Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

21. Ἴδωμεν δʼ αὐτοῦ καὶ τὰ ἐξῆς οὕτως ἔχοντα· ‘Ἀλλʼ ὁρῶμεν δήπου καὶ τοὺς ἐν ταῖς ἀγοραῖς τὰ ἐπιρρητότατα ἐπιδεικνυμένους καὶ ἀγείροντας, εἰς μὲν φρονίμαν ἀνδρῶν σύλλογον οὐκ ἄν ποτε παρελθόντας, οὐδʼ ἐν τού τοις τὰ ἑαυτῶν κατατολμήσαντας ἐπιδεικνύειν· ἔνθα δʼ ἂν ὁρῶσι μειράκια καὶ οἰκοτρίβων ὄχλον καὶ ἀνοήτων ἀνθρώπων ὅμιλον, ἐνταῦθα ὠθουμένους τε καὶ καλλωπιζομένους.᾿ ὅρα δὴ καὶ ἐν τούτοις τίνα τρόπον ἡμᾶς συκοφαντεῖ, ἐξομοιῶν τοῖς ἐν ταῖς ἀγοραῖς τὰ ἐπιρρητότατα ἐπιδεικνυμένοις καὶ ἀγείρουσι. ποῖα δὴ ἐπιρρητότατα ἐπιδεικνύμεθα; ἢ τί τούτοις παραπλήσιον πράττομεν, οἱ καὶ διʼ ἀναγνωσμάτων καὶ διὰ τῶν εἰς τὰ ἀναγνώσματα διηγήσεων προτρέποντες μὲν ἐπὶ τὴν εἰς τὸν θεὸν τῶν ὅλων εὐσέβειαν καὶ τὰς συνθρόνους ταύτης ἀρετάς, ἀποτρέποντες δʼ ἀπὸ τοῦ καταφρονεῖν τοῦ θείου καὶ πάντων τῶν παρὰ τὸν ὀρθὸν λόγον πραττομένων; καὶ οἱ φιλόσοφοί γʼ ἄν εὔξαιντο ἀγείρειν τοσούτους ἀκροατὰς λόγων ἐπὶ τὸ [*](1-5 om. καὶ κατὰ- τοιούτοις 16 om. τὰ U+05D0 28 ταύτης] ταύτῃ ABC)

116
καλὸν παρακαλούντων. ὅπερ πεποιήκασι μάλιστα τῶν [*](U+05D0ABC) Κυνικῶν τινὲς, δημοσίᾳ πρὸς τοὺς παρατυγχάνοντας διαλεγόμενοι. ἀρʼ οὖν καὶ τούτους, μὴ συναθροίζοντας μὲν τοὺς νομιζομένους πεπαιδεῦσθαι, καλοῦντας δʼ ἀπὸ τῆς [*](481) τριόδου καὶ συνάγοντας ἀκροατὰς, φήσουσι παραπλησίους εἶναι τοῖς ἐν ταῖς ἀγοραῖς τὰ ἐπιρρητότατα ἐπιδεικνυμένοις καὶ ἀγείρουσιν; ἀλλʼ οὔτε Κέλσος οὔτε τις τῶν τὰ αὐτά φρονούντων ἐγκαλοῦσι τοῖς κατὰ τὸ φαινόμενον αὐτοῖς φιλάνθρωπον κινοῦσι λόγους καὶ πρὸς τοὺς ἰδιωτικοὺς δήμους.

22. Εἰ δʼ ἐκεῖνοι οὐκ ἔγκλητοι τοῦτο πράττοντες, ἴδωμεν εἰ μὴ χριστιανοὶ μᾶλλον καὶ τούτων βέλτιον πλήθη ἐπὶ καλοκἀγαθίαν προκαλοῦνται. οἱ μὲν γὰρ δημοσίᾳ διαλεγόμενοι φιλόσοφοι οὐ φυλοκρινοῦσι τοὺς ἀκούοντας· ἀλλʼ ὁ βουλόμενος ἔστηκε καὶ ἀκούει. χριστιανοὶ δὲ κατὰ τὸ δυνατὸν αὐτοῖς προβασανίσαντες τῶν ἀκούειν σφῶν βουλομένων τὰς ψυχὰς, καὶ κατʼ ἰδίαν αὐτοῖς προεπᾳσαντες, ἐπὰν δοκῶσιν αὐτάρκως οἱ ἀκροαταὶ πρὶν εἰς τὸ κοινόν εἰσελθεῖν ἐπιδεδωκέναι πρὸς τὸ θέλειν καλῶς βιοῦν, τὸ τηνικάδε αὺτοὺς εἰσάγουσιν, ἰδίᾳ μὲν ποιήσαντες τάγμα τῶν ἄρτι ἀρχομένων καὶ εἰσαγομένων καὶ οὐδέπω τὸ σύμβολον τοῦ ἀποκεκαθάρθαι ἀνειληφότων· ἕτερον δὲ τὸ τῶν κατὰ τὸ δυνατὸν παραστησάντων ἑαυτῶν τὴν προαίρεσιν οὐκ ἄλλο τι βούλεσθαι ἢ τὰ χριστιανοῖς δοκοῦντα· παρʼ οἶς εἰσί τινες τεταγμένοι πρός τὸ φιλοπευστεῖν τοὺς βίους καὶ τὰς ἀγωγὰς τῶν προσιόντων, ἵνα τοὺς μὲν τὰ ἐπίρρητα πράττοντας ἀποκωλύσωσιν ἥκειν ἐπὶ τὸν κοινὸν αὐτῶν σύλλογον, τοὺς δὲ μὴ τοιούτους ὄλῃ ψυχῇ ἀποδεχόμενοι βελτίους ὁσημέραι κατασκευάζωσιν. ὁμοία δʼ ἔστιν οὐτοῖς ἁγωγὴ καὶ περὶ ἁμαρτανόντων, καὶ μάλιστα τῶν ἀκολασταινόντων, [*](4 τοὺς] μὴ ΑBC 7 τὰ αὐτὰ] ταῦτα U+05D0 8 ἐγκαλέσουσι ABC 17 om. καὶ ABC 17, 18 forsit. lgendum προετάσαντες vel προεξετάσαντες. 20, 21 τάγμα τῶν] ταγμάτων U+05D0 21 οὐ- δέπω] οὐδὲ ABC 29 κατασκευάζουσιν ὁμοία] conieci; οἴα A; οἴα U+05D0BC)

117
[*](U+05D0ABC) οὓς ἀπελαύνουσι τοῦ κοινοῦ οἱ κατὰ τὸυ Κέλσον παραπλήσιοι τοῖς ἐν ταῖς ἀγοραῖς τὰ ἐπιρρητότατα ἐπιδεικνυμένοις. καὶ τὸ μὲν τῶν Πυθαγορείων σεμνὸν διδασκαλεῖον κενοτάφια τῶν ἀποστάντων τῆς σφῶν φιλοσοφίας κατεσκεύαζε, λογιζόμενον νεκροὺς αὐτοὺς γεγονέναι. οὗτοι δὲ ὡς ἀπολωλότας καὶ τεθνηκότας τῷ θεῷ τοὺς ὑπʼ ἀσελγείας ἤ τινος ἀτόπου νενικημένους, ὡς νεκροὺς πενθοῦσι· καὶ ὡς ἐκ νεκρῶν ἀναστάντας, ἐὰν ἀξιόλογον ἐνδείξωνται μεταβολὴν, χρόνῳ πλείονι τῶν κατʼ ἀρχάς εἰσαγομένων [*](482) ὕστερόν ποτε προσίενται· εἰς οὐδεμίαν ἀρχήν καὶ προστασίαν τῆς λεγομένης ἐκκλησίας τοῦ θεοῦ καταλέγοντες τοὺς φθάσαντας μετ τὸ προσεληλυθέναι τῷ λόγῳ ἐπταικέναι.

23. Τούτους δὴ, οἷς ἡμᾶς ὁ Κέλσος ὁμοιοῖ, τοῖς ἐν ταῖς ἀγοραῖς τὰ ἐπιρρητότατα ἐπιδεικνυμένοις καὶ ἀγείρουσι, φησὶν εἰς μὲν φρονίμων ἀνδρῶν σύλλογον οὐκ ἄν ποτε παρελθεῖν, οὐδʼ ἐν τούτοις τὰ ἑαυτῶν κατατολμᾷν ἐπιδεικνύειν· ‘ἔνθα δʼ ἂν ὁρῶσι μειράκια καὶ οἰκοτρίβων ὄχλον καὶ ἀνθρώπων ἀνοήτων ὅμιλον, ἐνταῦθα ὀθουμένους τε καὶ καλλωπιζομένους·᾿ καὶ ἐν τούτῳ οὐδὲν ἄλλο ποιῶν ἤ λοιδορούμενος ἡμῖν παραπλησίως ταῖς ἐν ταῖς τριόδοις γυναιξὶ, σκοπὸν ἐχούσαις τό κακῶς ἀλλήλας λέγειν. ἡμεῖς γὰρ, ὅση δύναμις, πάντα πράττομεν ὑπὲρ τοῦ φρονίμων ἀνδρῶν γενέσθαι τὸν σύλλογον ἡμῶν· καὶ τὰ ἐν ἠμῖν μάλιστα καλὰ καὶ θεῖα τότε τολμῶμεν ἐν τοῖς πρὸς τὸ κοινὸυ διαλόγοις φέρειν εἰς μέσον, ὅτʼ εὐποροῦμεν συνετῶν ἀκροατῶν· ἀποκρύπτομεν δὲ καὶ παρασιωπῶμεν τὰ βαθύτερα, ἐπὰν ἁπλουστέρους θεωρῶμεν τοὺς συνςρχομένους καὶ δεομένους λόγων τροπικῶς ὀνομαζομένων γάλα. γέγραπται γὰρ παρὰ τῷ Παύλῳ ἡμῶν Κορινθίοις ἐπιστέλλοντι, Ἕλλησι μὲν οὐ κεκαθαρμένοις δέ πω τὰ ἤθη· Γάλα ὑμᾶς [*](1 Co iii 2 f.) ἐπότισα, οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε. ἀλλʼ οὐδὲ ἔτι νῦν [*](3, 4 διδασκάλιον 16 κατατολμᾶν] καλὰ τολμᾶν ABC 27 om. ἐπὰν ἀπλουστ. θεωορῶμεν)

118
δύνασθε, ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος [*](U+05D0ABC) καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; ὁ δʼ αὐτὸς οὗτος ἐπιστάμενος τὰ μέν τινα τροφὴν εἶναι τελειοτέρας ψυχῆς, τὰ δὲ τῶν εἰσαγομένων παραβάλλεσθαι [*](He v 12 ff.) γάλακτι νηπίων, φησί· Καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς. πᾶς γὰρ ὁ μιτέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστι· τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἔξιν τὰ αἰσθητήρια γαγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. ἆρʼ οὖν οἱ τούτοις ὡς καλῶς εἰρημένοις πιστεύοντες ὑπολάβοιεν ἄν τὰ καλὰ τοῦ λόγου εἰς μὲν φρονίμων ἀνδρῶν σύλλογον οὐκ ἄν ποτε λεχθήσεσθαι, ἔνθα δʼ ἂν ὁρῶσι [*](483) μειράκια καὶ οἰκοτρίβων ὄχλον καὶ ἀνθρώπων ἀνοήτων ὅμιλον, ἐνταῦθα τὰ θεῖα καὶ σεμνὰ φέρειν εἰς μέσον καὶ παρὰ τοῖς τοιούτοις περὶ αὐτῶν ἐγκαλλωπίζεσθαι; ἀλλά σαφὲς τῷ ἐξετάζοντι ὅλον τὸ βούλημα τῶν ἡμετέρων γραμμάτων, ὅτι ἀπεχθόμενος ὁμοίως τοῖς ἰδιωτικοῖς δήμοις ὁ Κέλσος πρὸς τὸ χριστιανῶν γένος τὰ τοιαῦτα ἀνεξετάστως καὶ ψευδόμενος λέγει.

24. Ὁμολογοῦμεν δὲ πάντας ἐθέλειν παιδεῦσαι τῷ τοῦ θεοῦ, κἂν μὴ βούληται Κέλσος, λόγῳ, ὥστε καὶ μειρακίοις μεταδιδόναι τῆς ἁρμοζούσης αὐτοῖς προτροπῆς, καὶ οἰκότριψιν ὑποδεικνύναι πῶς ἐλεύθερον ἀναλαβόντες φρόνημα ἐξευγενισθεῖεν ὑπὸ τοῦ λόγου. οἱ δὲ παρʼ ἡμῖν πρεσβεύοντες [*](cf Ro i 14) τὸν χριστιανισμὸν ἱκανῶς φασὶν ὀφειλέται εἶναι Ἕλλησι καὶ βαρβάροις, σοφοῖς καὶ ἀνοήτοις· οὐ γὰρ ἀρνοῦνται τὸ καὶ ἀνοήτων δεῖν τὰς ψυχὰς θεραπεύειν, ἵνʼ, ὅση δύναμις, ἀποτιθέμενοι τὴν ἄγνοιαν ἐπὶ τὸ συνετώτερον [*](Prov viii. 5) σπεύδωσιν, ἀκούοντες καὶ Σολομῶνος λέγοντος· Οἱ δὲ [*](Pro ix 4 ff. 16) ἄφρονες ἔνθεσθε καρδίαν· καί· Ὄς ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρὸς μέ· ἐνδεέσι δὲ φρενῶν παρακελεύομαι [*](3 om. τὰ 4 τελειοτέραν 19 καὶ ψευδόμενος] κατα- ψευδόμενος ABC 20 πάντες θέλειν U+05D0 παιδεύεσθαι U+05D0corr)

119
[*](U+05D0ABC) λέγουσα ἡ σοφία· Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὅν ἐκέρασα ὑμῖν. ἀπολείπετε ἀφροσύνην, ἴνα ζήσητε, καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν. εἴποιμι δʼ ἄν καὶ ταῦτα διὰ τὰ ἐγκείμενα πρὸς τὸν Κέλσου λόγον· ἆρα οἱ φιλοσοφοῦντες οὐ προκαλοῦνται μειράκια ἐπὶ τὴν ἀκρόασιν; καὶ τοὺς ἀπὸ κακίστου βίου νέους οὐ παρακαλοῦσιν ἐπὶ τὰ βελτίονα; τί δὲ τοὺς οἰκότριβας οὐ βούλονται φιλοσοφεῖν; ἢ καὶ ἡμεῖς μέλλομεν ἐγκαλεῖν φιλοσόφοις οἰκότριβας ἐπʼ ἀρετὴν προτρεψαμένοις, Πυθαγόρᾳ μὲν τὸν Ζάμολξιν, Ζήνωνι δὲ τὸν Περσαῖον, καὶ χθὲς καὶ πρώην τοῖς προτρεφαμένοις Ἐπίκτητον ἐπὶ τὸ φιλοσοφεῖν; ἢ ὑμῖν μὲν, ὦ Ἐλληνες, ἔξεστι μειράκια καὶ οἰκότριβας καὶ ἀνοήτους ἀνθρώπους ἐπὶ φιλοσοφίαν καλεῖν· ἡμεῖς δὲ τοῦτο ποιοῦντες οὐ φιλανθρώπως αὐτό πράττομεν, τῇ ἀπὸ τοῦ λόγου ἰατρικῇ πᾶσαν λογικήν φύσιν θεραπεῦσαι βουλόμενοι καὶ οἰκειῶσαι τῷ δημιουργήσαντι πάντα θεῷ;

[*](495)

25. Ὅμοιον δὲ ποιεῖ ἐν τῷ φάσκειν μηδένα φρόνιμον πείθεσθαι τῷ λόγῳ, περισπώμενος ὑπὸ τοῦ πλήθους τῶν προσερχομένων αὐτῷ, τῷ φάσκοντι διὰ τὸ πλῆθος τῶν κατὰ τοὺς νόμους ἀγομένων ἰδιωτῶν ὅτι φρόνιμος οὐδεὶς, φέρʼ εἰπεῖν, Σόλωνι ἢ Λυκούργῳ πείθεται, ἢ Ζαλεύκῳ ἢ τινι τῶν λοιπῶν· καὶ μάλιστα ἐὰν φρόνιμον λαμβάνῃ τὸν κατʼ ἀρετὴν ποιόν. ὡς γὰρ ἐπὶ τούτων, κατὰ τὸ φανὲν αὐτοῖς χρήσιμον, οἱ νομοθέται πεποιήκασι τὸ τοιαύτῃ ἀγωγῇ αὐτοὺς περιβαλεῖν καὶ νόμοις· οὖτω νομοθετῶν ἐν τῷ Ἰησοῦ ὁ θεὸς τοῖς πανταχοῦ ἀνθρώποις, καὶ τοὺς μὴ φρονίμους ἄγει, ὡς οἶόν τέ ἐστιν ἄγεσθαι τοὺς τοιούτους ἐπὶ τὸ βέλτιον. ὅπερ καὶ ὁ Παῦλος εἰδὼς εἶπε· Τὰ μωρὰ α [*](1 Co i 27) τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς, ἴνα καταισχύνῃ τοὺς σοφούς· [*](1 θλθατε (sic) U+05D0 τῶν ἐμῶν ἀρτῶν AB 2 κεκέρακα ABC ἀπολίπετε C 17 C. Cels. iii. 73 17– 19 ὅμοιον δὲ- φά- σκοντι] οὐδένα φρὁν. φησι πείθεσθαι τῶ λόγω, τερισπώμενος ὑπὸ τοῦ πλήθους τῶν προσερχ. αὐτῶ. ὅμοιον δὲ ποιεῖ καὶ ἐν τούτω φάσκοντι 25 περιβαλεῖν αὐτοὺς Α BC 29 om. ὁ θεὸς U+05D0)

120
σοφοὺς κοινότερου λέγων πάντας τοὺς δοκοῦντας προβεβη- [*](U+05D0ABC) κέναι μὲν ἐν μαθήμασιν ἀποπεπτωκότας δὲ εἰς τὴν ἄθεον [*](Ro i 22 f.) πολυθεότητα· ἐπεὶ Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴυ δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.

26. Ἐγκαλεῖ δὲ τῷ διδάσκοντι καὶ ὡς ἀνοήτους ζητοῦντι. πρός ὃν εἶποιμεν ἄν· τίνας λέγεις τοὺς ἀνοήτους; κατὰ γὰρ τὸ ἀκριβὲς πᾶς φαῦλος ἀνόητός ἐστιν. εἰ τοίνυν λέγεις ἀνοήτους τοὺς φαύλους· ἆρα σὺ προσάγων ἀνθρώπους φιλοσοφίᾳ φαύλους ζητεῖς προσάγειν ἢ ἀστείους; ἀλλʼ οὐχ οἶόν τε ἀστείους· ἤδη γὰρ πεφιλοσοφήκασι. φαύλους ἄρα· εἰ δὲ φαύλους, ἀνοήτους. καὶ ζητεῖς πολλοὺς προσάγειν τοιούτους φιλοσοφίᾳ· καὶ σὺ ἅρα τοὺς ἀνοήτους ζητεῖς. ἐγώ δὲ, κἂν τοὺς οὕτω λεγομένους ἀνοήτους [*](496) ζητῶ, ὅμοιόν τι ποιῶ ὡς εἰ καὶ φιλάνθρωπος ἰατρός ἐζήτει τοὺς κάμνοντας, ἵνʼ αὐτοῖς προσαγάγῃ τὰ βοηθήματα καὶ ῥώσῃ αὐτούς. εἰ δʼ ἀνοήτους λέγεις τοὺς μὴ ἐντρεχεῖς ἀλλὰ τερατωδεστέρους τῶν ἀνθρώπων· ἀποκρινοῦμαί σοι ὅτι καὶ τούτους μὲν κατὰ τὸ δυνατὸν βελτιοῦν πειρῶμαι, οὐ μὴν ἐκ τῶν τοιούτων συστῆσαι βούλομαι τό χριστιανῶν ἄθροισμα. ζητῶ γὰρ μᾶλλον τοὺς ἐντρεχεστέρους καὶ ὀξυτέρους, ὡς δυναμένους παρακολουθῆσαι τῇ σαφηνείᾳ τῶν αἰνιγμάτων καὶ τῶν μετʼ ἐπικρύψεως εἰρημένων ἐν νόμω καὶ προφήταις καὶ εὐαγγελίοις, ὧν ὡς οὐδὲν ἀξιόλογον περιε- χόντων καταπεφρόνηκας, οὐ βασανίσας τὸν ἐν αὐτοῖς νοῦν μηδʼ εἰσελθεῖν πειραθεὶς εἰς τὸ βούλημα τῶν γραψόντων.

[*](15 οὕτως ἀνοήτους λεγομένους ABC 16 ἐξῄτει] ἐπιζητεῖ AC 17 προσαγάγοι 21 οὐ μὴν ἐκ τούτων βούλομαι συστῆσαι (om. in textu, suppl. in marg.) 23 σαφηνεία] U+05D0 ; ἀσαφεία BC)