεὶ γιν.] ἐπιγιν.A Εu 22 γίνεται] + δὲ Εu 25 διαττόντων Εu 29 συνεχωρήσαμεν BC)
18. Φέρεται δὴ θεώρημα ἀποδεικνύον τὸν ζωδιακὸν κύκλον ὁμοίως τοῖς πλανωμένοις φέρεσθαι ἀπὸ δυσμῶν [*](3 ἀκριβῶς] ἀληθῶς Εu om. τὸ BC 7 ἐκαστῶ AΒC 9 αὖ] οὔν C Εu 12 om. τὸ πρῶτον Α BC 18 φησι BΕu 19 om. και B Εu- 26 δτι] + τὸ Εunon i τοῦδε τῆς Εu 27, 28 συγκεχωρημένον αὐτοῖς τὸ Εu)
19. Νῦν γὰρ, ώς πρὸς τὴν λέξιν, τὸ προφητικὸν ἐξειλήφαμεν. [*](19) [*](cf Teat Αser 7) εἰ δέ φησιν ὁ Ἰακώβ ἀνεγνωκέναι ἐν ταῖς [*](ΑΒC) πλαξὶ τοῦ οὐρανοῦ τὰ συμβησόμενα τοῖς υἱοῖς αὐτοῦ, καὶ ὅσον ἐπὶ τούτῳ ἀντιλέγοι τις ἄν μῖν ὅτι ἐναντία οἶς εἰρήκαμεν δηλοῦται διὰ τῆς γραφής· ἐλέγομεν γὰρ ἄνθρωπον ἀκαταλήπτως ἔχειν τῶν σημείων, ὁ δὲ Ἰακώβ φησιν ἀνεγνωκέναι ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ· ἀπολογησόμεθα ὄτι οἱ καθʼ ἡμᾶς σοφοὶ, πνεύματι περισσοτέρῳ χρησάμενοι τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἀνθρωπίνως θείως δὲ διδάσκονιαι [*](2 Co xii 4) τὰ ἀπόρρητα· ὥσπερ ὁ Παῦλος, λέγων· Ἤκούσα ἄρρητα ῥήματα ἄ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. ἴσασι γὰρ τροπῶν ἀλλαγὰς καὶ μεταβολάς καιρῶν, ἐνιαυτῶν κύκλους καὶ ἀστέρων θέσεις, οὐκ ἀπʼ ἀνθρώπων οὐδὲ ὄἰ ἀνθρώπων, ἀλλὰ τοῦ πνεύματος ἀποκαλύπτοντος αὐτοῖς καὶ καθαρῶς, ὡς θέλει ὁ θεὸς, τὸ θεῖα ἀπαγγέλλοντος. καὶ ἄλλως δὲ ὁ Ἰακώβ μείζων ἢ κατά ἄνθρωπον ἦν, πτερνίζων τόν ἀδελφὸν αὐτοῦ, καὶ ὁμολογῶν ἐν αὐτῇ ταύτῃ τῇ βίβλῳ ἀφʼ ἦς παρεθέμεθα τό· Ἀνέγνων ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ· εἶναι ἀρχιχιλίαρχος δυνάμεως κυρίου, καὶ ὄνομα πάλαι κεκτημένος Τσραήλʼ ὅπερ ἐν σώματι λειτουργῶν ἀναγνωρίζει, ὑπομιμνήσκοντος αὐτὸυ τοῦ ἀρχαγγέλου Οὐριήλ.
20. Μετὰ ταῦτα λείπεται ἐξετάσαι καὶ παραστῆσαι τοῖς πιστεύουσιν ὅτι εἰς σημεῖα κεῖνται οἱ φωστῆρες τοῦ οὐρανοῦ, σανθεῖσι δὲ καὶ ἐκ τῶν ὑπό τῶν περιεργοτέρων φερομένων εἰς τοὺς τόπους, τίς ἠ αἰτία τοῦ ταῦτα τὰ σημεῖα τὸν θεὸῦ πεποιηκέναι ἐν οὐρανῷ. καὶ ἔστιν εἰπεῖν πρῶτον μὲν ὅτι πιστευόμενα τά τῆς μεγαλειότητος τοῦ νοῦ τοῦ θεοῦ πᾶσαν γνῶσιν τὴν περὶ ἑκάστου τῶν ὄντων ἐμπεριειληφότος, ὥστε μηδὲ τὸ τυχόν καὶ νομιζόμενον ἐλάχιστον λανθάνειν τὴν θειότητα αὐτοῦ, δόξαν μὲν περιέχει τοῦ οἱονεὶ ἄπειρα ἀριθμῷ οὐτως αὐτόν ἐμπεριειληφέναι ἐν ἑαυτῷ, οὐ μὴν ἐναργῆ τὴν ἀπόδειξιν, ἀλλὰ πεπιστευμένην ὡς ἀρμόζουσαν [*](2 om. ὁ B 11 ἐξ ὥν ανων B 24 στανθεισι A; συνθήσῃ C περιεργότερον AC 26 ἐν] + τῶ C)
21. Καὶ οὐχ ἁμαρτησόμεθα τὸ ἀνάλογον τοῖς ἐν τῷ νόμῳ λέγοντες ἔχειν τὸν οὐρανόυ καὶ τούς ἀστέρας· ἐὰν δὲ χείρονες καὶ ἕτεραι τοῦ ἀνθρώπου ἐνέργειαι ποιῶσί τινα τῶν προεγνωσμένων καὶ σημαινομένων ἐν οὐρανῷ, οὐκ ἀνάγκη καὶ αὐτάς ἀπὸ τῶν τοῦ θεοῦ γραμμάτων ὑπομιμνησκομένας ποιεῖν ἄ ἐνεργοῦσιν· ἀλλʼ ὥσπερ ἄνθρωποι ἀδικοῦντες, [*](9 ἐξηγήρασθαι (om. σε) A 10 διαγγελεῖται C 17 ἐγκεῖσθαι ABC; sed cf. supr. p. 178, ll. 12, 15 22 om. τοῦ B)
22. Καὶ ὁ πατήρ· Σύγγνωθί μοι, τέκνον· οἱ μὲν γὰρ [*](21) [*](5 δυνάμεων] scripsi cum codd. Thuan.; δυναμένων ΑBC προ- εγνωκότες A 7 om. τὰ BC 8 γεγραμμένα A 9 ὠς δεῖ καὶ ὅτε δεῖ B 11 οὐχ] Τarinus sine nota; om. ABC 17 ἀ] οὐ B 28 cf. Clem. Eecogn. X. 10 (vers. Εufin.))
Κἀγὼ ἀπεκρινάμην· Συννόησόν μοι, πάτερ, οἵαν φύσιν ἔχει τό μάθημα, ἐξ ὥν ἐγώ σοι συμβουλεύω. μαθηματικῷ συμβαλὼν, εἰπὲ πρῶτον αὐτῷ ὅτι Τάδε μοι φαῦλα ἐν τῷδε τῷ χρόνῳ γέγονεν· ἐκ τίνος ἄρα μοι τῶν ἀστέρων γέγονε μαθεῖν ἤθελον. καὶ ἐρεῖ σοι ὅτι τοὺς χρόνους κακοποιὸς διεδέξατο Ἄρης ἢ Κρόνος, ἢ τούτων τις ἀποκαταστατικός ἐγένετο, ἢ τόν ἐνιαυτὸν τοῦτόν τις ἐπεθεόρησεν ἐκ τετραγώνου ἢ διαμέτρου ἢ συνών ἦ κεκεντρωμένος ἦ παρὰ αἶρεσιν. ὅμως καὶ ἄλλα μυρία εἰπεῖν ἔχει. πρός τούτοις δὲ ἢ ἀγαθοποιός κακῷ ἀσύνδετος ἦν ἢ ἀνεπιθεώρητος ἢ ἐν σχήματι ἢ παρά αἶρεσιν ἢ ἐν ἐκλείφει ἤ ἀνεπισύναφος ἤ ἐν ἀμαυροῖς ἄστροις. καὶ ὅμως πολλῶν προφάσεων οὐσῶν πρός ἀ ἠκουσε τὰς ἀποδείξεις παρασχεῖν ἔχει. μετὰ τοῦτον οὖν τὸν μαθηματικόν ἑτέρῳ προσελθὼν τὰ ἐναντία εἰπὲ· ὅτι Τόδε μοι ἀγαθὸν ἐν τῷδε τῷ χρόνῳ γέγονε· σὺ δὲ τὸν χρόνον τὸν αὐτὸν λέγε· ἀπαίτει δὲ ἐκ τίνος ἄρα τῆς γενέσεως τοῦτο γέγονε. καὶ ὅμως ώς προεῖπον ἔχει, σοῦ καταψευσαμένου, αὐτὸς ἐκ πολλῶν σχημάτων ἔν τι εὑρεῖν σχῆμα καὶ δεύτερον καὶ τρίτον καὶ πλείονα, ὡς αὐτὸ τό ἐνεργῆσαν ὅθεν τὰ ἀγαθά ἐρεῖ γεγενῆσθαι. ἀδύνατον γὰρ ἐν πάσῃ γενέσει ἀνθρώπων μή ἐν πάσῃ ὣρᾳ τῶν ἀστέρων τοὺς μὲν καλῶς κεῖσθαι τοὺς δὲ κακῶς· κύκλος γὰρ ἔστιν ἰσομερής, ποικίλος, ἀπείρους ἔχων τὰς προφάσεις· πρός ἅς ἕκαστος εἰπεῖν ἔχει δ θέλει. ὅνπερ γὰρ τρόπον ἐπὶ τῶν λοξῶν ὀνείρων ἐνίοτε οὐδὲν νοοῦμεν, ἀποβάντων δὲ οἰκειοτάτην προσφέρομεν ἐπίλυσιν· οὐτως καὶ τὸ μάθημα πρό τοῦ τι [*](1 με] μοι AC; concluserunt me Ruf 10 ἀποκαταστικὸς AB 11 ἐθεώρησεν B 14 ἀσύνθετος AC; syndetus- Ruf 23 om. τὸ ΑC 25 in omni quam dicunt regione stellarum Ruf. (quasi leg- χώρα))
Καὶ ὁ πατὴρ ὀμόσας ἀπεκρίνατο, μηδὲν τούτων ἀληθέστερον εἶναι, ὧν εἶπες.
1. Ὅτι μὲν ὑπάρχειν ἀδύνατον ἀγένητα δύο ἄμα, οὐδὲ [*](ABC Me Da Di Ph) σὲ ἀγνοεῖν νομίζω· εἰ καὶ τὰ μάλιστα δοκεῖς προλαβών τοῦτο προτεθεικέναι τῷ λόγῳ· τῷ πάντως ἐξ ἀνάγκης τὸ [*](5 δειμεν B 7 ποία..αίτία...ποία B 9 ἥδε] δὲ B 11 ἐνίοτε- ἡττήμεθα] supplevi; interdum concupiscentiis obsistimus, interdum cedimus Ruf 15 μεταποιούμενοι C 19 εἴπας C; εἷπεν A 23 Εus. Praep. Εv. vii. 22; Meuth. De Lib. Vol. i. 5. 1 μἐν] +οἰν Di Ph ἀδύνατον ὑπάρχειν B Εu Da; om. ὑπάρχειν Ph 25 προστεθεικέναι ABC Εu Di x τῶ (sec.)] τὸ CΕu Da; ὡς Mem*x)
2. Φῇς τοίνυν ἄποιον ὕλην συνυπάρχειν τῷ θεῷ, ἐξ ἦς τὴν τοῦ κόσμου γένεσιν ἐδημιούργησεν;
Οὕτω μοι δοκεῖ.
Οὐκοῦν εἰ ἄποιος ἐτύγχανεν ἠ ὑλη, γέγονε δὲ κόσμος πρός τοῦ θεοῦ, ἐν δὲ τῷ κόσμῳ αἱ ποιότητες, τῶν ποιοτήτων γέγονεν ποιητής ὁ θεός;
Οὕτως ἔχει.
Ἐπεὶ δέ σου καὶ λέγοντος πρόσθεν ἤκουον ὡς ἀδύνατον [*](2 γῇ] + τὸ ABC Εu 3 δὴ] δὲ Me Da om. κακὰ Me m et Da 7 φεύγειν ABC Εu Di; φάσκειν Da x 9 ἀγέν. ὑπονοεῖν ΑBC; ὑπονοῶν ἀγέν. Me x 10 αὐτῆς ABC Εu * x 11 om. ἀγένητον ABC Εu De * x 12 ἕφησθα] φης θυ Da; φῆς θεοῦ Di; φῆς Mem; φ Me (even. cet.) x εἷναι post ὑπονοίας ABC x 13 τούτων] ταύτην ABC x μοι δοκῶ] δοκῶ D; μοι δοκεῖ Me; δοκεῖ Da x 16 γενομένου ABC Eu codd aliqq Di x 15 ἀναίτιον] αἴτιον Me De Di (sed causa non cssc Ruf) x 17 μοι δοκεῖ] νόει ABC x 19 τὴν] + τοῦδε ABC; τήνδε Εu' 23 γέγονεν ποιότης Μe Da; ποιητὴς (ποιότης Εuο) γέγονεν ΑBC Εu 25 ἐπειδὴ Da Di ἕμπροσθεν AB (om. C1 Εu x ἥκουσα ABC Χ)
Δοκεῖ.
Ἐτερον δέ τι παρὰ τὸς οὐσίας ὑπάρχειν αὐτάς;
Οὕτως ἔχει.
Oὐκοῦν εἰ μήτε ἐξ ὑποκειμένων ποιοτήτων τὰς ποιότητας ἐδημιούργησεν ὁ θεός, μήτε ἐκ τῶν οὐσιῶν ὑπάρχουσιν, τῷ μηδὲ οὐσίας αὐτάς εἶναι, ἐκ μὴ ὄντων αὐτός ὑπὸ τοῦ θεοῦ γεγονέναι ἀνάγκη εἰπεῖν· ὅθεν περιττῶς ἐδόκεις μοι λέγειν ἀδύνατον εἶναι δοξάζειν ἐξ οὐκ ὄντων γεγονέναι τι πρός τοῦ θεοῦ. ἀλλʼ ὀ μὲν περὶ τούτου λόγος ὥδε ἐχέτω· καὶ γάρ παρʼ ἡμῖν ὁρῶμεν ἀνθρόπους ἐξ οὐκ ὄντων ποιοντάς τινα· εἰ καὶ τὰ μάλιστα δοκοῦσιν οὗτοι ποιεῖν ἔν τινι· οἶον ἐπὶ τῶν ἀρχιτεκτόνων τὸ παράδειγμα λάβωμεν· καὶ γάρ οὗτοι ποιοῦσι πόλεις οὐκ ἐκ πόλεων, καὶ ναοὺς ὁμοίως οὐκ ἐκ ναῶν. εἰ δὲ, ὅτι τούτοις οὐσίαι ὑπόκεινται, οἴει ἐξ ὄντων αὐτοὺς ταῦτα ποιεῖν, σφάλλῃ τῷ λόγῳ· οὐδὲ γάρ ἠ οὐσία ἐστὶν ἠ ποιοῦσα τὴν πόλιν ἢ σὖ πάλιν τοὺς ναιὺς, ἀλλʼ ἠ περὶ τήν οὐσίαν τέχνη. ἠ δὲ τέχνη οὐκ ἐξ ὑποκειμένης τινὸς ἐν ταῖς οὐσίαις τέχνης γίνεται· ἀλλʼ ἐξ οὐκ οὗσης ἐν αὐταῖς γίνεται. ἀπαντήσειν δέ μοι δοκεῖς οὕτω τῷ λόγῳ, ὅτι ὁ τεχνίτης ἐξ ἧς ἔχει τένης τὴν ἐν τῇ οὐσίᾳ τέχνην ποιεῖ. πρὸς δὲ τοῦτο λέγεσθαι τοῦτʼ εὖ ἔχειν μοι δοκεῖ, ὅτι οὐδὲ ἐν τῷ ἀνθρώπῳ ἔκ τινος ποκειμένης τέχνης προσγίνεται. οὐδὲ γὰρ ἔνεστιν αὐτήν ἐφʼ αυτῆς οὗσαν δοῦναι τὴν τέχνην· τῶν γὰρ συμβεβηκότων ἐστὶ, καὶ τῶν τότε τὸ εἶναι λαμβανόντων, ὁπόταν ἐν οὐσίᾳ [*](1 om. τὴν Μe 7 οὐκοῦν εἰ μήτε] οὐκοῦν εἰ μὴ Da; εἰ οὖν μὴ ABC Εu; εἰ μὲν οὗν μὴ Εuo 8, 9 om. ὑπάρχουσιν A BC Εu 10 om. τοῦ Με Di Ph εἰπεῖν ἀναγκαῖον ABC Eu 13 ὁρῶ- μεν] θεωροῦμεν ABC Εu * 14 τὰ] ὅτι ABC Εu * x 17 ναῶν] hactenus fragm. graec. Method. 20 ναοὺς] νεως ABC Εu' w 23 om. ὁ Da Ph 24 om. εὖ ABC * x 26 προσγίνεται] γίνεται Α BC Εu * οὐδὲ] οὐ Εu 28 om. τὸ ΑBC Da * sed cf. infra p. 218, l. 11 λαγχανόντων Da; ἐχόντων Ph *)
3. πεῖ δὲ 4όθος ἔστι σοι περὶ τῆς τῶν κακῶν γενέσεως ζητεῖν, ἐπὶ τὸν τούτων ἐλεύσομαι λόγον· καί σου βραχέα πυθέσθαι βούλομαι· τὰ κακά πότερον οὐσίαι σοι δοκοῦσιν εἶναι ἢ ποιότητες οὐσιῶν;
Ποιότητας οὐσιῶν εὖ ἔχειν λέγειν μοι δοκεῖ.
Τ δὲ ὕλη ἄποιος ἠν καὶ ἀσχημάτιστος;
Οὕτω προλαβών ἐξεῖπον τῷ λόγῳ.
Οὐκοῦν εἰ τὰ κακὰ ποιότητες ὑπάρχουσιν οὐσιῶν, ἡ δὲ ὕλη ἄποιος ἦν, τῶν δὲ ποιοτήτων ποιητὴν εἶπας τὸν θεόν εἶναι, ἔσται καὶ τῶν κακῶν δημιουργός ὁ θεός. ὅτε τοίνυν οὐδʼ οὗτως ἀναίτιον τῶν κακῶν δυνατὸν εἰπεῖν τόν θεὸν, ὕλην αὐτῷ προσάπτειν περιττὸν εἶναί μοι δοκεῖ· εἰ δέ τι πρός ταῦτα εἰπεῖν ἔχεις, ἄρχου τοῦ λόγου. εἰ μὲν γάρ ἐκ φιλονεικίας ἡμῖν ἡ ζήτησις ἐγίνετο, οὐκ ἄν δεύτερον περὶ τῶν κακῶν τξίουν ὁρίζεσθαι· ἐπεὶ δὲ φιλίας ἕνεκα μᾶλλον καὶ τῆς πρός τὸν πλησίον ὡφελείας, τὴν ἐξέτασιν ποιούμεθα τῶν λόγων, ἄνωθεν περὶ τούτων ὁρίζεσθαι ἀξιῶ σχωρεῖν.
Γῆν μὲν προαίρεσιν τήν ἐμὴν ἐκ πολλοῦ σοι φανεράν εἶναι δοκῶ καὶ τήν ἐν τοῖς λόγοις σπουδήν, ὅτι οὐ πιθανῶς εἰπών φεῦδος νικήσαι θέλω, ἀλλά δειχθῆναι τὴν ἀλήθειαν μετὰ ἀκριβοῦς ἐξετάσεως· καὶ σὲ δὲ οὕτω διακεῖσθαι σαφῶς ἐπίσταμαι· ὅθεν οἶῳ τρόπῳ χρώμενος νομίζεις [*](8 δείκνυται] hactenus ha: sed v. infr. p. 219, l 1 21 εἰ- πεῖν] λέγειν Εu * x om. γὰρ Εu π x 26 om. συγχω- ρεῖν ABC; habet ante ἀξιῶ Εu * x)
4. Ἐπεὶ τοίνυν, ὤ οὗτος, καὶ τὰ κακὰ οὐσίας εἶναι λέγεις, ἀνάγκη τὸν τῆς οὐσίας ἐξετάζειν λόγον. δοκεῖ σοι τὴυ οὐσίαν σωματικήν τινα σύστασιν εἶναι;
Δοκεῖ.
Ἡ δὲ σωματική σύστασις αὐττ ἐφʼ ἑαυτῆς ὑπάρχει, οὐ δεομένη τινὸς, οὖ γενομένου τὸ εἶναι λήφεται;
Οὕτως ἔχει.
Δοκεῖ δέ σοι τὰ κακὰ ἐνεργείας εἶναί τινος;
Οὕτω μοι φαίνεται.
Αἱ δὲ ἐνέργειαι τότε τὸ εἶναι λαμβάνουσιν, ὁπότ’ ἄν ἐ ἐνεργῶν παρῇ;
Οὕτως ἔχει.
Οὐκ ὄντος δὲ τοῦ ἐνεργοῦντος, οὐδʼ ὅπερ ἐνεργεῖ ἔσται ποτέ;
Οὐκ ἔσται.
Οὐκοῦν εἰ ἡ οὐσία σωματική τίς ἐστι σύστασις, δὲ σωματικτ σύστασις οὐ δεῖταί τινος, ἐν ᾦ γενομένη τὸ εἶναι λήφεται· τὰ δὲ κακὰ ἐνέργειαι ὑπάρχουσί τινος, αἱ δὲ ἐνέργειαι δέουταί τινος, ἐν ῷ γενόμεναι τὸ εἶναι λαμβάνουσιν, οὐκ ἔσονται οὐσίαι τὰ κακά. εἰ δὲ οὐσίαι τὸ κακὸ, κακὸν δὲ ὁ φόνος, οὐσία ἔσται ὁ φόνος· ἀλλά μήν ὁ φόνος ἐνέργεια ὑπάρχει τινός· οὐκ ἔσται ἄρα οὐσία ὁ φόνος. εἰ δὲ τὰ ἐνεργοῦντα οὐσίας εἶναι θέλεις, σύμφημι κἀγώ· οἶον ἄυθρωπος ὁ φονεύς, καθʼ ὅν μὲν λόγον ἄνθρωπός ἐστιν, ὑπάρχει οὐσία· ὁ δὲ φόνος ὅν ποιεῖ οὐκ ἔστιν οὐσία, ἀλλʼ ἔργον τι τῆς οὐσίας. λέγομεν δὲ τὸν ἄνθρωπόν ποτε μὲν κακόν διά τὸ φονεύειν, ποτὲ δʼ σὖ πάλιν διὰ τὸ εὐεργετεῖν [*](7 ἀνάγκη] καὶ ABC * x 28 οὐσίας] οὐσίαν Εu * x 29 om. μὲν AB * x 31 om. τι Εu *)