Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

19. Νῦν γὰρ, ώς πρὸς τὴν λέξιν, τὸ προφητικὸν ἐξειλήφαμεν. [*](19) [*](cf Teat Αser 7) εἰ δέ φησιν ὁ Ἰακώβ ἀνεγνωκέναι ἐν ταῖς [*](ΑΒC) πλαξὶ τοῦ οὐρανοῦ τὰ συμβησόμενα τοῖς υἱοῖς αὐτοῦ, καὶ ὅσον ἐπὶ τούτῳ ἀντιλέγοι τις ἄν μῖν ὅτι ἐναντία οἶς εἰρήκαμεν δηλοῦται διὰ τῆς γραφής· ἐλέγομεν γὰρ ἄνθρωπον ἀκαταλήπτως ἔχειν τῶν σημείων, ὁ δὲ Ἰακώβ φησιν ἀνεγνωκέναι ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ· ἀπολογησόμεθα ὄτι οἱ καθʼ ἡμᾶς σοφοὶ, πνεύματι περισσοτέρῳ χρησάμενοι τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἀνθρωπίνως θείως δὲ διδάσκονιαι [*](2 Co xii 4) τὰ ἀπόρρητα· ὥσπερ ὁ Παῦλος, λέγων· Ἤκούσα ἄρρητα ῥήματα ἄ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. ἴσασι γὰρ τροπῶν ἀλλαγὰς καὶ μεταβολάς καιρῶν, ἐνιαυτῶν κύκλους καὶ ἀστέρων θέσεις, οὐκ ἀπʼ ἀνθρώπων οὐδὲ ὄἰ ἀνθρώπων, ἀλλὰ τοῦ πνεύματος ἀποκαλύπτοντος αὐτοῖς καὶ καθαρῶς, ὡς θέλει ὁ θεὸς, τὸ θεῖα ἀπαγγέλλοντος. καὶ ἄλλως δὲ ὁ Ἰακώβ μείζων ἢ κατά ἄνθρωπον ἦν, πτερνίζων τόν ἀδελφὸν αὐτοῦ, καὶ ὁμολογῶν ἐν αὐτῇ ταύτῃ τῇ βίβλῳ ἀφʼ ἦς παρεθέμεθα τό· Ἀνέγνων ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ· εἶναι ἀρχιχιλίαρχος δυνάμεως κυρίου, καὶ ὄνομα πάλαι κεκτημένος Τσραήλʼ ὅπερ ἐν σώματι λειτουργῶν ἀναγνωρίζει, ὑπομιμνήσκοντος αὐτὸυ τοῦ ἀρχαγγέλου Οὐριήλ.

[*]((δʼ))

20. Μετὰ ταῦτα λείπεται ἐξετάσαι καὶ παραστῆσαι τοῖς πιστεύουσιν ὅτι εἰς σημεῖα κεῖνται οἱ φωστῆρες τοῦ οὐρανοῦ, σανθεῖσι δὲ καὶ ἐκ τῶν ὑπό τῶν περιεργοτέρων φερομένων εἰς τοὺς τόπους, τίς ἠ αἰτία τοῦ ταῦτα τὰ σημεῖα τὸν θεὸῦ πεποιηκέναι ἐν οὐρανῷ. καὶ ἔστιν εἰπεῖν πρῶτον μὲν ὅτι πιστευόμενα τά τῆς μεγαλειότητος τοῦ νοῦ τοῦ θεοῦ πᾶσαν γνῶσιν τὴν περὶ ἑκάστου τῶν ὄντων ἐμπεριειληφότος, ὥστε μηδὲ τὸ τυχόν καὶ νομιζόμενον ἐλάχιστον λανθάνειν τὴν θειότητα αὐτοῦ, δόξαν μὲν περιέχει τοῦ οἱονεὶ ἄπειρα ἀριθμῷ οὐτως αὐτόν ἐμπεριειληφέναι ἐν ἑαυτῷ, οὐ μὴν ἐναργῆ τὴν ἀπόδειξιν, ἀλλὰ πεπιστευμένην ὡς ἀρμόζουσαν [*](2 om. ὁ B 11 ἐξ ὥν ανων B 24 στανθεισι A; συνθήσῃ C περιεργότερον AC 26 ἐν] + τῶ C)

209
[*](ABC) τῷ ἀγενήτῳ νῷ καὶ ὑπὲρ πᾶσαν φύσιν τυγχάνοντι. ἵνʼ οὖν τῇ πείρα τοῦτο καταλαμβάνηται ὑπὸ τῶν μειζόνων ἢ κατά ἄνθρωπον καὶ τῶν ἀγίων ψυχῶν τοῦ ἐνεστηκότος δεσμοῦ ἀπηλλαγμένων, ώσππερεὶ γράμματα καὶ χαρακτῆρας καὶ διά τῆς τῶν οὐρανίων περιφορᾶς ἐποίησεν ἐν οὐρανῷ ὁ θεὸς τοὺς δεδιδαγμένους καὶ διδαχθησομένους ἀναγινόσκειν τὰ σημεῖα τοῦ θεοῦ. οὐ θαυμαστὸν δὲ καὶ ὑπὲρ ἐνδείξεως τῆς πρὸς τοὺς μακαρίους ποιεῖν τινὰ τὸν θεὸν, τῆς γραφῆς λεγούσης τῷ Φαραώ· Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως [*](Ro ix 17) ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. εἰ γὰρ διετηρήθη Φαραὼ ὑπὲρ [*](cf. Ex ix 16) [*](20) ἐνδείξεως δυνάμεως θεοῦ καὶ διαγγελίας τοῦ ὀνόματος αὐτοῦ ἐν πάσῃ τῇ γῇ, ἐννόει πόσην ἔνδειξιν δυνάμεως θεοῦ περιέχει τά οὐράνια σημεῖα, πάντων τῶν ἀπʼ αἰῶνος ἕως συντελείας ἐντετυπωμένων τῇ ἀξίᾳ βίβλῳ τοῦ θεοῦ τῷ οὐρανῷ. δεύτερον δὲ στοχάζομαι ταῖς τὰ ἀνθρώπινα οἰκονομούσαις δυνάμεσιν ἐκκεῖσθαι τὰ σημεῖα, ἴνα τινὰ μὲν γινώσκωσι μόνον, τινὰ δὲ ἐνεργῶσι· καθάπερ ἐν ταῖς παρʼ ἡμῖν βίβλοις ἅ μὲν γέγραπται ἴνα γινώσκωμεν, οἶον τὰ περὶ κοσμοποιίας καὶ εἴτινα ἄλλα μυστήρια· δὲ ἵνα γινώσκοντες ποιῶμεν, ὡσπερ τά περὶ τὰς ἐντολάς καὶ τά προστάγματα τοῖ θεοῦ. ἐνδέχεται δὴ τὰ οὐράνια γράμματα, ἄ ἄγγελοι καὶ δυνάμεις θεῖαι ἀναγινώσκειν καλῶς δύνανται, περιέχειν τινὰ μὲν ἀναγνωσθησόμενα ὑπὸ τῶν ἀγγέλων καὶ λειτουργῶν τοῦ θεοῦ, ἴνα εὐφραίνωνται γινωσκοντες· τινὰ δὲ σπερεὶ ἐντολὰς λαμβάνοντες ποιῶσι.