Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

[*](ABC Εu)

15. *Eστω δὲ ἡμᾶς ἐπὶ τοῦ παρόντος προσίεσθαι αὐτοὺς καταλαμβάνειν τά ἐν τῷ τόπῳ ἀληθῆ, περὶ οὗ καὶ αὐτοῦ ὕστερον δείξομεν ὅτι οὐχ οὐτως ἔχει· πευσώμεθα τοίνυν τῶν ὑπολαμβανόντων κατηναγκάσθαι ὑπό τῶν ἄστρων τὰ τῶν ἀνθρώπων πράγματα, τίνα τρόπον ὁ σήμερον σχηματισμός ὁ τοιόσδε δύναται πεποιηκέναι τὰ πρεσβύτερα. εἰ γάρ τοῦτο ἀμήχανον, καθʼ ὃ δή ὅτι εὑρίσκεται τὸ περὶ τῶν πρεσβυτέρων τοῦ χρόνου ἀληθὲς, σαφὲς τό μὴ πεποιηκέναι τοὺς ἀστέρας οὑτωσὶ κινουμένους ἐν οὐρανῷ τά παρεληλυθότα καὶ γενόμενα πρό τοῦ οὗτως ἔχειν αὐτούς. εἰ δὲ τοῦτο, τάχα ὁ προσιέμενος ἀληθεύειν αὐτοὺς, ἐπιστήσας τοῖς περὶ τῶν μελλόντων λεγομένοις, ἐρεῖ ἀληθεύειν αὐτοὺς οὐ τῷ ποιεῖν τοὺς ἀστέρας ἀλλὰ τῷ σημαίνειν μόνον. ἐάν δέ τις φάσκῃ τὰ μὲν παρεληλυθότα μῆ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ ἄλλους μὲν σχηματισμοὺς τοὺς τῆς ἐκείνων γενέσεως αἰτίους γεγονέναι, τὸν δὲ νῦν σχηματισμὸν σεσημαγκέναι μόνον, τὰ μέντοι μέλλοντα δηλοῦσθαι ἀπὸ τοῦ ἐνεστηκότος [*](15)σχηματισμοῦ τῆς τοῦ δεῖνος γενέσεως· παραστησάτω τὴν διαφορὰν τοῦ ἀπὸ τῶν ἀστέρων δύνασθαι δεῖξαι ὅτι τάδε μὲν νενόηται ἀληθῆ ὡς ἀπό ποιούντων, τάδε δὲ ὡς ἀπό σημαινόντων μόνον. μή ἔχοντες δὲ δοῦναι τὴν διαφορὰν εὐγνωμόνως συγκαταθήσονται τῷ μηδὲν τῶν κατά τοὺς ἀνθρώπους ἀπ τὢν ἀστέρων γίνεσθαι, ἀλλʼ ὡς προειρήκαμεν, εἰ ἄρα, σημαίνεσθαι· ὡς εἰ καὶ μή ἀπό τῶν ἀστέρων τις ἐλάμβανε τὰ παρεληλυθότα καὶ τά μέλλοντα, ἀλλʼ ἀπὸ τοῦ νοῦ τοῦ θεοῦ διά τινος λόγου προφητικοῦ. ὥσπερ γὰρ προαπεδείξαμεν ὅτι οὐδὲν λυπεῖ τὸν περὶ τοῦ ἐφʼ ἡμῖν λόγον τὸ τὸν θεόν εἰδέναι τά πραχθησόμενα ἑκάστῳ, οὕτως οὐδὲ τὰ σημεῖα, ζὃ ἔταξεν ὁ θεός εἰς τὸ σημαίνειν, ἐμποδίζει τὸ ἐφʼ ἡμῖν· ἀλλὰ παραπλησίως βιβλίῳ περιέχοντι τὰ μέλλοντα προφητικῶς ὁ πᾶς οὐρανός δύναται, οἱονεὶ βίβλος ὢυ θεοῦ, περιέχειν τὰ μέλλοντα. διόπερ ἐν τῇ προσευχῇ [*](3 πευσόμεθα BC 7 γὰρ] δὲ ABC 22 om. τῶ Εu 24 μὴ καὶ Εu 29 τὸ (sec.)] τῶ ΑC)

204
τοῦ Ἰωσήφ δύναται οὕτω νοεῖσθαι τὸ λεγόμενον ὑπό τοῦ [*](ABC Εu) [*](cf. Test Aser 7) Ἰακώβ· Ἀνέγνων γὰρ ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ ὅσα συμβήσεται ὑμῖν καὶ τοῖς υἱοῖς ὑμῶν. τάχα δὲ καὶ τό· [*](Ιs xxxiv 4) Εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον· τοὺς λόγους τοὺς περιςχομένους σημαντικοὺς τῶν ἐσομένων δηλοῖ ἀπαρτισθησομένους καὶ, ἳνʼ οὗτως εἶπω, πληρωθησομένους, ὣσπερ λέγονται καὶ αἱ προφητεῖαι πεπληρῶσθαι τῷ ἐκβεβηκέναι. καὶ οὕτως ἔσται εἰς σημεῖα τὰ ἄστρα γεγονότα, κατὰ τὴν [*](Ge i 14) λέγουσαν φωνήν· Ἑστωσαν εἰς σημεῖα. ὁ δὲ Ἱερεμίας ἐπιστρέφων ἡμᾶς πρός ἑαυτοὺς, καὶ περιαιρῶν φόβον τὸν ἐπὶ τοῖς νομιζομένοις σημαίνεσθαι, τάχα δὲ καὶ ὑπολαμβανομένοις [*](Jer X 2) ἐκεῖθεν ἔρχεσθαι, φησίν· Ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε.

16. Ἵδωμεν καὶ δεύτερον ἐπιχείρημα, πῶς οὐ δύνανται οἱ ἀστέρες εἶναι ποιητικοὶ ἀλλʼ, εἰ ἄρα, σημαντικοί. ἀπὸ πλείστων γὰρ ὅσων γενέσεων ἔστι λαβεῖν τά περὶ ἑνός ἀνθρώπου· τοῦτο δὲ καθʼ ὑπόθεσιν λέγομεν, συγχωροῦντες τὸ ἐπιστήμην αὐτῶν ἀναλαμβάνεσθαι ὑπʼ ἀνθρώπων δύνασθαι. φέρε γὰρ εἰπεῖν, περὶ τοῦ τόνδε πείσεσθαι τόδε καὶ τεθνήξεσθαι περιπεσόντα λῃσταῖς καὶ ἀναιρεθέντα φασὶ δύνασθαι λαμβάνειν ἀπό τε τῆς ἰδίας αὐτοῦ γενέσεως, κἂν τύχῃ ἔχων ἀδελφοὺς πλείονας, καὶ ἀπὸ τῆς ἑκάστου αὐτῶν. περιέχειν γάρ οἶονται τὴν ἑκάστου γένεσιν ἀδελφόν ὑπὸ λῃστῶν τεθνηξόμενον, ὁμοίως καὶ τὴν τοῦ πατρός καὶ τὴν τῆς μητρός καὶ τὴν τῆς γαμετῆς καὶ τῶν υἱῶν αὐτοὺ καὶ τῶν οἰκετῶν καὶ τῶν φιλτάτων, τάχα δὲ καὶ αὐτῶν τῶν [*](16) ἀναιρούντων. πῶς οὗν δυνατόυ τὸν τοσαύταις γενέσεσιν, ἵνα αὐτοῖς τοῦτο συγχωρηθῇ, ἐμπεριςχόμενον γίνεσθαι ὑπό τοῦ σχηματισμοῦ τῶν ἀστέρων τῆσδε μᾶλλον τῆς γενέσεως ἢ τῶνδε; ἀπίθανον γὰρ καὶ τὸ φάσκειν τὸν σχηματισμὸν τὸυ ἐν τῇ ἰδία τοῦδέ τινος γενέσει ταῦτα πεποιηκέναι, τὸν δὲ ἐν τῇ τῶνδε γενέσει μὴ πεποιηκέναι ἀλλὰ σεσημαγκέναι [*](4 ὡσεὶ B 7 om. καὶ Εu 22 om. καὶ Εu 26 οἰκετῶν] +αὐτοῦ ABC φιλτάτων] + αὐτοῦ ABC 30 om. καὶ ABC)

205
[*](ΑBC Εu) μόνον· ήλίθιον γὰρ τὸ εἰπεῖν ὅτι ἡ πάντων γένεσις περιςῖχε καθ᾿ ἕκαστον ποιητικὸν τοῦ τόνδε ἀναιρεθῆναι, ὥστε ἐν γενέσεσιν, καθʼ ὑπόθεσιν λέγω, πεντήκοντα περιέχεσθαι τὸ τόνδε τινὰ ἀναιρεθῆναι. οὐκ οἶδʼ ὅπως δυνήσονται σῶσαι τὸ τῶν μὲν ἐν ουδαίᾳ σχεδὸν πάντων τοιόνδε εἶναι τὸν σχηματισμόν ἐπὶ τῆς γενέσεως, ώς ὀκταήμερον αὐτοὺς λαμβάνειν περιτομὴν, ἀκρωτηριαζομένους τὰ μόρια καὶ ἑλκουμένους καὶ φλεγμονῇ περιπεσουμένους καὶ τραύμασι, καὶ ἄμα τῇ εἰς τόν βίον εἰσόδῳ ἰατρῶν δεομένους· τῶν δὲ ἐν σμαηλίταις τοῖς κατὰ τήν Ἀραβίαν τοιόνδε, ὡς πάντας περιτέμνεσθαι τρισκαιδεκαετεῖς· τοῦτο γάρ ἱστόρηται περὶ αὐτῶν· καὶ πάλιν τῶνδέ τινων τῶν ἐν Αἰθίοφι τοῖσδε τάς κόγχας τῶν γονάτων περιαιρεῖσθαι, καὶ τῶν Ἀμαζόνων τοὺς ἑτέρους τῶν μαστῶν. πῶς γάρ ταῦτα ποιοῦσιν οἱ ἀστέρες τοῖσδε τοῖς ἔθυεσιν; οἶμαι ὅτι εἰ ἐπιστήσαιμεν οὐδὲ μέχρι τοῦ στῆσαι δυνησόμεθά τι ἀληθὲς εἰπεῖν περὶ αὐτῶν. τοσούτων δὲ φερομένων ὀδών προγνωστικῶν, οὐκ οἵδ᾿ ὅπως ἐξώκειλαν οἱ ἄνθρωποι ἐπὶ τό τήν μὲν οἰωνιστικήν καὶ τήν θυτικήν μή λέγειν περιέχειν τό ποιοῦν σιτίον, ἀλλὰ σημαίνειν μόνον, καὶ τήν ἀστεροσκοπικήν, οὐκ ἔτι δὲ τήν [*](17) γενεθλιαλογικήν. εἰ γὰρ ἐπεὶ γινώσκεται, ἴνα καὶ χαρισώμεθα τό γινώσκεσθαι, γίνεται ἐκεῖθεν ὅθεν τ γνῶσις λαμβάνεται, τί μᾶλλον ἀπὸ τῶν ἀστέρων ἢ ἀπὸ τῶν οἰωνῶν ἔσται τά γινόμενα, καὶ μᾶλλον ἀπὸ τῶν οἰωνῶν ἢ ἀπὸ τῶν σπλάγχνων τῶν θυομένων ἢ ἀπό τῶν διαταττόντων ἀστέρων; ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκέσει εἰς ἀναίρεσιν τοῦ ποιητικοὺς εἶναι τοὺς ἀστέρας τῶν ἀνθρωπίνων.

17. Ὀπερ δὲ συγκεχωηήκαμεν, οὐ γάρ ἐλύπει τόν λόγον, [*]((γ΄)) ώς τῶν ἀνθρώπων δυναμένων καταλαμβάνειν τοὺς οὐρανίους σχηματισμοὺς καὶ τὰ σημεῖα καὶ ὦν ἐστὶ σημεῖα, [*](7 om. τὰ μόρια Εu 14 om. τοῖσδε ABC 16 στῆναι ABC; for-itan legendum σημανθῆναι 21 ἐπεὶ γιν.] ἐπιγιν.A Εu 22 γίνεται] + δὲ Εu 25 διαττόντων Εu 29 συνεχωρήσαμεν BC)

206
τοῦτο φέρε νῦν ἐξετάσωμεν εἰ ἀληθές ἐστι. φασὶ τοίνυν οἱ [*](ABC Eu) περὶ ταῦτα δεινοὶ τὸν μέλλοντα τὰ κατά τὴν γενεθλιαλογίαν ἀκριβῶς καταλαμβάνειν εἰδέναι οὐ μόνον τὸ κατὸ πόστου δωδεκατημορίου ἐστὶν ὁ καλούμενος ἀστήρ, ἀλλά καὶ κατὰ ποίας μοίρας τοῦ δωδεκατημορίου καὶ κατά ποίου ἑξηκοστοῦ· οἱ δὲ ἀκριβέστεροι καὶ κατά ποίου ἑξηκοστοὺ τοῦ ἑξηκοστοῦ. καὶ τοῦτό φασι δεῖν ποιεῖν ἐφʼ ἑκάστου τῶν πλανωμένων, ἐξετάζοντα τὴν σχέσιν τήν πρός τοὺς ἀπλανεῖς. πάλιν αὖ ἐπὶ τοῦ ἀνατολικοῦ ὁρίζοντος δεήσει, φασὶν, ἰδεῖν οὐ μόνον τὸ δωδεκατημόριον ποῖον ἦν ἐπʼ αὐτοῦ, ἀλλὰ καὶ τήν μοῖραν καὶ τὸ ἑξηκοστὸν τῆς μοίρας, τό πρῶτον ἢ τὸ δεύτερον ἑξηκοστόν. πῶς τοίνυν τῆς ὤρας πλατεῖ λόγῳ ἤμισυ δωδεκατημορίου περιςχούσης δύναταί τις λαβεῖν τὸ ἔξηκοστόν, μή ἔχων τὴν ἀναλογίαν τῆς διαιρέσεως τῶν ὡρῶν, ὥστε φέρε εἰπεῖν εἰδέναι ὅτι γεγέννηται ὁ δεῖνα ὥρα τετάρτῃ, καὶ ἡμίσει ὥρας, καὶ τετάρτῳ, ὀγδόῳ, καὶ ἑκκαιδεκάτῳ, καὶ δυοτριακοστῷ; παραπολὺ γάρ φασι παραλλάττειν τὰ σημαινόμενα παρὰ τήν ἀγνωσίαν οὐ τῆς ὅλης ὥρας, ἀλλά καὶ ποστημορίου αὐτῆς. ἐν γοῦν τοῖς διδύμοις γεννωμένοις πολλάκις τό μεταξὺ ἀκαριαῖον ὥρας ἐστὶ, καὶ πολλαὶ παραλλαγαὶ τῶν συμβαινόντων καὶ τῶν πραττομένων ἐπʼ αὐτῶν ἀπαντῶσιν, ὥς φασιν ἐκεῖνοι, παρὰ τήν αἰτίαν τῆς σχέσεως τῶν ἀστέρων, καὶ τὸ μόριον τοῦ δωδεκατημορίου τὸ παρὰ τὸν ὁρίζοντα, οὐ καταλαμβανόμενον [*](18) ὑπό τῶν νομιζομένων τὴν ὡραν τετηρηκέναι. οὐδεὶς γὰρ δύναται λέγειν ὅτι μεταξὺ τῆς τοῦδε γενέσεως πρὸς τὴν τοῦδε ἐστὶν ὤρας τριακοστόν. ἀλλʼ ἔστω συγχωρημένα αὐτοῖς τὰ κατά τὸ ἐκλαμβάνειν τὴν ὥραν.

18. Φέρεται δὴ θεώρημα ἀποδεικνύον τὸν ζωδιακὸν κύκλον ὁμοίως τοῖς πλανωμένοις φέρεσθαι ἀπὸ δυσμῶν [*](3 ἀκριβῶς] ἀληθῶς Εu om. τὸ BC 7 ἐκαστῶ AΒC 9 αὖ] οὔν C Εu 12 om. τὸ πρῶτον Α BC 18 φησι BΕu 19 om. και B Εu- 26 δτι] + τὸ Εunon i τοῦδε τῆς Εu 27, 28 συγκεχωρημένον αὐτοῖς τὸ Εu)

207
[*](ABC Εu) ἐπὶ ἀνατολάς δἰ ἑκατόν ἐτῶν μοῖραν μίαν, καὶ τοῦτο τῷ πολλῷ χρόνῳ ἐναλλάττειν τὴν θέσιν τῶν δωδεκατημορίων· ἑτέρου μὲν τυγχάνοντος τοῦ νοητοῦ δωδεκατημορίου, ἑτέρου δὲ τοῦ ὡσανεὶ μορφώματος· τὰ δὲ ἀποτελέσματά φασιν εὑρίσκεσθαι οὐκ ἐκ τοῦ μορφώματος, ἀλλʼ ἐκ τοῦ νοητοῦ ζωδίου· ὅπερ οὐ πάνυ τι δυνατόν καταλαμβάνεσθαι. ἔστω δῆ καὶ τοῦτο συγκςχωρημένον, τὸ καταλαμβάνεσθαι τὸ νοητὸν δωδεκατημόριον, ἢ δύνασθαι ἐκ τοῦ αἰσθητοῦ δωδεκατημορίου λαμβάνεσθαι τὸ ἀληθὲς, ἀλλά τήν γε σύγκρασιν παρʼ αὐτοῖς καλουμένην τῶν ἐν τοῖσδε τοῖς σχηματισμοῖς τυγχανόντων καὶ αὐτοὶ ὁμολογήσουσιν οὐχ οἶοί τε σῶσαι κατʼ ἀξίαν, ἀμαυρουμένου τοῦ δηλουμένου φέρε εἰπεῖν χείρονος ἀπὸ τοῦδε, διὰ τὸ ἐπιβλέπεσθαι αὐτόυ ὑπὸ τοῦδε τοῦ κρείττονος, καὶ ἐπὶ τοσόνδε ἢ τοσόνδε ἀμαυρουμένου· πολλάκις πάλιν τῆς ἀμαυρώσεως τῆς τοῦ χείρονος ὑπὸ τῆς ἐπιβλέφεως τῆς τοῦ κρείττονος ἐμποδιζομένης, ἐκ τοῦ ἕτερον οὑτωσὶ ἐσχηματίσθαι, χειρόνων ὄντα σημαντικόν. καὶ οἶμαι ἐπιστήσαντά τινα τοῖς τόποις ἀπογνῶναι τὴν περὶ τούτων κατάληφιν, οὐδαμῶς ἀνθρώποις ἐκκειμένην, ἀλλʼ, εἰ ἄρα, μέχρι τοῦ σημανθῆναι μόνον φθάνουσαν. εἰ δέ τις ἐν πείρᾳ γεγένηται τῶν πραγμάτων, μᾶλλον εἴσεται τὸ ἐν τῷ στοχάζεσθαι ἀποπτωτικόν τῶν λεγόντων καὶ αὐτῶν τῶν συγγραψαμένων, ἤπερ νομιζόμενον ἐπιτευκτικόν. καὶ Ἠσαίας γοῦν, ώς οὐ δυναμένων τούτων εὑρίσκεσθαι ὑπὸ ἀνθρώπων, φησὶ πρός τήν θυγατέρα τῶν Χαλδαίων τῶν ταῦτα μάλιστα παρά πάντας ἐπαγγελλομένων· Στήτωσαν [*](Ιs xlvii 13) καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοὺ οὐρανοῦ, ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι. διὰ γὰρ τούτων διδασκόμεθα μἠ δύνασθαι τοὺς πάνυ περὶ ταῦτα φιλομαθεῖς προδηλοῦν, ἅ βεβούληται κύριος ἑκάστῳ ἔθνει ἐπαγαγεῖν.

[*](12 κατὰ πᾶν Εu 19 ἐγκειμένην ABC 20 σανθῆναι B; σωθῆναι Εu; om. C 21 γένηται A B; γένοιτο C 29 om. πάνυ ΑBC 31 ἐπαγαγεῖν] hactenus Eusebius)
208

19. Νῦν γὰρ, ώς πρὸς τὴν λέξιν, τὸ προφητικὸν ἐξειλήφαμεν. [*](19) [*](cf Teat Αser 7) εἰ δέ φησιν ὁ Ἰακώβ ἀνεγνωκέναι ἐν ταῖς [*](ΑΒC) πλαξὶ τοῦ οὐρανοῦ τὰ συμβησόμενα τοῖς υἱοῖς αὐτοῦ, καὶ ὅσον ἐπὶ τούτῳ ἀντιλέγοι τις ἄν μῖν ὅτι ἐναντία οἶς εἰρήκαμεν δηλοῦται διὰ τῆς γραφής· ἐλέγομεν γὰρ ἄνθρωπον ἀκαταλήπτως ἔχειν τῶν σημείων, ὁ δὲ Ἰακώβ φησιν ἀνεγνωκέναι ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ· ἀπολογησόμεθα ὄτι οἱ καθʼ ἡμᾶς σοφοὶ, πνεύματι περισσοτέρῳ χρησάμενοι τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἀνθρωπίνως θείως δὲ διδάσκονιαι [*](2 Co xii 4) τὰ ἀπόρρητα· ὥσπερ ὁ Παῦλος, λέγων· Ἤκούσα ἄρρητα ῥήματα ἄ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. ἴσασι γὰρ τροπῶν ἀλλαγὰς καὶ μεταβολάς καιρῶν, ἐνιαυτῶν κύκλους καὶ ἀστέρων θέσεις, οὐκ ἀπʼ ἀνθρώπων οὐδὲ ὄἰ ἀνθρώπων, ἀλλὰ τοῦ πνεύματος ἀποκαλύπτοντος αὐτοῖς καὶ καθαρῶς, ὡς θέλει ὁ θεὸς, τὸ θεῖα ἀπαγγέλλοντος. καὶ ἄλλως δὲ ὁ Ἰακώβ μείζων ἢ κατά ἄνθρωπον ἦν, πτερνίζων τόν ἀδελφὸν αὐτοῦ, καὶ ὁμολογῶν ἐν αὐτῇ ταύτῃ τῇ βίβλῳ ἀφʼ ἦς παρεθέμεθα τό· Ἀνέγνων ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ· εἶναι ἀρχιχιλίαρχος δυνάμεως κυρίου, καὶ ὄνομα πάλαι κεκτημένος Τσραήλʼ ὅπερ ἐν σώματι λειτουργῶν ἀναγνωρίζει, ὑπομιμνήσκοντος αὐτὸυ τοῦ ἀρχαγγέλου Οὐριήλ.

[*]((δʼ))

20. Μετὰ ταῦτα λείπεται ἐξετάσαι καὶ παραστῆσαι τοῖς πιστεύουσιν ὅτι εἰς σημεῖα κεῖνται οἱ φωστῆρες τοῦ οὐρανοῦ, σανθεῖσι δὲ καὶ ἐκ τῶν ὑπό τῶν περιεργοτέρων φερομένων εἰς τοὺς τόπους, τίς ἠ αἰτία τοῦ ταῦτα τὰ σημεῖα τὸν θεὸῦ πεποιηκέναι ἐν οὐρανῷ. καὶ ἔστιν εἰπεῖν πρῶτον μὲν ὅτι πιστευόμενα τά τῆς μεγαλειότητος τοῦ νοῦ τοῦ θεοῦ πᾶσαν γνῶσιν τὴν περὶ ἑκάστου τῶν ὄντων ἐμπεριειληφότος, ὥστε μηδὲ τὸ τυχόν καὶ νομιζόμενον ἐλάχιστον λανθάνειν τὴν θειότητα αὐτοῦ, δόξαν μὲν περιέχει τοῦ οἱονεὶ ἄπειρα ἀριθμῷ οὐτως αὐτόν ἐμπεριειληφέναι ἐν ἑαυτῷ, οὐ μὴν ἐναργῆ τὴν ἀπόδειξιν, ἀλλὰ πεπιστευμένην ὡς ἀρμόζουσαν [*](2 om. ὁ B 11 ἐξ ὥν ανων B 24 στανθεισι A; συνθήσῃ C περιεργότερον AC 26 ἐν] + τῶ C)

209
[*](ABC) τῷ ἀγενήτῳ νῷ καὶ ὑπὲρ πᾶσαν φύσιν τυγχάνοντι. ἵνʼ οὖν τῇ πείρα τοῦτο καταλαμβάνηται ὑπὸ τῶν μειζόνων ἢ κατά ἄνθρωπον καὶ τῶν ἀγίων ψυχῶν τοῦ ἐνεστηκότος δεσμοῦ ἀπηλλαγμένων, ώσππερεὶ γράμματα καὶ χαρακτῆρας καὶ διά τῆς τῶν οὐρανίων περιφορᾶς ἐποίησεν ἐν οὐρανῷ ὁ θεὸς τοὺς δεδιδαγμένους καὶ διδαχθησομένους ἀναγινόσκειν τὰ σημεῖα τοῦ θεοῦ. οὐ θαυμαστὸν δὲ καὶ ὑπὲρ ἐνδείξεως τῆς πρὸς τοὺς μακαρίους ποιεῖν τινὰ τὸν θεὸν, τῆς γραφῆς λεγούσης τῷ Φαραώ· Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως [*](Ro ix 17) ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. εἰ γὰρ διετηρήθη Φαραὼ ὑπὲρ [*](cf. Ex ix 16) [*](20) ἐνδείξεως δυνάμεως θεοῦ καὶ διαγγελίας τοῦ ὀνόματος αὐτοῦ ἐν πάσῃ τῇ γῇ, ἐννόει πόσην ἔνδειξιν δυνάμεως θεοῦ περιέχει τά οὐράνια σημεῖα, πάντων τῶν ἀπʼ αἰῶνος ἕως συντελείας ἐντετυπωμένων τῇ ἀξίᾳ βίβλῳ τοῦ θεοῦ τῷ οὐρανῷ. δεύτερον δὲ στοχάζομαι ταῖς τὰ ἀνθρώπινα οἰκονομούσαις δυνάμεσιν ἐκκεῖσθαι τὰ σημεῖα, ἴνα τινὰ μὲν γινώσκωσι μόνον, τινὰ δὲ ἐνεργῶσι· καθάπερ ἐν ταῖς παρʼ ἡμῖν βίβλοις ἅ μὲν γέγραπται ἴνα γινώσκωμεν, οἶον τὰ περὶ κοσμοποιίας καὶ εἴτινα ἄλλα μυστήρια· δὲ ἵνα γινώσκοντες ποιῶμεν, ὡσπερ τά περὶ τὰς ἐντολάς καὶ τά προστάγματα τοῖ θεοῦ. ἐνδέχεται δὴ τὰ οὐράνια γράμματα, ἄ ἄγγελοι καὶ δυνάμεις θεῖαι ἀναγινώσκειν καλῶς δύνανται, περιέχειν τινὰ μὲν ἀναγνωσθησόμενα ὑπὸ τῶν ἀγγέλων καὶ λειτουργῶν τοῦ θεοῦ, ἴνα εὐφραίνωνται γινωσκοντες· τινὰ δὲ σπερεὶ ἐντολὰς λαμβάνοντες ποιῶσι.

21. Καὶ οὐχ ἁμαρτησόμεθα τὸ ἀνάλογον τοῖς ἐν τῷ νόμῳ λέγοντες ἔχειν τὸν οὐρανόυ καὶ τούς ἀστέρας· ἐὰν δὲ χείρονες καὶ ἕτεραι τοῦ ἀνθρώπου ἐνέργειαι ποιῶσί τινα τῶν προεγνωσμένων καὶ σημαινομένων ἐν οὐρανῷ, οὐκ ἀνάγκη καὶ αὐτάς ἀπὸ τῶν τοῦ θεοῦ γραμμάτων ὑπομιμνησκομένας ποιεῖν ἄ ἐνεργοῦσιν· ἀλλʼ ὥσπερ ἄνθρωποι ἀδικοῦντες, [*](9 ἐξηγήρασθαι (om. σε) A 10 διαγγελεῖται C 17 ἐγκεῖσθαι ABC; sed cf. supr. p. 178, ll. 12, 15 22 om. τοῦ B)

210
οὐ μανθάνοντες προεγνωκέναι τὸν θεὸν τὸ τόνδε [*](ABC) τινὰ ἀδικηθήσεσθαι ὑπʼ αὐτῶν, ἐνεργοῦσι τὸ ἀδικεῖν ἐκ τῆς ἑαυτῶν πονηρίας· οὗτως αἱ ἀντικείμεναι δυνάμεις, τοῦ θεοῦ τήν κακίαν τῶν τὰ μοχθηρὰ βουλομένων ἀνθρόπων καὶ δυναμέων προςγνωκότος, τῇ ἰδία αἰσχίστῃ ἐπιτελοῦσι [*](cf He i 14) προαιρέσει. οἱ μέντοι ἱεροὶ ἄγγελοι, τά λειτουργικὰ πνεύματα τὰ εἰς διακονίαν ἀποστελλόμενα, εἰκός ὅτι, ὡς ἀπό νόμου θεοῦ γεγραμμένων τὰ προστάγματα λαμβάνοντες, εταγμένως καὶ ὅτε δεῖ καὶ ὡς δεῖ καὶ ὅσον δεῖ ποιοῦσι τὰ κρείττονα· ἄτοπον γὰρ αὐτούς θείους ὄντας ἀποκληρωτικῶς καὶ U+003C οὐχU+003E ρισμένως ἔρχεσθαι ἐπὶ τὸ φέρʼ εἰπεῖν χρηματίσαι τι τῷ Ἀβραάμ, καὶ ποιῆσαί τι τῷ Ἰσαἀκ, καὶ ῥύσασθαι ἐκ κινδύνου τόν Ἰακὼβ, ἢ ἐπιστῆναι τῷ πνεύματι τοῦδε τοῦ προφήτου. ἵνα σἶν μὴ ἀποκληρωτικῶς μηδὲ κατὰ συντυχίαν τοῦτο πράττωσιν, ἀναγινώσκουσι τὴν βίβλον τοῦ θεοῦ· καὶ οὗτως ποιοῦσι τὰ αὐτοῖς ἐπιβάλλοντα. ὡς προείπομεν δὲ, τμεῖς ἅ ποιοῦμεν, ἦ αἱ ἀντικείμεναι ἐνέργειαι ἅ ἐπιτελοῦσιν εἰς ἡμᾶς, ἰδία προαιρέσει ποιοῦμεν· ἀτάκτῳ μὲν, ὅτε ἁμαρτάνομεν· πεπαιδευμένῃ δὲ, οὐκ ἄτερ ἀγγέλων οὐδὲ θείων γραμμάτων οὐδὲ ὑπηρετῶν ἀγίων, ὅτε θεῷ εὐάρεστα πράττομεν.

22. Καὶ ὁ πατήρ· Σύγγνωθί μοι, τέκνον· οἱ μὲν γὰρ [*](21) [*](5 δυνάμεων] scripsi cum codd. Thuan.; δυναμένων ΑBC προ- εγνωκότες A 7 om. τὰ BC 8 γεγραμμένα A 9 ὠς δεῖ καὶ ὅτε δεῖ B 11 οὐχ] Τarinus sine nota; om. ABC 17 ἀ] οὐ B 28 cf. Clem. Eecogn. X. 10 (vers. Εufin.))

211
[*](ABC) χθές σου λόγοι ἀληθεῖς ὄντες συνελγίσαντό με συνθέσθαι σοι· ἡ δὲ ἐμτ συνείδησις μικρά με ὥσπερ πυρετοῦ ἔλλειμμα πρὸς ἀπιστίαν βραχέα βασανίζει· σύνοιδα γὰρ ἐμαυτῷ τὰ τίς γενέσεως πάντα μοι ἀποτελεσθέντα.

Κἀγὼ ἀπεκρινάμην· Συννόησόν μοι, πάτερ, οἵαν φύσιν ἔχει τό μάθημα, ἐξ ὥν ἐγώ σοι συμβουλεύω. μαθηματικῷ συμβαλὼν, εἰπὲ πρῶτον αὐτῷ ὅτι Τάδε μοι φαῦλα ἐν τῷδε τῷ χρόνῳ γέγονεν· ἐκ τίνος ἄρα μοι τῶν ἀστέρων γέγονε μαθεῖν ἤθελον. καὶ ἐρεῖ σοι ὅτι τοὺς χρόνους κακοποιὸς διεδέξατο Ἄρης ἢ Κρόνος, ἢ τούτων τις ἀποκαταστατικός ἐγένετο, ἢ τόν ἐνιαυτὸν τοῦτόν τις ἐπεθεόρησεν ἐκ τετραγώνου ἢ διαμέτρου ἢ συνών ἦ κεκεντρωμένος ἦ παρὰ αἶρεσιν. ὅμως καὶ ἄλλα μυρία εἰπεῖν ἔχει. πρός τούτοις δὲ ἢ ἀγαθοποιός κακῷ ἀσύνδετος ἦν ἢ ἀνεπιθεώρητος ἢ ἐν σχήματι ἢ παρά αἶρεσιν ἢ ἐν ἐκλείφει ἤ ἀνεπισύναφος ἤ ἐν ἀμαυροῖς ἄστροις. καὶ ὅμως πολλῶν προφάσεων οὐσῶν πρός ἀ ἠκουσε τὰς ἀποδείξεις παρασχεῖν ἔχει. μετὰ τοῦτον οὖν τὸν μαθηματικόν ἑτέρῳ προσελθὼν τὰ ἐναντία εἰπὲ· ὅτι Τόδε μοι ἀγαθὸν ἐν τῷδε τῷ χρόνῳ γέγονε· σὺ δὲ τὸν χρόνον τὸν αὐτὸν λέγε· ἀπαίτει δὲ ἐκ τίνος ἄρα τῆς γενέσεως τοῦτο γέγονε. καὶ ὅμως ώς προεῖπον ἔχει, σοῦ καταψευσαμένου, αὐτὸς ἐκ πολλῶν σχημάτων ἔν τι εὑρεῖν σχῆμα καὶ δεύτερον καὶ τρίτον καὶ πλείονα, ὡς αὐτὸ τό ἐνεργῆσαν ὅθεν τὰ ἀγαθά ἐρεῖ γεγενῆσθαι. ἀδύνατον γὰρ ἐν πάσῃ γενέσει ἀνθρώπων μή ἐν πάσῃ ὣρᾳ τῶν ἀστέρων τοὺς μὲν καλῶς κεῖσθαι τοὺς δὲ κακῶς· κύκλος γὰρ ἔστιν ἰσομερής, ποικίλος, ἀπείρους ἔχων τὰς προφάσεις· πρός ἅς ἕκαστος εἰπεῖν ἔχει δ θέλει. ὅνπερ γὰρ τρόπον ἐπὶ τῶν λοξῶν ὀνείρων ἐνίοτε οὐδὲν νοοῦμεν, ἀποβάντων δὲ οἰκειοτάτην προσφέρομεν ἐπίλυσιν· οὐτως καὶ τὸ μάθημα πρό τοῦ τι [*](1 με] μοι AC; concluserunt me Ruf 10 ἀποκαταστικὸς AB 11 ἐθεώρησεν B 14 ἀσύνθετος AC; syndetus- Ruf 23 om. τὸ ΑC 25 in omni quam dicunt regione stellarum Ruf. (quasi leg- χώρα))

212
ἀποτελεσθῆναι οὐδὲν σαφὲς ἡμῖν μηνῦσαι δύναται, μετὰ δὲ [*](ABC) τήν τοῦ γενομένου ἱστορίαν τότε πρόδηλος ἡ τῆς ἐκβάσεως αἰτία φαίνεται. πολλάκις μὲν οὖν οἱ προλέγοντες πταίουσι, καὶ μετὰ τὴν ἔκβασιν ἑαυτοὺς μέμφονται λέγοντες ὅτι Τάδε ἦν τὸ ποιῆσαν, καὶ οὐκ εἴδομεν. τό μὲν οὖν καὶ τοὺς πάνυ ἐπιστήμονας πταίειν γίνεται διὰ τὸ μτ εἰδέναι, ὡς χθὲς ἔφην, ποῖα πάντως τῆς γενέσεως σιτία γίνεται, ποῖα δὲ οὐ πάντως, καὶ ποῖα πάντως ποιήσαι ἐκιθυμοῦμεν, οὐ πάντως δὲ ποιοῦμεν. ὄτι ἥδε ἠ σιτία ἤμῖν τοῖς τὸ μυστήριον μεμαθηκόσι σαφής ἐστιν· ὅτι, ἐλεύθερον ἔχοντες λογισμόν ἐνίοτε συγχωρήσαντες τῇ ἐπιθυμίᾳ ττήμεθα,π ἐνίοτε [*](22) ἐπέχειν ταύτην βουλευσάμενοι νενικήκαμεν. οἱ δὲ ἀστρολόγοι, τοῦτο αὑτὸ τό μυστήριον οὐκ εἰδότες, περὶ πάσης προαιρέσεως ἀποφηνάμενοι ἐξ ἀρχῆς, πταίσαντες τούς κλιμακτῆρας ἐπενόησαν, εἰς ἀδηλότητα ποιούμενοι τήν προαίρεσιν, ώς χθὲς ἐπεδείξαμεν. σὺ δὲ τοῦ λοιποῦ πρός ταῦτα εἴ τι ἔχεις εἰπεῖν, λέγε.

Καὶ ὁ πατὴρ ὀμόσας ἀπεκρίνατο, μηδὲν τούτων ἀληθέστερον εἶναι, ὧν εἶπες.