Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

1. Κεκλεῖσθαι καὶ ἐσφραγίσθαι τὰς θείας γραφὰς οἱ θεῖοί φασι λόγοι, τῇ κλειδὶ τοῦ Δαυεὶδ, τάχα δὲ καὶ [*](Ex xxviii 32) σφραγῖδι, περὶ ἧς εἴρηται τό· Ἐκτύπωμα σφραγῖδος, ἁγίασμα κυρίῳ· τουτέστι τῇ δυνάμει τοῦ δεδωκότος αὐτὰς [*]( κατεσκεύασε] δέδωκε AD 23 Ru. 11. 525; citat. spud Εpiph. Haer. lxiv. (Pe'av. 529) 25 κεκλεἵσθαι] + μὲν B)

37
[*](ΑBD) θεοῦ, τῇ ὑπὸ τῆς σφραγῖδος δηλουμένῃ. περὶ μὲν οὖν τοῦ κεκλεῖσθαι καὶ ἐσφραγίσθαι ὁ Ἰωάννης ἀναδιδάσκει ἐν τῇ ἀποκαλύψει λέγων· Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφίᾳ [*](Αp iii 7 f.) ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινὸς, ὁ ἔχων τὴν κλεῖν τοῦ Δαυεὶδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, καὶ κλείων καὶ οὐδεὶς ἀνοίξει· οἶδά σου τὰ ἔργα· ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην, ἥν οὐδεὶς δύναται κλεῖσαι αὐτήν. καὶ μετʼ ὀλίγα· Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν [*](Αp v I ff.) τοῦ καθημένου ἐπὶ τόν θρόνον βιβλίον γεγραμμένον ἔσωθεν καὶ ἔξωθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; καὶ οὐδεὶς ἠδύνατο ἐν τῷ οὐρανῷ οὔτε ἐπὶ τῆς γῆς οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ ἔκλαιον ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ εἶς τῶν πρεσβυτέρων λέγει μοι· μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυεὶδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.

2. Περὶ δὲ τοῦ ἐσφραγίσθαι μόνον ὁ Ἠσαίας οὕτως· Καὶ ἔσται ὑμῖν τά ῥήματα πάντα ταῦτα ὡς οἱ λόγοι τοῦ [*](Is xxix 11 f.) βιβλίου τούτου τοῦ ἐσφραγισμένου, ὅ ἐὰν δῶσιν αὐτὸ [*](526) ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες· ἀνάγνωθι ταῦτα, καὶ ἐρεῖ· οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ· καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ· ἀνάγνωθι τοῦτο, καὶ ἐρεῖ· οὐκ ἐπίσταμαι γράμματα. ταῦτα γὰρ οὐ μόνον περὶ τῆς ἀποκαλύψεως Ἰωάννου καὶ τοῦ Ἠσαίου νομιστέον λέγεσθαι, ἀλλά καὶ περὶ πάσης θείας γραφῆς, ὁμολογουμένως [*](3 Φιλαδελφεία AD 4 ὁ ἀληθινὸς] καὶ ἀληθινὸς B 7 ἐνώ- πιόν σου θύραν ἡνεωγμένην] θύραν ἐνώπιόν σου ἀνεῳγμένην Εpiph. ἤν] καὶ AD 10 ἔξωθεν] ὄπισθεν Εpiph. 11 om. ἄλλον D Εpiph. om. ἐν Εpiph. 16 εἴς] + ἐκ Εpiph. 17 λέων] +ὀ Εpiph. 21 πάντα ταῦτα] ταῦτα πάντα D Εpiph. 26 om. καὶ ἐρεῖ αὐτῶ ἀνάγνωθι τοῦτο Εpiph.)

38
παρὰ τοῖς κἄν μετρίως ἐπαΐειν λόγων θείων δυναμένοις [*](ΑBD) πεπληρωμένης αἰνιγμάτων καὶ παραβολῶν σκοτεινῶν τε λόγων καὶ ἄλλων ποικίλων εἰδῶν ἀσαφείας, δυσλήπτων τῇ ἀνθρωπίνῃ φύσει. ὅπερ διδάξαι βουλόμενος καὶ ὁ σωτήρ φησιν, ὡς τῆς κλειδός οὔσης παρὰ τοῖς γραμματεῦσι καὶ Φαρισαίοις οὐκ ἀγωνιζομένοις τὴν ὁδὸν εὑρεῖν τοῦ [*](Lc xi 52: cf. Mt xxiii 14) ἀνοῖξαι, τό· Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους οὐκ ἀφίετε εἰσελθεῖν.

καὶ μεθʼ ἕτεραʼ

3. Μέλλοντες δὲ ἄρχεσθαι τῆς ἑρμηνείας τῶν ψαλμῶν, χαριεστάτην παράδοσιν ὑπὸ τοῦ Ἑβραίου ἡμῖν καθολικῶς περὶ πάσης θείας γραφῆς παραδεδομένην προτάξωμεν. [*](527) ἔφασκε γὰρ ἐκεῖνος ἐοικέναι τὴν ὅλην θεόπνευστον γραφὴν, διὰ τὴν ἐν αὐτῇ ἀσάφειαν, πολλοῖς οἴκοις ἐν οἰκίᾳ μιᾷ κεκλεισμένοις· ἑκάστῳ δὲ οἴκῳ παρακεῖσθαι κλεῖν οὐ τὴν κατάλληλον αὐτῷ· καὶ οὕτω διεσκεδάσθαι τὰς κλεῖς περὶ τοὺς οἴκους, οὐχ ἁρμοζούσας καθʼ ἑκάστην ἐκείνοις οἶς παράκεινται· ἔργον δὲ εἶναι μέγιστον εὑρίσκειν τε τὰς κλεῖς καὶ ἐφαρμόζειν αὐτὰς τοῖς οἴκοις, οὓς ἀνοῖξαι δύνανται· νοεῖσθαι τοίνυν καὶ τὰς γραφὰς οὔσας ἀσαφεῖς, οὐκ ἄλλοθεν τὰς ἀφορμὰς τοῦ νοεῖσθαι λαμβανούσας ἢ παρʼ ἀλλήλων ἐχουσῶν ἐν αὐταῖς διεσπαρμένον τὸ ἐξηγητικόν. ἡγοῦμαι γοῦν καὶ τὸν ἀπόστολον τὴν τοιαύτην ἔφοδον τοῦ [*](1 Co ii 13) συνιέναι τοὺς θείους λόγους ὑποβάλλοντα λέγειν· Ἅ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλʼ ἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίοντες.

[*](1 παρὰ τοῖς κάν] παρὰ τοῖς καὶ D; παρὰ τοῖς A; καὶ παρὰ τοῖς Εpiph. 2 πεπληρωμένης] πεπληρωμένοις Epiph. 9 plura habet Epiph. l.c. 25 θείους] τοιούτους B)
39
[*](ΑBD)

4. Εἰ δὲ Γὰ λόγια κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, [*](Ps xii (xi) 7) δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως· καὶ μετὰ πάσης ἀκριβείας ἐξητασμένως τὸ ἄγιον πνεῦμα ὑποβέβληκεν αὐτὰ διὰ τῶν ὑπηρετῶν τοῦ λόγου, μήποτε [*](cf. Lc i 2) καὶ ἡμᾶς διαφεύγῃ ἀναλογία, καθʼ ἣν ἐπὶ πᾶσαν ἔφθασε γραφὴν θεόπνευστον ἡ σοφία τοῦ θεοῦ μέχρι τοῦ τυχόντος γράμματος· καὶ τάχα καὶ διὰ τοῦτο ὁ σωτήρ φησι· Ἰῶτα [*](Mt v 18) ἓν ἥ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἄν πάντα γένηται. ὅν τρόπον γὰρ ἐπὶ τῆς κοσμοποιίας ἡ θεία τέχνη οὐ μόνον ἐν οὐρανῷ καὶ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις φαίνεται διʼ ὅλων τῶν σωμάτων ἐκείνων πεφοιτηκυῖα, ἀλλὰ καὶ ἐπὶ γῆς ἐν ὕλῃ εὐτελεστέρα τὸ αὐτὸ πεποίηκεν, ὡς μὴ ὑπερηφανεῖσθαι ἀπὸ τοῦ τεχνίτου μήτε τὰ σώματα τῶν ἐλαχίστων ζώων, πολλῷ δὲ πλέον καὶ τὰς ἐνυπαρχούσας ψυχὰς ἐν αὐτοῖς, ἑκάστης ἰδίωμά τι λαβούσης ἐν αὐτῇ, ὡς ἐν ἀλόγῳ σωτήριον· μήτε τὰ τῆς γῆς βλαστήματα, ἑκάστῳ ἐνυπάρχοντος τοῦ τεχνικοῦ περὶ τὰς ῥίζας καὶ τὰ φύλλα καὶ τοὺς ἐνδεχομένους καρποὺς καὶ τὰς διαφορὰς τῶν ποιοτήτων· οὕτως ἡμεῖς ὑπολαμβάνομεν περὶ πάντων τῶν ἐξ ἐπιπνοίας τοῦ ἁγίου πνεύματος ἀναγςγραμμένων, ὡς τῆς ἐπιδιδούσης τὴν ὑπεράνθρωπον σοφίαν ἱερᾶς προνοίας διο τῶν γραμμάτων τῷ γένει τῶν ἀνθρώπων, λόγια σωτήρια ἐνεσπαρκυίας, ὡς ἔστιν εἰπεῖν, ἑκάστω γράμματι κατὰ τὸ ἐνδεχόμενον ἵχνη τῆς σοφίας.

[*](528)

5. Χρὴ μέντοι γε τὸν ἅπαξ παραδεξάμενον τοῦ κτίσαντος τὸν κόσμον εἶναι ταύτας τὰς γραφὰς πεπεῖσθαι, ὅτι ὅσα περὶ τῆς κτίσεως ἀπαντᾷ τοῖς ζητοῦσι τὸν περὶ αὐτῆς λόγον, ταῦτα καὶ περὶ τῶν γραφῶν. ἔστι δέ γε καὶ ἐν τῇ κτίσει τινὰ ἀνθρωπίνῃ φύσει δυσεύρετα ἢ καὶ ἀνεύρετα· καὶ οὐ διὰ τοῦτο κατηγορητέον τοῦ ποιητοῦ τῶν ὅλων, φέρε εἰπεῖν, ἐπεὶ οὐχ εὑρίσκομεν αἰτίαν βασιλίσκων κτίσεως καὶ [*](4 αὐτὰ] αὐτὰς B 5 διαφεύγῃ] διαφεύγει AB om. καθʼ ἠν AB ἐπὶ] ἐπεὶ Α (? B*) ἔφθασε] ἔπνευσε D 7 om. καὶ post τάχα AD 27 κτίσεως] κρίσεως ΑB*)

40
τῶν ἄλλων ἰοβόλων θηρίων· ἐνθάδε γὰρ ὅσιον, τὸν αἰσθανόμενον [*](ΑBD) τῆς ἀσθενείας τοῦ γένους ἡμῶν, καὶ ὅτι τέχνης θεοῦ λόγους μετὰ πάσης ἀκριβείας τεθεωρημένους ἐκλαβεῖν ἡμῖν ἀμήχανον, θεῷ ἀνατιθέναι τὴν τούτων γνῶσιν, ὕστερον ἡμῖν, ἐὰν ἄξιοι κριθῶμεν, φανερώσοντι ταῦτα περὶ ὦν νῦν εὐσεβῶς ἐπεστήσαμεν. οὕτω τοίνυν καὶ ἐν ταῖς θείαις γραφαῖς χρὴ ὁρᾷν, ὅτι πολλὰ ἀπόκειται ἐν αὐταῖς δυσαπόδοτα ἡμῖν. οἱ γοῦν ἐπαγγελλόμενοι μετὰ τὸ ἀποστῆναι τοῦ κτίσαντος τὸν κόσμον καὶ ᾦ ἀνέπλασαν ὡς θεῷ προστρέχειν λυέτωσαν τὰς προσαγομένας ὑφʼ ἡμῶν αὐτοῖς ἀπορίας, ἢ τὸ ἑαυτῶν γε συνειδὸς πειθέτωσαν μετὰ τὸ τηλικοῦτον τόλμημα τῆς ἀσεβείας ἀναπεπαῦσθαι συμφώνως ταῖς παρʼ αὐτοῖς ὑποθέσεσι περὶ τῶν ζητουμένων καὶ περὶ τῶν προσαγομένων αὐτοῖς ἀπορημάτων. εἰ γὰρ κᾀκεῖ οὐδὲν ἦττον τὰ ἀπορήματα μένει, ἀποστάντων τῆς θεότητος· πόσῳ ὁσιώτερον ἢν μένοντας ἐπὶ τῆς ἐννοίας τῆς περὶ θεοῦ, ἀπὸ τῶν κτισμάτων τοῦ γενεσιουργοῦ θεωρουμένου, μηδὲν ἄθεον καὶ ἀνόσιον περὶ τοῦ τηλικούτου ἀποφαίνεσθαι θεοῦ;

Ἐπεὶ δὲ ἐν τῷ περὶ ἀριθμῶν τόπῳ, ἑκάστου ἀριθμοῦ δύναμίν τινα ἔχοντος ἐν τοῖς οὗσιν, ᾖ κατεχρήσατο ὁ τῶν ὅλων δημιουργὸς εἰς τὴν σύστασιν ὁτὲ μὲν τοῦ παντὸς ὁτὲ δὲ εἴδους τινὸς τῶν ἐν μέρει, προσέχειν δεῖ καὶ ἐξιχνεύειν ἀπὸ τῶν γραφῶν τὰ περὶ αὐτῶν καὶ ἑνὸς ἑκάστου αὐτῶν· οὐκ ἀγνοητέον ὅτι καὶ τὸ εἶναι τὰς ἐνδιαθήκους βίβλους, ὡς Ἑβραῖοι παραδιδόασι, δύο καὶ εἴκοσι, οἶς ὁ ἴσος ἀριθμὸς τῶν παρʼ αὐτοῖς στοιχείων ἐστὶν, οὐκ ἄλογον τυγχάνει. ὡς [*]( οἰς ὁ ἵσος] ὅσος vel ὅσος ὁ Εus. (H. Ε. vi. 25))

41
[*](ΑBD) γὰρ τὰ κβ΄ στοιχεῖα εἰσαγωγὴ δοκεῖ εἶναι εἰς τὴν σοφίαν καὶ τὰ θεῖα διδάγματα τοῖς χαρακτῆρσι τούτοις ἐντυπούμενα τοῖς ἀνθρώποις· οὕτω στοιχείωσίς ἐστιν εἰς τὴν σοφίαν τοῦ θεοῦ, καὶ εἰσαγωγὴ εἰς τὴν γνῶσιν τῶν ὄντων, τὰ κβ΄ θεόπνευστα βιβλία.

1. Ὁ διαιρῶν παρʼ ἑαυτῷ φωνὴν καὶ σημαινόμενα καὶ πράγματα, καθʼ ὦν κεῖται τὰ σημαινόμενα, οὐ προσκόψει τῷ τῶν φωνῶν σολοικισμῷ, ἐπὰν ἐρευνῶν εὑρίσκῃ τὰ πράγματα, καθʼ ὦν κεῖνται αἱ φωναὶ, ὑγιῆ· καὶ μάλιστα ἐπὰν ὁμολογῶσιν οἱ ἅγιοι ἄνδρες τὸν λόγον αὐτῶν καὶ τὸ κή. [*](1 Co ii 4) ρυγμα οὐκ ἐν πειθοῖς σοφίας εἶναι λόγων, ἀλλʼ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως.

2. Ἅτε δὲ οὐκ ἀσυναίσθητοι τυγχάνοντες οἱ ἀπόστολοι τῶν ἐν οἱς προσκόπτουσι, καὶ περὶ ἅ οὐκ ἠσχόληνται, φασὶν ἰδιῶται εἶναι τῷ λόγῳ, ἀλλʼ οὐ τῇ γνώσει νομιστέον [*](2 Co .xi 6) γὰρ αὐτὸ οὐχ ὑπὸ Παύλου μόνον ἀλλὰ καὶ ὑπὸ τῶν λοιπῶν ἀποστόλων λέγεσθαι ἄν. ἡμεῖς δὲ καὶ τό· Ἕχομεν [*](2 C0 iv 7) δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἴνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ἦ τοῦ θεοῦ καὶ μὴ ἐξ ἠμῶν· ἐξειλήφαμεν ὡς θησαυροῦ μὲν λεγομένου τοῦ ἀλλαχόσε θησαυροῦ τῆς γνώσεως καὶ σοφίας τῆς ἀποκρύφου, ὀστρακίνων [*](Col ii 3) δὲ σκευῶν τῆς εὐτελοῦς καὶ εὐκαταφρονήτου παρʼ Ἕλλησι λέξεως τῶν γραφῶν ἀληθῶς ὑπερβολῆς δυνάμεως [*](2 διδάγματα] παιδεύματα B 6 Ru. IV. 93 14 πειθοῖς] πειθοῖ D cf. p. 71 1. 30, p. 103 l. 26. 20 φασὶν] φαῖεν B)

42
τοῦ θεοῦ ἐμφαινομένης· ὅτι ἴσχυσε τὰ τῆς ἀληθείας [*](ABD) μυστήρια καὶ ἥ δύναμις τῶν λεγομένων οὐκ ἐμποδιζομένη ὑπὸ τῆς εὐτελοῦς φράσεως φθάσαι ἕως περάτων γῆς, καὶ [*](1 C0 i 26 f.) ὑπαγαγεῖν τῷ Χριστοῦ λόγῳ οὐ μόνον τὰ μωρὰ τοῦ κόσμου, ἀλλʼ ἔστιν ὅτε καὶ τὰ σοφὰ αὑτοῦ. βλέπομεν γὰρ τὴν κλῆσιν, οὐχ ὅτι οὐδεὶς σοφὸς κατὰ σάρκα, ἀλλʼ ὅτι οὐ [*](Ro i 14) πολλοὶ σοφοὶ κατὰ σάρκα. ἀλλὰ καὶ ὀφειλέτης ἐστὶ Παῦλος καταγγέλλων τὸ εὐαγγέλιον οὐ μόνον βαρβάροις παραδιδόναι τὸν λόγον ἀλλὰ καὶ Ἕλλησι, καὶ οὐ μόνον ἀνοήτοις τοῖς εὐχερέστερον συγκατατιθεμένοις ἀλλά καὶ [*](2 Co iii 6) σοφοῖς· ἱκάνωτο γὰρ ὑπὸ θεοῦ διάκονος εἶναι τῆς καινῆς [*](1 Co ii 4 f.) διαθήκης, χρώμενος ἀποδείξει πνεύματος καὶ δυνάμεως, ἴνα τῶν πιστευόντων συγκατάθεσις μὴ ἦ ἐν σοφίᾳ ἀνθρώπων ἀλλʼ ἐν δυνάμει θεοῦ. ἴσως γὰρ εἰ κάλλος καὶ [*](94) περιβολὴν φράσεως, ὡς τὰ παρʼ Ἕλλησι θαυμαζόμενα, εἶχεν ἡ γραφὴ, ὑπενόησεν ἄν τις οὐ τὴν ἀλήθειαν κεκρατηκέναι τῶν ἀνθρώπων, ἀλλὰ τὴν ἐμφαινομένην ἀκολουθίαν καὶ τὸ τῆς φράσεως κάλλος ἐψυχαγωγηκέναι τοὺς ἀκροωμένους, καὶ ἠπατηκὸς αὐτοὺς προσειληφέναι.

1. Ἐπεὶ μὴ ἀρκούμενος τὸ παρὸν ἀνειληφέναι πρὸς ἡμᾶς ἔργον τῶν τοῦ θεοῦ ἐργοδιωκτῶν, καὶ ἀπόντας τὰ πολλά σοι σχολάζειν καὶ τῷ πρὸς σὲ καθήκοντι ἀξιοῖς, ἐγὼ ἐκκλίνων τὸν κάματον, καὶ περϊστάμενος τὸν παρὰ θεοῦ τῶν ἐπὶ τὸ γράφειν εἰς τὰ θεῖα ἑαυτοὺς ἐπιδεδωκότων [*](10 om. τοῖς B)

43
[*](ΑBD) κίνδυνον, συναγορεύσαιμι ἄν ἐμαυτῷ ἀπὸ τῆς γραφῆς παραιτούμενος τὸ πολλὰ ποιεῖν βιβλία. φησὶ γὰρ ἐν τῷ Ἐκκλησιαστῇ Σολομῶν· Υἱέ μου, φύλαξαι τοῦ ποιῆσαι [*](Eccl xii 12) βιβλία πολλά· οὐκ ἔστι περασμὸς, καὶ μελέτη πολλὴ κόπωσις σαρκός. ἡμεῖς γὰρ, εἰ μὴ ἔχοι νοῦν τινα κεκρυμμένον καὶ ἔτι ἡμῖν ἀσαφῆ ἡ προκειμένη λέξις, ἄντικρυς παραβεβήκαμεν τὴν ἐντολὴν μὴ φυλαξάμενοι ποιῦσαι βιβλία πολλά.

2. Ὅσον γὰρ ἐπὶ τῇ λέξει δύο σημαίνεται ἐκ τοῦ. Yἱέ μου, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά· ἕν μὲν ὅτι οὐ δεῖ κεκτῆσθαι βιβλία πολλὰ, ἕτερον δὲ ὅτι οὐ δεῖ συντάξαι βιβλία πολλά· καὶ εἰ μὴ τὸ πρῶτον, πάντως τὸ δεύτερον· εἰ δὲ τὸ δεύτερον, οὐ πάντως τὸ πρότερον. πλήν ἑκατέρωθεν δόξομεν μανθάνειν, μὴ δεῖν ποιεῖν βιβλία πλείονα. ἠδυνάμην δὲ πρὸς τὸ νῦν ἡμῖν ὑποπεπτωκὸς ἱστάμενος ἐπιστεῖλαί σοι ὡς ἀπολογίαν τὸ ῥητὸν, καὶ, κατασκευάσας τό πρᾶγμα ἐκ τοῦ μηδὲ τοὺς ἁγίους πολλῶν βιβλίων συντάξεσιν ἐσχολακέναι, παύσασθαι πρὸς τὸ ἑξῆς τοῦ [*](95) κατὰ τὰς συνθήκας, ἅς ἐποιησάμεθα πρὸς ἀλλήλους, ὑπαγορεύειν τὰ διαπεμφθησόμενά σοι· καὶ τάχα σὺ πληγεὶς ὑπὸ τῆς λέξεως πρὸς τὸ ἐξῆς ἄν ἡμῖν συνεχώρησας. ἀλλʼ ἐπεὶ τὴν γραφὴν εὐσυνειδήτως ἐξετάζειν δεῖ, μὴ προπετῶς ἑαυτῷ καταχαριζόμενον τὸ νενοηκέναι ἐκ τοῦ ψιλὴν τὴν λέξιν ἐξειληφέναι, οὐχ ὑπομένω μὴ τὴν φαινομένην μοι ὑπὲρ ἐμαυτοῦ ἀπολογίαν, ἦ χρήσαιο ἄν κατʼ ἐμοῦ εἰ παρὰ τὰς συνθήκας ποιήσαιμι, παρατιθείς. καὶ πρῶτόν γε, ἐπεὶ δοκεῖ τῇ λέξει συναγορεύειν ἡ ἱστορία, οὐδενὸς τῶν ἀγίων ἐκδεδωκότος συντάξεις πλείονας καὶ ἐν πολλαῖς βίβλοις τὸν νοῦν αὐτοῦ ἐκτιθεμένου, περὶ τούτου λεκτέον. ὁ δὲ ἐγκαλῶν μοι εἰς σύνταξιν πλειόνων ἐρχομένῳ τὸν τηλικοῦτον [*](15 πρότερον] πρῶτον AD 18 κατασκευάσαι B)

44
Mωσέα φήσει μόνας πέντε βίβλους [*](ΑBD) καταλελοιπέναι.