Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

1. Μετὰ ταῦτα προτρέπει ἐπὶ τὸ λόγῳ ἀκολουθοῦντας [*](327) καὶ λογικῷ ὁδηγῷ παραδέχεσθαι δόγματα· ὡς πάντως ἀπάτης γινομένης τῷ μὴ οὕτω συγκατατιθεμένῳ τισί· καὶ ἐξομοιοῖ τοὺς ἀλόγως πιστεύοντας μητραγύρταις καὶ τερατοσκόποις, Μίθραις τε καὶ Σαβαδίοις, καὶ ὅτῳ τις προσέτυχεν, Ἑκάτης ἢ ἄλλης δαίμονος ἢ δαιμόνων φάσμασιν. ὡς γὰρ ἐν ἐκείνοις πολλάκις μοχθηροὶ ἄνθρωποι ἐπιβαίνοντες τῇ ἰδιωτείᾳ τῶν εὐεξαπατήτων ἄγουσιν αὐτοὺς ᾗ βούλονται, οὕτω φησὶ καὶ ἐν τοῖς χριστιανοῖς γίγνεσθαι. φησὶ δέ τινας μηδὲ βουλομένους διδόναι ἢ λαμβάνειν λόγον περὶ ὧν πιστεύουσι, χρῆσθαι τῷ· Μὴ ἐξέταζε, ἀλλὰ πίστευσον· καί· Ἡ πίστις σου σώσει σε. καί φησιν αὐτοὺς λέγειν· Κακὸν ἡ ἐν τῷ κόσμῳ σοφία, ἀγαθὸν δʼ ἡ μωρία. λεκτέον δὲ πρὸς τοῦτο, ὅτι εἰ μὲν οἷόν τε πάντας καταλιπόντας τὰ τοῦ βίου πράγματα σχολάζειν τῷ φιλοσοφεῖν, ἄλλην ὁδὸν οὐ μεταδιωκτέον οὐδενὶ ἢ ταύτην μόνην. εὑρεθήσεται γὰρ ἐν τῷ χριστιανισμῷ οὐκ ἐλάττων, ἵνα μὴ [*](10 C. Cels. i. 9 (Ru. 1. 327) ταῦτα] τοῦτο ABD τὸ] F; τῶ U+05D0ABD 13 ἀλόγως] hic rursus incipit C μιτρα- γύρταις C; μηναγύρταις U+05D0marg 14 σαβιζίοις ABC 18 γί- νεσθαι B; γενέσθαι AC 19 μηδὲ] μὴ ABC 20 τῶ] τὸ AB 22 τῶ κόσμω] βίω ABC 23 τε] + ἦν ABC 26 om. τῶ ABC ἐλάττων] ἔλαττον ABC*)

97
[*](U+05D0ΑBC) φορτικόν τι εἴπω, ἐξέτασις τῶν πεπιστευμένων, καὶ διήγησις τῶν ἐν τοῖς προφήταις αἰνιγμάτων, καὶ τῶν ἐν τοῖς εὐαγγελίοις παραβολῶν, καὶ ἄλλων μυρίων συμβολικῶς [*](328) γεγενημένων ἢ νενομοθετημένων. εἰ δὲ τοῦτʼ ἀμήχανον, πῆ μὲν διὰ τὰς τοῦ βίου ἀνάγκας, πῆ δὲ καὶ διὰ τὴν τῶν ἀυθρώπων ἀσθένειαν, σφόδρα ὀλίγων ἐπὶ τὸν λόγον ᾀττόντων· ποία ἄν ἄλλη βελτίων μέθοδος πρὸς τὸ τοῖς πολλοῖς βοηθῆσαι εὑρεθείη, τῆς ἀπὸ τοῦ Ἰησοῦ τοῖς ἔθυεσι παραδοθείσης; καὶ πυνθανόμεθά γε περὶ τοῦ πλήθους τῶν πιστευόντων, τὴν πολλὴν χύσιν τῆς κακίας ἀποθεμένων, ἐν ἢ πρότερον ἐκαλινδοῦντο· πότερον βέλτιόν ἐστιν αὐτοῖς ἀλόγως πιστεύουσι κατεστάλθαι πως τὰ ἤθη καὶ ὠφελῆσθαι, διὰ τὴν περὶ τῶν κολαζομένων ἐπὶ ἁμαρτίαις καὶ τιμωμένων ἐπὶ ἔργοις χρηστοῖς πίστιν, ἢ μὴ προσιέσθαι αὐτῶν τὴν ἐπιστροφὴν μετὰ φιλῆς πίστεως, ἕως ἂν ἐπιδῶσιν ἑαυτοὺς ἐξετάσει λόγων; φανερῶς γὰρ οἱ πάντες παρʼ ἐλαχίστους οὐδὲ τοῦτο λήφονται, ὅπερ εἰλήφασιν ἐκ τοῦ ἀπλῶς πεπιστευκέναι· ἀλλὰ μενοῦσιν ἐν κακίστῳ βίῳ. εἶπερ οὖν ἄλλο τι κατασκευαστικόν ἐστι τοῦ τὸ φιλάνθρωπον τοῦ λόγου οὐκ ἀθεεὶ τῷ βίῳ τῶν ἀνθρώπων ἐπιδεδημηκέναι, καὶ τοῦτʼ αὐτοῖς συγκαταριθμητέον. ὁ γὰρ εὐλαβὴς οὐδὲ σωμάτων ἰατρὸν, πολλοὺς ἐπὶ τό βέλτιον νοσοῦντας ἀγαγόντα, οἰήσεται ἀθεεὶ πόλεσι καὶ ἔθυεσιν ἐπιδημεῖν· οὐδὲν γὰρ χρηστὸν ἐν ἀνθρώποις ἀθεεὶ γίνεται. εἰ δʼ ὁ πολλῶν σώματα θεραπεύσας ἢ ἐπὶ τὸ βέλτιον προαγαγὼν οὐκ ἀθεεὶ θεραπεύει· πόσῳ πλέον ὁ πολλῶν ψυχὰς θεραπεύσας καὶ ἐπιστρέψας καὶ βελτιώσας καὶ ἀναρτήσας αὐτὰς θεοῦ τοῦ ἐπὶ πᾶσι, καὶ διδάξας πᾶσαν πρᾶζιν ἀναφέρειν ἐπὶ τὴν ἐκείνου ἀρέσκειαν καὶ πάντα ἐκκλίνειν ὅσα ἀπάρεστά εἰσι θεῷ, μέχρι τοῦ ἐλαχίστου τῶν λεγομένων ἦ πραττομένων καὶ εἰς ἐνθύμησιν ἐρχομένων;

[*](11 αὐτοῖς ἐστὶν ABC 17 ὅ παρειλήφασιν ABC 18 ἀπλῶς] αὐτοὺς Α BC βίω] + τῶ τῶν ἀνθρώπων Α BC 27 om. θερα- πεύσας καὶ ABC 30 εἰσι] ἐστι AB μέχρι τοῦ] καὶ μέχρι ABC)
98

2. Εἴτʼ, ἐπεὶ τά περὶ τῆς πίστεως θρυλοῦσι, λεκτέον [*](U+05D0ΑBc) ὅτι ἡμεῖς μὲν, παραλαμβάνοντες αὑτὴν ὡς χρήσιμον τοῖς πολλοῖς, ὁμολογοῦμεν διδάσκειν πιστεύειν καὶ ἀλόγως τοὺς μὴ δυναμένους πάντα καταλιπεῖν καὶ ἀκολουθεῖν ἐξετάσει λόγου· ἐκεῖνοι δὲ τοῦτο μὴ ὁμολογοῦντες τοῖς ἔργοις αὐτὸ ποιοῦσι. τίς γὰρ προτραπεὶς ἐπὶ φιλοσοφίαν, καὶ ἀποκληρωτικῶς ἐπί τινα αἵρεσιν ἑαυτὸν φιλοσόφων ῥίψας ἢ τῷ εὐπορηκέναι τοιοῦδε διδασκάλου, ἄλλως ἐπὶ τοῦτο ἔρχεται ἥ τῷ πιστεύειν τὴν αἵρεσιν ἐκείνην κρείττονα εἶναι; οὐ γὰρ περιμείνας ἀκοῦσαι τοὺς πάντων φιλοσόφων λόγους καὶ τῶν διαφόρων αἱρέσεων, καὶ τὴν ἀνατροπὴν μὲν τῶνδε κατασκευὴν δὲ ἑτέρων, οὕτως αἱρεῖται ἤτοι Στωῖκὸς ἢ Πλατωνικὸς ἢ Περιπατητικὸς ἢ Ἐπικούρειος εἶναι, ἢ ὀποιασδήποτε φιλοσόφων αἱρέσεως· ἀλλʼ ἀλόγῳ τινὶ, κἂν [*](329) μὴ βούλωνται τοῦτο ὁμολογεῖν, φορᾷ ἔρχονται ἐπὶ τὸ ἀσκῆσαι, φέρʼ εἰπεῖν, τὸν Στωϊκὸν λόγον, καταλιπόντες τοὺς λοιπούς· τὸν Πλατωνικὸν ὑπερφρονήσαντες ὡς ταπεινότερον τῶν ἄλλων, ἢ τὸν Περιπατητικὸν ὡς ἀνθρωπικώτατον καὶ μᾶλλοῦ τῶν λοιπῶν αἱρέσεων εὐγνωμόνως ὁμολογοῦντα τὰ ἀνθρόπινα ἀγαθά. καὶ ἀπὸ προίῃς δὲ προσβολῆς ταραχθέντες τινὲς εἰς τὸν περὶ προνοίας λόγον, ἐκ τῶν ἐπὶ γῆς γινομένων φαύλοις καὶ σπουδαίοις, προπετέστερον συγκατέθεντο τῷ μηδαμῶς εἶναι πρόνοιαν, καὶ τὸν πικούρου καὶ Κέλσου εἴλουτο λόγον.

3. Εἴπερ οὖν δεῖ πιστεύειν, ὡς ὁ λόγος ἐδίδαξεν, ἑνί τινι τῶν αἱρέσεις εἰσηγησαμένων ἐν Ἕλλησιν ἢ βαρβάροις· πῶς οὐχὶ μᾶλλον τῷ ἐπὶ πᾶσι θεῷ, καὶ τῷ διδάσκοντι τοῦτον μόνον δεῖν σέβειν, τὰ δὲ λοιπὰ, ἤτοι ὡς μὴ ὄντα, ἢ ὡς ὄντα μὲν καὶ τιμῆς ἄξια οὐ μὴν καὶ προσκυνήσεως καὶ σεβασμοῦ, παρορᾷν; περὶ ὧν ὁ μὴ πιστεύων [*](8 ἄλλως] ἡ οὐκ ἄλλως ABC 10, 11 λόγους post αὶρέσεων ABC 15 ἔρχονται] ἔρχεται ΑBC* 16 καταλείποντες A; καταλιπὼν c* 17 λοιπούς·] + ἢ ABC 19 εὐγνωμόνως] ἀνθρωπίνως ABC 25 ἐνί] ἐν B; ἐπί ΑC 28 μόνον δεῖν] U+05D0 corr A; μόνον δεῖ U+05D0*B; δὴ μόνον C)

99
[*](U+05D0ABC) μόνον, ἀλλὰ καὶ λόγῳ θεωρῶν τὰ πράγματα, ἐρεῖ τὰς ὑποπιπτούσας αὐτῷ καὶ εὑρισκομένας ἐκ τοῦ πάνυ ζητεῖν ἀποδείξεις. πῶς δʼ οὐκ εὐλογώτερον, πάντων τῶν ἀνθρωπίνων πίστεως ἠρτημένων, ἐκείνων μᾶλλον πιστεύειν τῷ θεῷ; τίς γὰρ πλεῖ ἢ γαμεῖ ἢ παιδοποιεῖται ῥίπτει τὰ σπέρματα ἐπὶ τὴν γῆν, μὴ τὴ κρείττονα πιστεύων ἀπαντήσεσθαι, δυνατοῦ ὄντος καὶ τοῦ ἐναντία γενέσθαι, καὶ ἔστιν ὅτε γινομένου; ἀλλʼ ὅμως περὶ τοῦ κρείττονα καὶ τὰ κατʼ εὐχήν ἀπαντήσεσθαι πίστις τολμᾷν πάντας ποιεῖ, καὶ ἐπὶ τὰ ἄδηλα καὶ δυνατὰ ἄλλως συμβῆναι. εἰ δὲ συνέχει τὸν βίον ἐν πάσῃ πράξει ἀδήλῳ, ὅπως ἐκβήσεται, ἡ ἐλπὶς καὶ ἡ περὶ τῶν μελλόντων χρηστοτέρα πίστις· πῶς οὐ μᾶλλον αὕτη παραληφθήσεται εὐλόγως τῷ πιστεύοντι ὑπὲρ τὴν πλεομένην θάλασσαν καὶ γῆν σπειρομένην καὶ γυναῖκα γαμουμένην, καὶ τὰ λοιπὰ ἐν ἀνθρώποις πράγματα, τῷ ταῦτα πάντα δημιουργήσαντι θεῷ, καὶ τῷ μετὰ ὑπερβαλλούσης μεγαλονοίας καὶ θείας μεγαλοφροσύνης τολμήσαντι τοῦτου τὸν λόγον παραστῆσαι τοῖς πανταχοῦ τῆς οἰκουμένης, μετὰ μεγάλων κινδύνων καὶ θανάτου νομιζομένου ἀτίμου, ἃ ὑπέμεινεν ὑπὲρ ἀνθρώπων, διδάξας καὶ τοὺς ὑπηρετεῖσθαι τῇ διδασκαλίᾳ αὐτοῦ ἐν τῇ ἀρχῇ πεισθέντας, [*](330) μετὰ πάντων κινδύνων καὶ τῶν ἀεὶ προσδοκωμένων θανάτων τολμῆσαι ἀποδημῆσαι πανταχοῦ τῆς οἰκουμένης ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας;

[*](337)

4. Λεγέτω δὴ ἡμῖν ὁ τῇ πίστει χριστιανῶν ἐγκαλῶν, ποίοις ἀποδεικτικοῖς λόγοις ἠναγκάσθη παραδέξασθαι πολλὰς γεγονέναι ἐκπυρώσεις καὶ πολλοὺς κατακλυσμούς· πάντων δὲ νεώτερον εἶναι κατακλυσμὸν μὲν τόν ἐπὶ Δευκαλίωνος, ἐκπύρωσιν δὲ τὴν ἐπὶ Φαέθοντος. ἀλλʼ ἐὰν προβάλληται τοὺς Πλάτωνος περὶ τούτων διαλόγους, φήσομεν αὐτῷ καὶ ἡμῖν ἐξεῖναι πιστεύειν ἐν καθαρᾷ καὶ [*](7 τοῦ] + τὰ ABC 8 τοῦ] + τὰ ins. supra lin. U+05D0 13 οὐ] οὐχὶ ABC 22 om. πάντων ABC 25 C. Cels. i. 19 δὴ] δʼ ABC)

100
εὐσεβεῖ ψυχῇ Μωσέως, πᾶν γενητὸν ὑπεραναβάντος καὶ [*](U+05D0ABC) τοῦ δημιουργοῦ τῶν ὅλων ἑαυτὸν ἐξαρτήσαντος, ἐμπεπολιτεῦσθαι πνεῦμα θεῖον, πολλῷ ἐναργέστερον Πλάτωνος καὶ τῶν παρʼ Ἕλλησι καὶ παρὰ βαρβάροις σοφῶν τὰ τοῦ θεοῦ [*](338) παραστήσαντος. εἰ δʼ ἀπαιτεῖ ἡμᾶς λόγους τῆς τοιαύτης πίστεως, διδότω πρότερος περὶ ὧν αὐτὸς ἀναποδείκτως ἀπεφήνατο, καὶ ἑξῆς κατασκευάσομεν τὰ ἡμέτερα ταῦθʼ οὕτως ἔχειν.

5. Ἔστωσαν δὲ τῷ Κέλσῳ τοῦ περὶ τῶν ἐκπυρώσεων καὶ ἐξυδατώσεων μύθου διδάσκαλοι οἱ κατʼ αὐτὸν σοφώτατοι Αἰγύπτιοι, ὧν τῆς σοφίας ἴχνη ἄλογα ζῶα προσκυνούμενα καὶ λόγοι παριστάντες εὔλογον εἶναι καὶ ἀνακεχωρηκυῖάν τινα καὶ μυστικὴν τὴν τοιαύτην τοῦ θείου θεραπείαν. κἂν μὲν Αἰγύπτιοι περὶ τῶν ζώων σεμνύνοντες ἑαυτῶν τὸν λόγον θεολογίας φέρωσι, σοφοί εἰσιν· ἐὰν δὲ ὁ τῷ Ἰουδαίων συγκαταθέμενος νόμῳ καὶ νομοθέτῃ πάντα ἀναφέρῃ ἐπὶ τὸν τῶν ὅλων δημιουργὸν μόνον θεὸν, ἥττων εἶναι παρὰ Κέλσῳ καὶ τοῖς ὁμοίοις αὐτῷ λογίζεται τοῦ μὴ εἰς λογικὰ μόνον καὶ θνητὰ ζῶα, ἀλλὰ καὶ εἰς ἄλογα κατάγοντος τὴν θεότητα, ὑπὲρ τὴν μυθικὴν μετενσωμάτωσιν, τὴν περὶ τῆς πιπτούσης ἀπὸ τῶν ἀφίδων τοῦ οὐρανοῦ φυχῆς καὶ ἕως τῶν ἀλόγων ζώων, οὐ μόνον ἡμέρων ἀλλὰ καὶ ἀγριωτάτων, καταβαινούσης. καὶ ἐὰν μὲν Αἱγύπτιοι μυθολογῶσι, πιστεύονται πεφιλοσοφηκέναι δι᾿ αἰνιγμῶν καὶ ἀπορρήτων· ἐὰν δὲ Μωσῆς ὅλῳ ἔθνει συγγράφων ἱστορίας καὶ νόμους αὐτοῖς καταλίπῃ, μῦθοι κενοὶ νομίζονται μηδʼ ἀλληγορίαν ἐπιδεχόμενοι οἱ λόγοι αὐτοῦ. τοῦτο γὰρ Κέλσῳ καὶ τοῖς Ἐπικουρείοις δοκεῖ.

6. Εἶτ ἐπεί φησιν ὁ Κέλσος αὐταῖς λέξεσιν· ‘Εἰ μὲν [*](330) δὴ θελήσουσιν ἀποκρίνεσθαί μοι, ὡς οὐ διαπειρωμένῳ, πάντα γὰρ οἶδα,’ καὶ τὰ ἑξῆς· λεκτέον δὲ πρὸς τό ‘πάντα [*](4 om. παρὰ ΑBC τὰ τοῦ] τὰ U+05D0; τοῦ (?) corr 7 κατα- σκευάζομεν 13 θείου] θεοῦ U+05D0 16 ὁ τῶ] τις τῶ τῶν C; τις τῶν ΑB* 20 ὑπὲρ] ἐπὶ U+05D0 24 αἰνιγμάτων ABC 29 C. Cels. i. 12 30 δὴ] οὗν ABC ἀποκρίνασθαί ABC)

101
[*](U+05D0ΑBC) γὰρ οἶδα,’ ἀλαζονικώτατα ὑπ᾿ αὐτοῦ ἀποτετολμημένον, ὅτι, εἴπερ ἀνεγνώκει μάλιστα τοὺς προφήτας, ὁμολογουμένων αἰνιγμάτων πεπληρωμένους καὶ λόγων τοῖς πολλοῖς ἀσαφῶν, καὶ εἰ ἐντετεύχει ταῖς εὐαγγελικαῖς παραβολαῖς καὶ τῇ λοιπῇ νόμου καὶ τῆς Ἰουδαϊκῆς ἱστορίας γραφῇ καὶ ταῖς τῶν ἀποστόλων φωναῖς, καὶ ἀναγνοὺς εὐγνωμόνως ἐβούλετο εἰσελθεῖν εἰς τόν τῶν λέξεων νοῦν, οὐκ ἂν οτως ἐθρασύνετο, οὐδʼ εἶνε· ‘πάντα γὰρ οἶδα.’ ὡς οὐδ᾿ ἡμεῖς οἱ τούτοις ἐνδιατρίψαντες εἴποιμεν ἄν· ‘πάντα γὰρ οἶδαʼ· φίλη γὰρ ἡ ἀλήθεια. οὐδεὶς ἡμῶν ἐρεῖ· πάντα γὰρ οἶδα τὰ Ἐπικούρου· ἢ θαρρήσει ὅτι πάντα οἶδε τὰ Πλάτωνος· τοσούτων οὐσῶν διαφωνιῶν καὶ παρὰ τοῖς διηγουμένοις αὐτά. τίς γὰρ οὕτω θρασὺς εἰπεῖν· πάντα γὰρ οἶδα τά Στωϊκὰ, ἢ πάντα τὰ Περιπατητικά; εἰ μὴ ἂρα τό ‘πάντα γὰρ οἶδαʼ ἀπό τινων ἰδιωτῶν ἀναισθήτων ἀκούσας, οὐκ αἰσθανομένων τῆς ἑαυτῶν ἀμαθίας, ᾠήθη ὡς τοιούτοις διδασκάλοις χρησάμενος πάντα ἐγνωκέναι. δοκεῖ δέ μοι τοιοῦτόν τι πεποιηκέναι, ὡς εἴ τις τῇ Αίγύπτῳ ἐπιδημήσας, ἔνθα οἱ μὲν Αἰγυπτίων σοφοὶ κατὰ τὰ πάτρια γράμματα πολλά φιλοσοφοῦσι περὶ τῶν παρʼ αὐτοῖς νενομισμένων θείων, οἱ δὲ ἰδιῶται μύθους τινὰς ἀκούοντες ὧν τοὺς λόγους οὐκ ἐπίστανται μέγα ἐπʼ αὐτοῖς φρονοῦσιν, ᾤετο πάντα τὰ Aἰγυπτίων ἐγνωκέναι, τοῖς ἰδιώταις αὐτῶν μαθητεύσας καὶ μηδενὶ τῶν ἱερέων συμμίξας μηδʼ ἀπό τινος αὐτῶν τὰ Αἱγυπτίων ἀπόρρητα μαθών. ἃ δʼ εἶπον περὶ Αἰγυπτίων σοφῶν τε καὶ ἰδιωτῶν, δυνατὸν ἰδεῖν καὶ περὶ Περσῶν· παρʼ οἶς εἰσὶ τελεταὶ, πρεσβευόμεναι μὲν λογικῶς ὑπὸ τῶν παρʼ αὐτοῖς λογίων, συμβολικῶς δὲ γινόμεναι ὑπό τῶν παρʼ αὐτοῖς πολλῶν καὶ ἐπιπολαιοτέρων. τὸ δʼ αὐτὸ καὶ περὶ Σύρων καὶ Ἰνδῶν καὶ τῶν ὅσοι καὶ μύθους καὶ γράμματα ἔχουσι λεκτέον.

[*](4 ἐντετυχήκει ABC 13 γὰρ (pr)] δʼ ABC 14 στωικῶν ABC περιπατητικῶν C 19 αἰγυπτίων] αἰγύπτιοι ABC 30 γράμ- ματα] πράγματα ΑB*C)