Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

1. Μετὰ ταῦτα προτρέπει ἐπὶ τὸ λόγῳ ἀκολουθοῦντας [*](327) καὶ λογικῷ ὁδηγῷ παραδέχεσθαι δόγματα· ὡς πάντως ἀπάτης γινομένης τῷ μὴ οὕτω συγκατατιθεμένῳ τισί· καὶ ἐξομοιοῖ τοὺς ἀλόγως πιστεύοντας μητραγύρταις καὶ τερατοσκόποις, Μίθραις τε καὶ Σαβαδίοις, καὶ ὅτῳ τις προσέτυχεν, Ἑκάτης ἢ ἄλλης δαίμονος ἢ δαιμόνων φάσμασιν. ὡς γὰρ ἐν ἐκείνοις πολλάκις μοχθηροὶ ἄνθρωποι ἐπιβαίνοντες τῇ ἰδιωτείᾳ τῶν εὐεξαπατήτων ἄγουσιν αὐτοὺς ᾗ βούλονται, οὕτω φησὶ καὶ ἐν τοῖς χριστιανοῖς γίγνεσθαι. φησὶ δέ τινας μηδὲ βουλομένους διδόναι ἢ λαμβάνειν λόγον περὶ ὧν πιστεύουσι, χρῆσθαι τῷ· Μὴ ἐξέταζε, ἀλλὰ πίστευσον· καί· Ἡ πίστις σου σώσει σε. καί φησιν αὐτοὺς λέγειν· Κακὸν ἡ ἐν τῷ κόσμῳ σοφία, ἀγαθὸν δʼ ἡ μωρία. λεκτέον δὲ πρὸς τοῦτο, ὅτι εἰ μὲν οἷόν τε πάντας καταλιπόντας τὰ τοῦ βίου πράγματα σχολάζειν τῷ φιλοσοφεῖν, ἄλλην ὁδὸν οὐ μεταδιωκτέον οὐδενὶ ἢ ταύτην μόνην. εὑρεθήσεται γὰρ ἐν τῷ χριστιανισμῷ οὐκ ἐλάττων, ἵνα μὴ [*](10 C. Cels. i. 9 (Ru. 1. 327) ταῦτα] τοῦτο ABD τὸ] F; τῶ U+05D0ABD 13 ἀλόγως] hic rursus incipit C μιτρα- γύρταις C; μηναγύρταις U+05D0marg 14 σαβιζίοις ABC 18 γί- νεσθαι B; γενέσθαι AC 19 μηδὲ] μὴ ABC 20 τῶ] τὸ AB 22 τῶ κόσμω] βίω ABC 23 τε] + ἦν ABC 26 om. τῶ ABC ἐλάττων] ἔλαττον ABC*)

97
[*](U+05D0ΑBC) φορτικόν τι εἴπω, ἐξέτασις τῶν πεπιστευμένων, καὶ διήγησις τῶν ἐν τοῖς προφήταις αἰνιγμάτων, καὶ τῶν ἐν τοῖς εὐαγγελίοις παραβολῶν, καὶ ἄλλων μυρίων συμβολικῶς [*](328) γεγενημένων ἢ νενομοθετημένων. εἰ δὲ τοῦτʼ ἀμήχανον, πῆ μὲν διὰ τὰς τοῦ βίου ἀνάγκας, πῆ δὲ καὶ διὰ τὴν τῶν ἀυθρώπων ἀσθένειαν, σφόδρα ὀλίγων ἐπὶ τὸν λόγον ᾀττόντων· ποία ἄν ἄλλη βελτίων μέθοδος πρὸς τὸ τοῖς πολλοῖς βοηθῆσαι εὑρεθείη, τῆς ἀπὸ τοῦ Ἰησοῦ τοῖς ἔθυεσι παραδοθείσης; καὶ πυνθανόμεθά γε περὶ τοῦ πλήθους τῶν πιστευόντων, τὴν πολλὴν χύσιν τῆς κακίας ἀποθεμένων, ἐν ἢ πρότερον ἐκαλινδοῦντο· πότερον βέλτιόν ἐστιν αὐτοῖς ἀλόγως πιστεύουσι κατεστάλθαι πως τὰ ἤθη καὶ ὠφελῆσθαι, διὰ τὴν περὶ τῶν κολαζομένων ἐπὶ ἁμαρτίαις καὶ τιμωμένων ἐπὶ ἔργοις χρηστοῖς πίστιν, ἢ μὴ προσιέσθαι αὐτῶν τὴν ἐπιστροφὴν μετὰ φιλῆς πίστεως, ἕως ἂν ἐπιδῶσιν ἑαυτοὺς ἐξετάσει λόγων; φανερῶς γὰρ οἱ πάντες παρʼ ἐλαχίστους οὐδὲ τοῦτο λήφονται, ὅπερ εἰλήφασιν ἐκ τοῦ ἀπλῶς πεπιστευκέναι· ἀλλὰ μενοῦσιν ἐν κακίστῳ βίῳ. εἶπερ οὖν ἄλλο τι κατασκευαστικόν ἐστι τοῦ τὸ φιλάνθρωπον τοῦ λόγου οὐκ ἀθεεὶ τῷ βίῳ τῶν ἀνθρώπων ἐπιδεδημηκέναι, καὶ τοῦτʼ αὐτοῖς συγκαταριθμητέον. ὁ γὰρ εὐλαβὴς οὐδὲ σωμάτων ἰατρὸν, πολλοὺς ἐπὶ τό βέλτιον νοσοῦντας ἀγαγόντα, οἰήσεται ἀθεεὶ πόλεσι καὶ ἔθυεσιν ἐπιδημεῖν· οὐδὲν γὰρ χρηστὸν ἐν ἀνθρώποις ἀθεεὶ γίνεται. εἰ δʼ ὁ πολλῶν σώματα θεραπεύσας ἢ ἐπὶ τὸ βέλτιον προαγαγὼν οὐκ ἀθεεὶ θεραπεύει· πόσῳ πλέον ὁ πολλῶν ψυχὰς θεραπεύσας καὶ ἐπιστρέψας καὶ βελτιώσας καὶ ἀναρτήσας αὐτὰς θεοῦ τοῦ ἐπὶ πᾶσι, καὶ διδάξας πᾶσαν πρᾶζιν ἀναφέρειν ἐπὶ τὴν ἐκείνου ἀρέσκειαν καὶ πάντα ἐκκλίνειν ὅσα ἀπάρεστά εἰσι θεῷ, μέχρι τοῦ ἐλαχίστου τῶν λεγομένων ἦ πραττομένων καὶ εἰς ἐνθύμησιν ἐρχομένων;

[*](11 αὐτοῖς ἐστὶν ABC 17 ὅ παρειλήφασιν ABC 18 ἀπλῶς] αὐτοὺς Α BC βίω] + τῶ τῶν ἀνθρώπων Α BC 27 om. θερα- πεύσας καὶ ABC 30 εἰσι] ἐστι AB μέχρι τοῦ] καὶ μέχρι ABC)
98

2. Εἴτʼ, ἐπεὶ τά περὶ τῆς πίστεως θρυλοῦσι, λεκτέον [*](U+05D0ΑBc) ὅτι ἡμεῖς μὲν, παραλαμβάνοντες αὑτὴν ὡς χρήσιμον τοῖς πολλοῖς, ὁμολογοῦμεν διδάσκειν πιστεύειν καὶ ἀλόγως τοὺς μὴ δυναμένους πάντα καταλιπεῖν καὶ ἀκολουθεῖν ἐξετάσει λόγου· ἐκεῖνοι δὲ τοῦτο μὴ ὁμολογοῦντες τοῖς ἔργοις αὐτὸ ποιοῦσι. τίς γὰρ προτραπεὶς ἐπὶ φιλοσοφίαν, καὶ ἀποκληρωτικῶς ἐπί τινα αἵρεσιν ἑαυτὸν φιλοσόφων ῥίψας ἢ τῷ εὐπορηκέναι τοιοῦδε διδασκάλου, ἄλλως ἐπὶ τοῦτο ἔρχεται ἥ τῷ πιστεύειν τὴν αἵρεσιν ἐκείνην κρείττονα εἶναι; οὐ γὰρ περιμείνας ἀκοῦσαι τοὺς πάντων φιλοσόφων λόγους καὶ τῶν διαφόρων αἱρέσεων, καὶ τὴν ἀνατροπὴν μὲν τῶνδε κατασκευὴν δὲ ἑτέρων, οὕτως αἱρεῖται ἤτοι Στωῖκὸς ἢ Πλατωνικὸς ἢ Περιπατητικὸς ἢ Ἐπικούρειος εἶναι, ἢ ὀποιασδήποτε φιλοσόφων αἱρέσεως· ἀλλʼ ἀλόγῳ τινὶ, κἂν [*](329) μὴ βούλωνται τοῦτο ὁμολογεῖν, φορᾷ ἔρχονται ἐπὶ τὸ ἀσκῆσαι, φέρʼ εἰπεῖν, τὸν Στωϊκὸν λόγον, καταλιπόντες τοὺς λοιπούς· τὸν Πλατωνικὸν ὑπερφρονήσαντες ὡς ταπεινότερον τῶν ἄλλων, ἢ τὸν Περιπατητικὸν ὡς ἀνθρωπικώτατον καὶ μᾶλλοῦ τῶν λοιπῶν αἱρέσεων εὐγνωμόνως ὁμολογοῦντα τὰ ἀνθρόπινα ἀγαθά. καὶ ἀπὸ προίῃς δὲ προσβολῆς ταραχθέντες τινὲς εἰς τὸν περὶ προνοίας λόγον, ἐκ τῶν ἐπὶ γῆς γινομένων φαύλοις καὶ σπουδαίοις, προπετέστερον συγκατέθεντο τῷ μηδαμῶς εἶναι πρόνοιαν, καὶ τὸν πικούρου καὶ Κέλσου εἴλουτο λόγον.

3. Εἴπερ οὖν δεῖ πιστεύειν, ὡς ὁ λόγος ἐδίδαξεν, ἑνί τινι τῶν αἱρέσεις εἰσηγησαμένων ἐν Ἕλλησιν ἢ βαρβάροις· πῶς οὐχὶ μᾶλλον τῷ ἐπὶ πᾶσι θεῷ, καὶ τῷ διδάσκοντι τοῦτον μόνον δεῖν σέβειν, τὰ δὲ λοιπὰ, ἤτοι ὡς μὴ ὄντα, ἢ ὡς ὄντα μὲν καὶ τιμῆς ἄξια οὐ μὴν καὶ προσκυνήσεως καὶ σεβασμοῦ, παρορᾷν; περὶ ὧν ὁ μὴ πιστεύων [*](8 ἄλλως] ἡ οὐκ ἄλλως ABC 10, 11 λόγους post αὶρέσεων ABC 15 ἔρχονται] ἔρχεται ΑBC* 16 καταλείποντες A; καταλιπὼν c* 17 λοιπούς·] + ἢ ABC 19 εὐγνωμόνως] ἀνθρωπίνως ABC 25 ἐνί] ἐν B; ἐπί ΑC 28 μόνον δεῖν] U+05D0 corr A; μόνον δεῖ U+05D0*B; δὴ μόνον C)

99
[*](U+05D0ABC) μόνον, ἀλλὰ καὶ λόγῳ θεωρῶν τὰ πράγματα, ἐρεῖ τὰς ὑποπιπτούσας αὐτῷ καὶ εὑρισκομένας ἐκ τοῦ πάνυ ζητεῖν ἀποδείξεις. πῶς δʼ οὐκ εὐλογώτερον, πάντων τῶν ἀνθρωπίνων πίστεως ἠρτημένων, ἐκείνων μᾶλλον πιστεύειν τῷ θεῷ; τίς γὰρ πλεῖ ἢ γαμεῖ ἢ παιδοποιεῖται ῥίπτει τὰ σπέρματα ἐπὶ τὴν γῆν, μὴ τὴ κρείττονα πιστεύων ἀπαντήσεσθαι, δυνατοῦ ὄντος καὶ τοῦ ἐναντία γενέσθαι, καὶ ἔστιν ὅτε γινομένου; ἀλλʼ ὅμως περὶ τοῦ κρείττονα καὶ τὰ κατʼ εὐχήν ἀπαντήσεσθαι πίστις τολμᾷν πάντας ποιεῖ, καὶ ἐπὶ τὰ ἄδηλα καὶ δυνατὰ ἄλλως συμβῆναι. εἰ δὲ συνέχει τὸν βίον ἐν πάσῃ πράξει ἀδήλῳ, ὅπως ἐκβήσεται, ἡ ἐλπὶς καὶ ἡ περὶ τῶν μελλόντων χρηστοτέρα πίστις· πῶς οὐ μᾶλλον αὕτη παραληφθήσεται εὐλόγως τῷ πιστεύοντι ὑπὲρ τὴν πλεομένην θάλασσαν καὶ γῆν σπειρομένην καὶ γυναῖκα γαμουμένην, καὶ τὰ λοιπὰ ἐν ἀνθρώποις πράγματα, τῷ ταῦτα πάντα δημιουργήσαντι θεῷ, καὶ τῷ μετὰ ὑπερβαλλούσης μεγαλονοίας καὶ θείας μεγαλοφροσύνης τολμήσαντι τοῦτου τὸν λόγον παραστῆσαι τοῖς πανταχοῦ τῆς οἰκουμένης, μετὰ μεγάλων κινδύνων καὶ θανάτου νομιζομένου ἀτίμου, ἃ ὑπέμεινεν ὑπὲρ ἀνθρώπων, διδάξας καὶ τοὺς ὑπηρετεῖσθαι τῇ διδασκαλίᾳ αὐτοῦ ἐν τῇ ἀρχῇ πεισθέντας, [*](330) μετὰ πάντων κινδύνων καὶ τῶν ἀεὶ προσδοκωμένων θανάτων τολμῆσαι ἀποδημῆσαι πανταχοῦ τῆς οἰκουμένης ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας;

[*](337)

4. Λεγέτω δὴ ἡμῖν ὁ τῇ πίστει χριστιανῶν ἐγκαλῶν, ποίοις ἀποδεικτικοῖς λόγοις ἠναγκάσθη παραδέξασθαι πολλὰς γεγονέναι ἐκπυρώσεις καὶ πολλοὺς κατακλυσμούς· πάντων δὲ νεώτερον εἶναι κατακλυσμὸν μὲν τόν ἐπὶ Δευκαλίωνος, ἐκπύρωσιν δὲ τὴν ἐπὶ Φαέθοντος. ἀλλʼ ἐὰν προβάλληται τοὺς Πλάτωνος περὶ τούτων διαλόγους, φήσομεν αὐτῷ καὶ ἡμῖν ἐξεῖναι πιστεύειν ἐν καθαρᾷ καὶ [*](7 τοῦ] + τὰ ABC 8 τοῦ] + τὰ ins. supra lin. U+05D0 13 οὐ] οὐχὶ ABC 22 om. πάντων ABC 25 C. Cels. i. 19 δὴ] δʼ ABC)

100
εὐσεβεῖ ψυχῇ Μωσέως, πᾶν γενητὸν ὑπεραναβάντος καὶ [*](U+05D0ABC) τοῦ δημιουργοῦ τῶν ὅλων ἑαυτὸν ἐξαρτήσαντος, ἐμπεπολιτεῦσθαι πνεῦμα θεῖον, πολλῷ ἐναργέστερον Πλάτωνος καὶ τῶν παρʼ Ἕλλησι καὶ παρὰ βαρβάροις σοφῶν τὰ τοῦ θεοῦ [*](338) παραστήσαντος. εἰ δʼ ἀπαιτεῖ ἡμᾶς λόγους τῆς τοιαύτης πίστεως, διδότω πρότερος περὶ ὧν αὐτὸς ἀναποδείκτως ἀπεφήνατο, καὶ ἑξῆς κατασκευάσομεν τὰ ἡμέτερα ταῦθʼ οὕτως ἔχειν.

5. Ἔστωσαν δὲ τῷ Κέλσῳ τοῦ περὶ τῶν ἐκπυρώσεων καὶ ἐξυδατώσεων μύθου διδάσκαλοι οἱ κατʼ αὐτὸν σοφώτατοι Αἰγύπτιοι, ὧν τῆς σοφίας ἴχνη ἄλογα ζῶα προσκυνούμενα καὶ λόγοι παριστάντες εὔλογον εἶναι καὶ ἀνακεχωρηκυῖάν τινα καὶ μυστικὴν τὴν τοιαύτην τοῦ θείου θεραπείαν. κἂν μὲν Αἰγύπτιοι περὶ τῶν ζώων σεμνύνοντες ἑαυτῶν τὸν λόγον θεολογίας φέρωσι, σοφοί εἰσιν· ἐὰν δὲ ὁ τῷ Ἰουδαίων συγκαταθέμενος νόμῳ καὶ νομοθέτῃ πάντα ἀναφέρῃ ἐπὶ τὸν τῶν ὅλων δημιουργὸν μόνον θεὸν, ἥττων εἶναι παρὰ Κέλσῳ καὶ τοῖς ὁμοίοις αὐτῷ λογίζεται τοῦ μὴ εἰς λογικὰ μόνον καὶ θνητὰ ζῶα, ἀλλὰ καὶ εἰς ἄλογα κατάγοντος τὴν θεότητα, ὑπὲρ τὴν μυθικὴν μετενσωμάτωσιν, τὴν περὶ τῆς πιπτούσης ἀπὸ τῶν ἀφίδων τοῦ οὐρανοῦ φυχῆς καὶ ἕως τῶν ἀλόγων ζώων, οὐ μόνον ἡμέρων ἀλλὰ καὶ ἀγριωτάτων, καταβαινούσης. καὶ ἐὰν μὲν Αἱγύπτιοι μυθολογῶσι, πιστεύονται πεφιλοσοφηκέναι δι᾿ αἰνιγμῶν καὶ ἀπορρήτων· ἐὰν δὲ Μωσῆς ὅλῳ ἔθνει συγγράφων ἱστορίας καὶ νόμους αὐτοῖς καταλίπῃ, μῦθοι κενοὶ νομίζονται μηδʼ ἀλληγορίαν ἐπιδεχόμενοι οἱ λόγοι αὐτοῦ. τοῦτο γὰρ Κέλσῳ καὶ τοῖς Ἐπικουρείοις δοκεῖ.

6. Εἶτ ἐπεί φησιν ὁ Κέλσος αὐταῖς λέξεσιν· ‘Εἰ μὲν [*](330) δὴ θελήσουσιν ἀποκρίνεσθαί μοι, ὡς οὐ διαπειρωμένῳ, πάντα γὰρ οἶδα,’ καὶ τὰ ἑξῆς· λεκτέον δὲ πρὸς τό ‘πάντα [*](4 om. παρὰ ΑBC τὰ τοῦ] τὰ U+05D0; τοῦ (?) corr 7 κατα- σκευάζομεν 13 θείου] θεοῦ U+05D0 16 ὁ τῶ] τις τῶ τῶν C; τις τῶν ΑB* 20 ὑπὲρ] ἐπὶ U+05D0 24 αἰνιγμάτων ABC 29 C. Cels. i. 12 30 δὴ] οὗν ABC ἀποκρίνασθαί ABC)

101
[*](U+05D0ΑBC) γὰρ οἶδα,’ ἀλαζονικώτατα ὑπ᾿ αὐτοῦ ἀποτετολμημένον, ὅτι, εἴπερ ἀνεγνώκει μάλιστα τοὺς προφήτας, ὁμολογουμένων αἰνιγμάτων πεπληρωμένους καὶ λόγων τοῖς πολλοῖς ἀσαφῶν, καὶ εἰ ἐντετεύχει ταῖς εὐαγγελικαῖς παραβολαῖς καὶ τῇ λοιπῇ νόμου καὶ τῆς Ἰουδαϊκῆς ἱστορίας γραφῇ καὶ ταῖς τῶν ἀποστόλων φωναῖς, καὶ ἀναγνοὺς εὐγνωμόνως ἐβούλετο εἰσελθεῖν εἰς τόν τῶν λέξεων νοῦν, οὐκ ἂν οτως ἐθρασύνετο, οὐδʼ εἶνε· ‘πάντα γὰρ οἶδα.’ ὡς οὐδ᾿ ἡμεῖς οἱ τούτοις ἐνδιατρίψαντες εἴποιμεν ἄν· ‘πάντα γὰρ οἶδαʼ· φίλη γὰρ ἡ ἀλήθεια. οὐδεὶς ἡμῶν ἐρεῖ· πάντα γὰρ οἶδα τὰ Ἐπικούρου· ἢ θαρρήσει ὅτι πάντα οἶδε τὰ Πλάτωνος· τοσούτων οὐσῶν διαφωνιῶν καὶ παρὰ τοῖς διηγουμένοις αὐτά. τίς γὰρ οὕτω θρασὺς εἰπεῖν· πάντα γὰρ οἶδα τά Στωϊκὰ, ἢ πάντα τὰ Περιπατητικά; εἰ μὴ ἂρα τό ‘πάντα γὰρ οἶδαʼ ἀπό τινων ἰδιωτῶν ἀναισθήτων ἀκούσας, οὐκ αἰσθανομένων τῆς ἑαυτῶν ἀμαθίας, ᾠήθη ὡς τοιούτοις διδασκάλοις χρησάμενος πάντα ἐγνωκέναι. δοκεῖ δέ μοι τοιοῦτόν τι πεποιηκέναι, ὡς εἴ τις τῇ Αίγύπτῳ ἐπιδημήσας, ἔνθα οἱ μὲν Αἰγυπτίων σοφοὶ κατὰ τὰ πάτρια γράμματα πολλά φιλοσοφοῦσι περὶ τῶν παρʼ αὐτοῖς νενομισμένων θείων, οἱ δὲ ἰδιῶται μύθους τινὰς ἀκούοντες ὧν τοὺς λόγους οὐκ ἐπίστανται μέγα ἐπʼ αὐτοῖς φρονοῦσιν, ᾤετο πάντα τὰ Aἰγυπτίων ἐγνωκέναι, τοῖς ἰδιώταις αὐτῶν μαθητεύσας καὶ μηδενὶ τῶν ἱερέων συμμίξας μηδʼ ἀπό τινος αὐτῶν τὰ Αἱγυπτίων ἀπόρρητα μαθών. ἃ δʼ εἶπον περὶ Αἰγυπτίων σοφῶν τε καὶ ἰδιωτῶν, δυνατὸν ἰδεῖν καὶ περὶ Περσῶν· παρʼ οἶς εἰσὶ τελεταὶ, πρεσβευόμεναι μὲν λογικῶς ὑπὸ τῶν παρʼ αὐτοῖς λογίων, συμβολικῶς δὲ γινόμεναι ὑπό τῶν παρʼ αὐτοῖς πολλῶν καὶ ἐπιπολαιοτέρων. τὸ δʼ αὐτὸ καὶ περὶ Σύρων καὶ Ἰνδῶν καὶ τῶν ὅσοι καὶ μύθους καὶ γράμματα ἔχουσι λεκτέον.

[*](4 ἐντετυχήκει ABC 13 γὰρ (pr)] δʼ ABC 14 στωικῶν ABC περιπατητικῶν C 19 αἰγυπτίων] αἰγύπτιοι ABC 30 γράμ- ματα] πράγματα ΑB*C)
102

7. Ἐπεὶ δʼ ὁ Κέλσος ἔθηκεν ὡς λεγόμενον ὑπὸ [*](331 U+05D0A) πολλῶν χριστιανῶν· ‘Κακὸν μέν γε ἡ ἐν τῷ βίῳ σοφία, ἀγαθὸν δʼ ἡ μωρία·᾿ λεκτέον ὅτι συκοφαντεῖ τὸν λόγον, μὴ ἐκθέμενος αὑτὴν τὴν παρὰ τῷ Παύλῳ κειμένην λέξιν οὔτως [*](1 Co iii 18 f.) ἔχουσαν· Εἴ τις δοκεῖ σοφός εἶναι ἐν ὑμῖν, ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω, ἵνα γένηται σοφός· ἡ γάρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ θεῷ ἐστίν. οὐκοῦν ὁ μὲν ἀπόστολός φησιν οὐχ ἀπλῶς Ἡ σοφία μωρία παρὰ θεῷ ἐστίν· ἀλλʼ Ἡ σοφία τοῦ κόσμου τούτου. καὶ πάλιν, οὐκ Εἴ τις δοκεῖ σοφός εἶναι ἐν ὑμῖν, ἁπαξαπλῶς μωρός γενέσθω· ἀλλʼ Ἐν τῷ αἰῶνι τούτῳ μωρός γενέσθω, ἵνα γένηται σοφός. σοφίαν οὖν τούτου τοῦ αἰῶνος λέγομεν τὴν κατὰ τὰς γραφάς καταργουμένην πᾶσαν ψευδοδοξοῦσαν φιλοσοφίαν· καὶ μωρίαν λέγομεν ἀγαθὸν, οὐκ ἀπολελυμένως, ἀλλʼ ὅτε τις τῷ αἰῶνι τούτῳ γίνεται μωρός· ὡς εἰ λέγοιμεν καὶ τὸν Πλατωνικὸν, πιστεύοντα τῇ ἀθανασίᾳ τῆς ψυχῆς καὶ τοῖς περὶ αὐτῆς λεγομένοις περὶ μετενσωματώσεως, μυρίαν ἀνειληφέναι, ὡς πρὸς τοὺς Στωῖκοὺς διασύροντας τὴν τούτων συγκατάθεσιν· καὶ ὡς πρός Περιπατητικοὺς θρυλοῦντας τὰ Πλάτωνος τερετίσματα· καὶ ὡς πρὸς Ἐπικουρείους δεισιδαιμονίαν ἐγκαλοῦντας τοῖς εἰσάγουσι πρόνοιαν καὶ θεὸν ἐφιστᾶσι τοῖς ὅλοις. ἔτι δὲ ὅτι καὶ κατὰ τό τῷ λόγῳ ἀρέσκον πολλῷ διαφέρει μετὰ λόγου καὶ σοφίας συγκατατίθεσθαι τοῖς δόγμασιν ἠπερ μετὰ φιλῆς τῆς πίστεως· καὶ ὅτι κατὰ περίστασιν καὶ τοῦτʼ ἐβουλήθη ὁ λόγος, ἱνα μὴ πάντη ἀνωφελεῖς ἐάσῃ τοὺς ἀνθρώπους· δηλοῖ ὁ τοῦ Ἰησοῦ γνήσιος μαθητὴς Παῦλος, [*](1 Co i 21) εἰπών· Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὀ κόσμος διὰ τῆς σοφίας τόν θεόν, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. σαφῶς οὖν διὰ τούτων δηλοῦται ὅτι ἐν τῇ σοφίᾳ τοῦ θεοῦ ἐχρῆν [*](2 κακὸν μέν γε] ὅτι κακὸν ABC 7 παρὰ]+ τῶ ABC 8 παρὰ] + τῶ ABC 12 τοῦ αἰῶνος τούτου A BC 14 ἀγαθὴν ἀπολελυμένον ABC)

103
[*](U+05D0ΑBC) γιγνώσκεσθαι τὸν θεόν. καὶ ἐπεὶ μὴ τοῦτο γεγένηται οὕτως, δεύτερον εὐδόκησεν ὁ θεὸς σῶσαι τοὺς πιστεύοντας οὐχ ἀπαξαπλῶς διὰ μωρίας, ἀλλὰ διὰ μωρίας ὅσον ἐπὶ κηρύγματι. αὐτόθεν γὰρ κηρυσσόμενος Ἰησοῦς Χριστός ἐσταυραμένος μωρία ἐστὶ κηρύγματος· ὡς καὶ ὁ συναισθόμενος αὐτοῦ λέγει Παῦλος ἐν τῷ· Ἡμεῖς δὲ κηρύσσομεν [*](Co i 23 f.) Ἰησοῦν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον ἔθυεσι δὲ μωρίαν· αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν.

[*](376)

8. Ὅτι τοῖς δυναμένοις φρονίμως καὶ εὐγνωμόνως ἐξετάζειν τὰ περὶ τοὺς ἀποστόλους τοῦ Ἰησοῦ φαίνεται, ὅτι δυνάμει θεία ἐδίδασκον οὗτοι τὸν χριστιανισμὸν καὶ ἐπετύγχανον ὑπάγοντες ἀνθρώπους τῷ λόγῳ τοῦ θεοῦ. οὐ γὰρ ἡ εἰς τὸ λέγειν δύναμις καὶ τάξις ἐπαγγελίας, κατὰ τὰς Ἐλλήνων διαλεκτικὰς ῥητορικάς τέχνας, ἦν ἐν αὐτοῖς [*](377) ὑπαγομένη τοὺς ἀκούοντας. δοκεῖ δέ μοι, ὅτι σοφοὺς μέν τινας ὡς πρὸς τὴν τῶν πολλῶν ὑπόληψιν καὶ ἱκανοὺς πρὸς τὸ νοεῖν ἀρεσκόντως πλήθεσι καὶ λέγειν ἐπιλεξάμενος, καὶ χρησάμενος αὐτοῖς διακόνοις τῆς διδασκαλίας, ὁ Ἰησοῦς εὐλογώτατʼ ἄν ὑπενοήθη ὁμοίᾳ φιλοσόφοις κεκηρύχθαι ἀγωγῇ αἱρέσεώ τινος προϊσταμένοις· καὶ οὐκέτι ἂν ἡ περὶ τοῦ θεῖον εἶναι τὸν λόγον ἐπαγγελία ἀνεφαίνετο· ἅτε τοῦ λόγου ὄντος καὶ τοῦ κηρύγματος ἐν πειθοῖς τῆς ἐν φράσει [*](cf 1 Co ii 4 f.) καὶ συνθέσει τῶν λέξεων σοφίας· καὶ ἦν ἂν ἡ πίστις, ὁμοίως τῇ τῶν τοῦ κόσμου φιλοσόφων περὶ τῶν δογμάτων [*](8 ἔθνεσι] ἐλλησι BC 13 C. Cels. i. 62 17 ἀπαγ- γελίας B; ἀπαγγελείας A 19 ὅτι] ]+ εἰ U+05D0 (sed punctis notatur) 21 καὶ λέγειν post νοεῖν ABC 23 κεκηρύχθαι] κεχρῆσθαι ΑBC 25 ἀπαγγελεία A 26 πειθοῖς] cf. p. 41 l 14. p. 71 l 30)

104
πίστει, ἐν σοφίᾳ ἀνθρώπων καὶ οὐκ ἐν δυνάμει θεοῦ. νυνὶ [*](U+05D0ABC) δὲ τίς βλέπων ἁλιεῖς καὶ τελώνας, μηδὲ τά πρῶτα γράμματα μεμαθηκότας (ὡς τὸ εὐαγγέλιον ἀναγράφει περὶ αὐτῶν, καὶ ὁ Κέλσος κατὰ ταῦτα πεπίστευκεν αὐτοῖς, ἀληθεύουσι περὶ τῆς ἰδιωτείας αὐτῶν), τεθαρρηκότως οὐ μόνον Ἰουδαίοις ὁμιλοῦντας περὶ τῆς εἰς τόν Ἰησοῦν πίστεως, ἀλλὰ καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι κηρύσσοντας αὐτὸν καὶ ἀνύοντας, οὐκ ἂν ζητήσαι πόθεν ἦν αὐτοῖς δύναμις πιστική; οὐ γὰρ ἡ νενομισμένη τοῖς πολλοῖς. καὶ τίς οὐκ ἄν λέγοι [*](Mt iv 19) ὅτι τό· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· δυνάμει τινὶ θεία ἐν τοῖς ἀποστόλοις αὐτοῦ ἐπλήρωσεν ὁ Ἰησοῦς; ἥντινα καὶ ὁ Παῦλος παριστὰς, ὡς καὶ ἐν [*](1 Co ii 4 f.) τοῖς ἀνωτέρω εἰρήκαμεν, φησί· Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλʼ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως· ἵνα ἡ πίστις ἡμῶν μὴ ἢ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλʼ ἐν δυνάμει θεοῦ· κατὰ γὰρ τὰ εἰρημένα ἐν τοῖς προφήταις, προγνωστικῶς [*](Ps Ixviii (lxvii) 12 f) ἀπαγγέλλουσι περὶ τῆς κηρύξεως τοῦ εὐαγγελίου· Κύριος ἔδωκε ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ· ἵνα καὶ ἠ λέγουσα προφητείω· [*](Ps cxlvii 15 (4)) Ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ· πληρωθῇ. [*](cf Ps xix (xviii) 5) καὶ βλέπομέν γε, ὅτι Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ τῶν ἀποστόλων Ἰησοῦ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. διὰ τοῦτο δυνάμεως μὲν πληροῦνται οἱ λόγου τοῦ μετὰ δυνάμεως ἀπαγγελλομένου ἀκούοντες, ἣν ἐπιδείκνυνται τῇ τε διαθέσει καὶ τῷ βίῳ καὶ τῷ ἔως θανάτου ἀγωνίζεσθαι περὶ τῆς ἀληθείας· διάκενοι δέ τινές εἰσι, κἂν ἐπαγγέλλωνται πιστεύειν τῷ θεῷ διὰ τοῦ Ἰησοῦ, οἱ μὴ δύναμιν θείαν ἔχοντες προσάγεσθαι δοκοῦντες τῷ λόγῳ τοῦ θεοῦ. εἰ καὶ ἀνωτέρω δʼ ἐμνήσθην εὐαγγελικοῦ ῥητοῦ ὑπὸ τοῦ σωτῆρος εἰρημένου, οὐδὲν ἡττον καὶ [*](11, 12 ἐπλήρωσεν ἐν τ. άπ. αὐτοῦ ABC 14 om. ἀνθρωπίνης ABC 23 φθόγγος post ὁ ABC 25 λόγου] λόγοι U+05D0*BC 27 τὤ τὸ ΑBC 29 μὴ] + ὑπὸ U+05D0 (sed punctis notatur))
105
[*](U+05D0ABC) νῦν αὐτῷ κατά καιρὸν χρήσομαι, παριστάς καὶ τὴυ τοῦ σωτῆρος ἡμῶν περὶ τῆς τοῦ εὐαγγελίου κηρύξεως πρόγνωσιν θειότατα δηλουμένην, καὶ τὴν τοῦ λόγου ἰσχν χωρὶς [*](378) διδασκάλων κρατοῦσαν τῶν πιστευόντων τῇ μετά δυνάμεως θείας πειθοῖ. φησὶ δὴ ὁ Ἰησοῦς· Ὁ μὲν θερισμός πολὺς, [*](Mt ix 37 f.) οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖυ τοῦ κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.

9. Ἐπεὶ δὲ καὶ ἐπιρρήτους εἶπεν ἀνθρόπους, τελώνας καὶ ναύτας πονηροτάτους λέγων ὁ Κέλσος τοὺς ἀποστόλους Ἰησοῦ· καὶ περὶ τούτου φήσομεν ὅτι ἔοικεν, ἵνα μὲν ἐγκαλέσῃ τῷ λόγῳ, πιστεύειν ὅπου θέλει τοῖς γιγραμμένοις· ἵνα δὲ τὴν ἐμφαινομένην θειότητα ἐν τοῖς αὐτοῖς βιβλίοις ἀπαγγελλομένην μή παραδέξηται, ἀπιστεῖν τοῖς εὐαγγελίοις· δέου τὸ φιλάληθες ἰδόντα τῶν γραψάντων ἐκ τῆς περὶ τῶν χειρόνων ἀναγραφῆς πιστεῦσαι καὶ περὶ τῶν θειοτέρων. γέγραπται δὴ ἐν τῇ Βαρνάβα καθολικῇ ἐπιστολῇ, ὅθεν ὁ Κέλσος λαβὼν τάχα εἶπεν εἶναι ἐπιρρήτους καὶ πονηροτάτους τοὺς ἀποστόλους, ὅτι Ἐξελέξατο τοὺς [*](Εp Barn v 9) ἰδίους ἀποστόλους Ἰησοῦς, ὄντας ὑπὲρ πᾶσαν ἀνομίαν ἀνομωτέρους. καὶ ἐν τῷ εὐαγγελίῳ δὲ τῷ κατὰ Λουκᾶν φησὶ πρός τὸν Ἰησοῦν ὁ Πέτρος· Ἔξελθε ἀπʼ ἐμοῦ, ὅτι ἀνὴρ [*](Lc v 8) ἁμαρτωλός εἰμι, κύριε. ἀλλά καὶ ὁ Παῦλος ἐν τῇ πρός Τιμόθεόν φησι, καὶ αὐτός ὕστερον ἀπόστολος Ἰησοῦ γενόμενος, ὅτι Πιστὸς ὁ λόγος, ὅτι Ἰησοῦς Χριστὸς ἦλθεν εἰς [*](1 Tim i 15) τόν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγὡ. τί οὖν ἄτοπον, βουλόμενον παραστῆσαι τῷ γένει τῶν ἀνθρώπων τὸν Ἲησοῦν ὁπηλίκην ἔχει ψυχῶν ἰατρικήν, τοὺς ἐπιρρήτους καὶ πονηροτάτους ἐπιλέξασθαι, καὶ τούτους προαγαγεῖν ἐπὶ τοσοῦτον, ὥστʼ αὐτοὺς παράδειγμα εἶναι ἤθους καθαρωτάτου τοῖς δι᾿ αὐτῶν προσαγομένοις τῷ Χριστοῦ εὐαγγελίῳ;

[*](10 ἔοικεν κ.τ.λ.] cf. supra c. xv. p. 83 l. 4 20 ἐν τῶ κατὰ λουκᾶν δὲ (om. δὲ C) εὐαγγελίῳ ABC 23 γενόμενος ἰησοῦ ABC 30 αὐτῶν] αὐτὸν U+05D0*)
106

10. Εἰ δʼ ἐπὶ τῷ προτέρῳ βίῳ ὀνειδίζειν μέλλοιμεν [*](U+05D0ABC) τοῖς μεταβαλοῦσιν, ὥρα καὶ Φαίδωνος ἡμᾶς κατηγορεῖν καὶ φιλοσοφήσαντος, ἐπεὶ, ὡς ἡ ἱστορία φησὶν, ἀπὸ οἰκήματος [*](379) στέγους αὐτὸν μετήγαγεν εἰς φιλόσοφον διατριβήν ὁ Σωκράτης. ἀλλὰ καὶ τὴν Πολέμωνος ἀσωτίαν, τοῦ διαδεξαμένου Ξενοκράτην, ὀυειδίσομεν φιλοσοφίᾳ· δέον κἀκεῖ τοῦτʼ αὐτῆς ἀποδέξασθαι, ὅτι δεδύνηται ὁ ἐν τοῖς πείσασι λόγος ἀπὸ τηλικούτων μεταστῆσαι κακῶν τοὺς προκατειλημμένους ἐν αὐτοῖς. καὶ παρὰ μὲν τοῖς Ἔλλησιν εἶς τις Φαίδων, καὶ οὐκ οἶδα εἰ δεύτερος, καὶ εἶς Πολέμων, μεταβαλόντες ἀπὸ ἀσώτου καὶ μοχθηροτάτου βίου ἐφιλοσόφησαν· παρὰ δὲ τῷ Ἰησοῦ οὐ μόνοι τότε οἱ δώδεκα, ἀλλʼ ἀεὶ καὶ πολλαπλασίους, οἵτινες γενόμενοι [*](Tit iii 3 ff.) σωφρόνων χορός λέγουσι περὶ τῶν προτέρων· Ἠμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοὶ, μισοῦντες ἀλλήλους. ὅτε δʼ ἡ χρηστότης καὶ ἠ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, διἀ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος, [*](Ps cvii (cvi) 20) οὖ ἐξέχεεν ἐφʼ ἡμᾶς, τοιοίδε γεγόναμεν. Ἐξαπέστειλε γάρ ὁ θεός τὸυ λόγον αὐτοῦ, καὶ ἰάσατο αὑτοὺς, καὶ ἐρρύσατο αὑτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν· ὡς ὁ ἐν ψαλμοῖς προφητεύσας ἐδίδαξε. καὶ ταῦτα δʼ ἂυ προσθείην τοῖς λεγομένοις, ὅτι Χρύσιππος, ἐν τῷ περὶ παθῶν θεραπευτικῷ, πειρᾶται ὑπὲρ τοῦ καταστεῖλαι τὰ ἐν ἀνθρώποις πάθη τῶν ψυχῶν, μὴ προσποιησάμενος ποῖόν τι τῆς ἀληθείας ἐστὶ δόγμα, θεραπεύειν κατὰ τὰς διαφόρους αἱρέσεις τοὺς ἐν τοῖς πάθεσι προκατειλημμένους, καί φησιν ὅτι, κἂν ἡδονὴ [*](4 στέγους αὐτὸν] τέγους αὐτὸν AC; ἐτείου σἁυτὸν U+05D0 (sic) εἰς] ἐπὶ τὴν ABC 6 φιλοσοφία] καὶ μετὰ φιλοσοφίαν ABC 8 λόγος] λόγοις (?) U+05D0* 12 μόνοι] μόνον ΑB*C 13 ἀλλʼ ἀε]i ἀλλὰ AB*C 19 ἀνακαινώσεως] τοῦ U+05D0 (supsa lin.) 20 οὔ] supra lim n U+05D0 ; δ B ἡμᾶς] + πλουσίως U+05D0 (supra lin.) 23 λελεγ- μένοις ABC 26 ποῖόν τι] ποῖον τὸ Α BC 27 ἐν] καὶ U+05D0 (sed puncti notatur))

107
[*](U+05D0ΑBC) τέλος ἦ, οὑτωσὶ θεραπευτέον τὰ πάθη· κἀν τρία γένη τῶν ἀγαθῶν, οὐδὲν ἧττον κατὰ τὸν λόγον τοῦτον τῶν παθῶν οὕτως ἀπαλλακτέον τοὺς ἐνεχομένους αὐτοῖς. οἱ δὲ κατήγοροι τοῦ χριστιανισμοῦ οὐχ ὁρῶσιν ὅσων πάθη καὶ ὅσων χύσις κακίας καταστέλλεται, καὶ ὅσων ἄγρια ἤθη ἡμεροῦται προφάσει τοῦ λόγου· ᾧ ἔδει αὐτοὺς ἐντυχόντας τῷ κοινωνικῷ χάριτας ὁμολογεῖν, καινῇ μεθόδῳ πολλῶν κακῶν μεταστήσαντι τοὺς ἀνθρώπους· καὶ μαρτυρεῖν γε αὐτῷ, εἰ καὶ μὴ ἀλήθειαν, ἀλλὰ τὸ λυσιτελὲς τῷ τῶν ἀνθρώπων γένει.

[*](380)

11. Ἐπεὶ δὲ μὴ προπετεῖς διδάσκων τοὺς μαθητὰς ὀ Ἰησοῦς ἔλεγεν αὐτοῖς τό· Ἐὰν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει [*](Mt x 23) ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν· κἂν ἐν τῇ ἑτέρᾳ διώκωσι, πάλιν φεύγετε εἰς τὴν ἄλλην· καὶ διδάσκων παράδειγμα αὐτοῖς ἐγίνετο εὐσταθοῦς βίου, οἰκονομοῦντος μὴ εἰκῆ μηδὲ ἀκαίρως καὶ ἀλόγως ὁμόσε χωρεῖν τοῖς κινδύνοις· τοῦτο πάλιν κακουργῶν ὁ Κέλσος διαβάλλει, καί φησι πρός τὸν Ἰησοῦν ὁ παρʼ αὐτῷ Ἰουδαῖος ὅτι ‘Μετὰ τῶν μαθητῶν τῇδε κἀκεῖσε ἀποδιδράσκεις.

12. ‘Tί δὲ καί σε νήπιον ἔτι ἐχρῆν εἰς Αἴγυπτον ἐκκομίζεσθαι, μή ἀποσφαγῇς; θεὸν γὰρ οὐκ εἰκός ἦν περὶ θανάτου δεδιέναι,’ καὶ τὰ ἐξῆς. ἡμεῖς δ᾿ αὐτῷ πιστεύοντες [*](381) Ἰησοῦ περὶ μὲν τῆς ἐν αὐτῷ θειότητος λέγοντι· Ἐγώ εἰμι [*](Jn xiv 6) ἠ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· καὶ εἴ τι τούτοις παραπλήσιον· περὶ δὲ τοῦ, ὅτι ἐν ἀνθρωπίνῳ σώματι ἦν, ταῦτα φάσκοντι· Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς [*](Jn viii 40) τὴν ἀλήθειαν ὑμῖν λελάληκα· σύνθετόν τι χρῆμά φαμεν αὐτὸν γεγονέναι. καὶ ἐχρῆν τόν προνοούμενον τῆς ὡς ἀνθρώπου ἑαυτοῦ εἰς τὸν βίον ἐπιδημίας μή ἀκαίρως ὁμόσε χωρεῖν τῷ ἕως θανάτου κινδύνῳ. οὕτως δὲ ἔδει αὐτὸν καὶ [*](1 τὰ πάθη θεραπευτέον ABC 4 om. τοῦ ΑBC 6, 7 αὐ- τοὺς ἐντυγχάνοντας τῶ κοινωνικῷ B; αὐχοῦντας αὐτοὺς τὸ κοινωνικὸν 13, 14 φεύγετε- ἄλλην] U+05D0corr AB; om. U+05D0*C 20 C. Cels. i. 66 καί σε] σε καὶ Α BC 21 μὴ] ἵνα μὴ BC 26 om. δὲ AC ὁς] ὅστις U+05D0 (sed τις supra lin.)

108
ὑπὸ τῶν ἀνατρεφόντων ἄγεσθαι, ὑπὸ θείου ἀγγέλου [*](U+05D0ABC) οἰκονομουμένων.

13. Τί οὖν ἄτοπον τὸν ἅπαξ ἐνανθρωπήσαντα καὶ κατʼ ἀνθρωπίνην ἀγωγὴν οἰκονομεῖσθαι πρός τὸ ἐκκλίνειν κινδύνους, οὐ τῷ ἄλλως ἀδύνατον εἶναι τοιοῦτον γενέσθαι, ἀλλὰ τῷ δεῖν τὸ ἐγχωροῦν ὀδῷ καὶ τάξει περὶ τῆς σωτηρίας τοῦ Ἰησοῦ ὡκονομῆσθαι; καὶ βέλτιόν γε ἦν ὑπεκστῆναι τὸ παιδίον Ἰησοῦν τῆς Ἡρώδου ἐπιβουλῆς, καὶ ἀποδημῆσαι μετὰ τῶν τρεφόντων αὐτὸ εἰς Αἴγυπτον ἕως τῆς τελευτῆς τοῦ ἐπιβουλεύοντος· ἢ τὴν περὶ τοῦ Ἰησοῦ πρόνοιαν κωλύειν τὸ ἐφʼ ἡμῖν Ἡρώδου ἀναιρεῖν τὸ παιδίον θέλοντος, ἢ τὴν λεγομένην παρὰ τοῖς ποιηταῖς Ἅιδος κυνέην ἤ τι παραπλήσιον ποιεῖν εἶναι περὶ τὸν Ἰησοῦν, ἢ [*](cf Ge xix 11) πατάξαι ὁμοίως τοῖς ἐν Σοδόμοις τοὺς ἥκοντας ἐπὶ τὴν ἀναίρεσιν αὐτοῦ. τὸ γὰρ πάνυ παράδοξον τῆς ἐπʼ αὐτὸν βοηθείας, καὶ ἐπὶ πλέον ἐμφανὲς, οὐκ ἦν χρήσιμον τῷ βούλεσθαι αὐτὸν διδάξαι ὡς ἄνθρωπον μαρτυρούμενον ὑπὸ τοῦ θεοῦ ἔχειν τι θειότερον ἐν τῷ βλεπομένῳ ἀνθρώπῳ· [*](1 Co i 24) ὅπερ ἦν ὁ κυρίως υἱὸς θεοῦ, θεός λόγος, θεοῦ δύναμις καὶ θεοῦ σοφία, ὁ καλούμενος Χριστός. οὐ καιρὸς δὲ νῦν τὰ περὶ τοῦ συυθέτου, καὶ ἐξ ὧν συνέκειτο ἐνανθρωπήσας Ἰησοῦς, διηγήσασθαι· οὔσης τινὸς καὶ, ἴνʼ οὕτως ὀνομάσω, οἰκείας ζητήσεως τοῖς πιστεύουσιν εἰς τὸν τόπον.

14. Ὅμοιον δὲ πεποίηται κατὰ Ἰησοῦ καὶ τῶν μαθητῶν [*](380) διαβολῇ φήσομεν εἶναι καὶ τό περὶ Ἀριστοτέλους ἱστορούμενον· οὗτος γὰρ ἰδὼν συγκροτεῖσθαι μέλλον κατʼ αὐτοῦ δικαστήριον ὡς κατὰ ἀσεβοῦς, διά τινα δόγματα τῆς φιλοσοφίας αὐτοῦ ἂ ἐνόμισαν εἶναι ἀσεβῆ Ἀθηναῖοι, ἀναχωρήσας ἀπὸ τῶν Ἀθηνῶν ἐν Χαλκίδι τὰς διατριβὰς [*](3 ἄτοπον] + ἦν ABC 5 οὐ τῶ] οῦτως U+05D0* ἀδύνατον] δυ- νατὸν ΑB*C εἷναι] +τὸ ABC 7 οἰκονομεῖσθαι ΑBC 8 τὴν ἡρ. ἐπιβουλὴν U+05D0corr ABC 16 πλεῖον ABC 19 θεοῦ λόγος U+05D0* θεοῦ δύναμις] καὶ δύναμις 20 om. ὁ ABC 21 συνέ- κειτο] + ὁ ABC 24 C. Cels. i. 65 κατὰ]+ τοῦ ABC)

109
[*](U+05D0ABC) ἐποιήσατο, ἀπολογησάμενος τοῖς γνωρίμοις καὶ εἰπών· Ἀπίωμεν ἀπὸ τῶν Ἀθηνῶν, ἵνα μὴ πρόφασιν δῶμεν Ἀθηναίοις τοῦ δεύτερον ἄγος ἀναλαβεῖν παραπλήσιον τῷ κατὰ Σωκράτους, καὶ ἵνα μὴ δεύτερον εἰς φιλοσοφίαν ἀσεβήσωσιν.

[*](475)

15. Εἶθ᾿ ἐξῆς τούτοις ὁ Κέλσος τὰ ὑπὸ ὀλίγων πάνυ παρὰ τὴν διδασκαλίαν Ἰησοῦ λεγόμενα νομιζομένων χρι· στιανῶν, οὐ φρονιμωτέρων (ὡς οἴεται) ἀλλʼ ἀμαθεστάτων, φέρων, φησὶ τοιαῦτα ὑπʼ αὐτῶν προστάσσεσθαι· Μηδεὶς [*](476) προσίτω πεπαιδευμένος, μηδεὶς σοφός, μηδεὶς φρόνιμος· κακὰ γὰρ ταῦτα νομίζεται παρʼ ἡμῖν· ἀλλʼ εἴ τις ἀμαθὴς, εἴ τις ἀνόητος, εἴ τις ἀπαίδευτος, εἴ τις νήπιος, θαρρῶν ἡκέτω. τούτους γὰ ἀξίους εἶναι τοῦ σφετέρου θεοῦ αὐτόθεν ὁμολογοῦντες, δῆλοί εἰσιν ὅτι μόνους τοὺς ἠλιθίους καὶ ἀγεννεῖς καὶ ἀναισθήτους καὶ ἀνδράποδα καὶ γύναια καὶ παιδάρια πείθειν ἐθέλουσί τε καὶ δύνανται. καὶ πρός ταῦτα δέ φαμεν ὅτι, ὥσπερ εἶ τις, τοῦ Ἰησοῦ διδάσκοντος τὰ περὶ σωφροσύνης καὶ λέγοντος· Ὅς ἐὰν ἐμβλέψῃ γυναικὶ [*](Mt v 28) πρὸς τὀ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ· ἑώρα τινὰς ὀλίγους ἀπὸ τῶν τοσούτων χριστιανοὺς εἶναι νομιζομένους ἀκολάστως ζῶντας, εὐλογώτατα μὲν ἂν αὐτοῖς ἐνεκάλει παρὰ τὴν Ἰησοῦ βιοῦσι διδασκαλίαν· ἀλογώτατα δʼ ἂν ἐποίησεν, εἰ τό κατʼ ἐκείνων ἔγκλημα τῷ λόγῳ προσῆπτεν· οὕτως, ἐὰν εὑρίσκηται οὐδενὸς ὗττον ὁ χριστιανῶν λόγος ἐπὶ σοφίαν προκαλούμενος, ἐγκλητέον μὲν ἔσται τοῖς συναγορεύουσι τῇ σφῶν ἀμαθίᾳ, καὶ λέγουσιν οὐ ταῦτα μὲν ἅπερ ὁ Κέλσος ἀνέγραψεν· οὐδὲ γὰρ οὕτως ἀναισχύντως, κἃν ἰδιῶταί τινες ὦσι καὶ ἀμαθεῖς, [*](1 εἰπών] λέγων ABC 8 C. Cels. iii. 44 13 κακὰ] καὶ U+05D0 14 om. εἴ τις ἀπαίδευτος 15 ἱκέτω U+05D0 om. εἷναι 22 om. τινὰς 23 om. ἅν 29 οὐδὲ] οὐ ABC)

110
λέγουσιν· ἕτερα δὲ πολλῷ ἐλάττονα καὶ ἀποτρεπτικὰ τοῦ [*](U+05D0ABC) ἀσκεῖν σοφίαν.

16. Ὅτι δὲ βούλεται ἡμᾶς εἶναι σοφοὺς ὁ λόγος, δεικτέον καὶ ἀπὸ τῶν παλαιῶν καὶ Ἰουδαϊκῶν γραμμάτων, οἶς καὶ ἡμεῖς χρώμεθα· οὐχ ἧττον δὲ καὶ ἀπὸ τῶν μετὰ τὸν Ἰησοῦν γραφέντων καὶ ἐν ταῖς ἐκκλησίαις θείων εἶναι πεπιστευμένων. ἀναγέγραπται δὴ ἐν πεντηκοστῷ ψαλμῷ [*](Ps li(1) 8) Δαυὶδ ἐν τῇ πρὸς θεὸν εὐχῇ λέγων· Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. καὶ εἴ τίς γε ἐντύχοι τοῖς ψαλμοῖς, εὕροι ἅν πολλῶν καὶ σοφῶν δογμάτων [*](cf. 2 Chr i 10) πλήρη τὴν βίβλον. καὶ Σολομὼν δὲ, ἐπεὶ σοφίαν ᾔτησεν, ἀπεδέχθη· καὶ τῆς σοφίας αὐτοῦ τὰ ἴχνη ἔστιν ἐν τοῖς συγγράμμασι θεωρῆσαι, μεγάλην ἔχοντα ἐν βραχυλογίᾳ περίνοιαν· ἐν οἶς ἂν εὕροις πολλὰ ἐγκώμια τῆς σοφίας καὶ προτρεπτικὰ περὶ τοῦ σοφίαν δεῖν ἀναλαβεῖν. καὶ οὕτω [*](1 Reg x i ff.) γε σοφὸς ἦν Σολομὼν, ὥστε τὴν βασιλίδα Σαβὰ ἀκούσασαν αὐτοῦ τὸ ὄνομα καὶ τὸ ὄνομα κυρίου ἐλθεῖν πειράσαι αὐτὸν ἐν αἰνίγμασιν. ἥτις καὶ ἐλάλησεν αὐτῷ πάντα ὅσα ἦν ἐν τῇ καρδίᾳ αὐτῆς. καὶ ἀπήγγειλεν αὐτῇ Σολομὼν πάντας τοὺς λόγους αὐτῆς· οὐκ ἦν λόγος παρεωραμένος ὑπὸ τοῦ βασιλέως, ὃν οὐκ ἀπήγγειλεν αὐτῇ. καὶ εἶδε βασίλισσα Σαβὰ πᾶσαν φρόνησιν Σολομὼν, καὶ τὰ κατʼ αὐτόν· καὶ ἐξ ἑαυτῆς ἐγένετο. καὶ εἶπε πρὸς τὸν βασιλέα· ἀληθὴς ὀ λόγος ὃν ἢκουσα ἐν τῇ γῇ μου περὶ σοῦ καὶ περὶ τῆς φρονήσεως σου· καὶ οὐκ ἐπίστευσα τοῖς λαλοῦσί μοι, ἕως ὅτε παρεγενόμην καὶ ἑωράκασιν οἱ ὀφθαλμοί μου. καὶ ἰδοὺ οὐκ ἔστι καθὼς ἀπήγγειλάν μοι τὸ ἥμισυ. προστέθεικας σοφίαν καὶ ἀγαθὰ πρὸς αὐτὰ ἐπὶ πᾶσαν τὴν ἀκοὴν [*](477) [*](1 Regiv 29 ff.) ἣν ἤκουσα. γέγραπται δὴ περὶ τοῦ αὐτοῦ ὅτι Καὶ ἔδωκε κύριος φρόνησιν τῷ Σολομὼν καὶ σοφίαν πολλὴν σφόδρα [*](5 ἥττων U+05D0 11 σαλομὼν AB (et infra) ἐζήτησεν ABC 16 βασίλισσαν ABC 17 κυρίου] χυ 21 εἴδε] εἰδεν ἡ ABC 22 σαββὰ U+05D0C 23 αὐτῆς προς]+ αὐτὸν ABC 29 om. τοῦ U+05D0)

111
[*](U+05D0ABC) καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. καὶ ἐπληθύνθη σοφία ἐν Σολομὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. καὶ ἐσοφίσατο ὑπὲρ πάντας ἀνθρώπους· καὶ τὰ ἐξῆς. οὕτω δὲ βούλεται σοφοὺς εἶναι ἐν τοῖς πιστεύουσιν ὁ λόγος, ὤστε ὑπὲρ τοῦ γυμνάσαι τὴν σύνεσιν τῶν ἀκουόντων τὰ μὲν ἐν αἰνίγμασι, τὰ δὲ ἐν τοῖς καλουμένοις σκοτεινοῖς λόγοις λελαληκέναι, τὰ δὲ διὰ παραβολῶν, καὶ ἄλλα διὰ προβλημάτων. καί φησί γέ τις τῶν προφητῶν, ὁ Ὡσηὲ, ἐπὶ τέλει τῶν λόγων αὐτοῦ· Τίς σοφὸς καὶ συνήσει ταῦτα; [*](Hos xiv 10) ἢ συνετὸς καὶ ἐπιγνὼσεται αὐτά; Δανιὴλ δὲ καὶ οἱ μετʼ [*](cf. Dan i 20) αὐτοῦ αἰχμαλωτισθέντες τοσοῦτον προέκοψαν καὶ ἐν τοῖς μαθήμασιν, ἄτινα ἤσκουν ἐν Βαβυλῶνι οἱ περὶ τὀν βασιλέα σοφοὶ, ὡς πάντων αὐτῶν διαφέροντας ἀποδειχθῆναι τούτους δεκαπλασίως. λέγεται δὲ ἐν τῷ Ἰεζεκιὴλ πρὸς τὸν Τύρου ἄρχοντα, μέγα φρονοῦντα ἐπὶ σοφίᾳ· Μὴ σὺ σοφώτερος εἶ [*](Ez xviii 3) τοῦ Δανιὴλ; πᾶν κρύφιον οὐκ ἐπεδείχθη σοι.

17. Ἐὰν δὲ καὶ ἐπὶ τὰ μετά τόν Ἰησοῦν γεγραμμένα ἔλθης βιβλία, εὕροις ἂν τοὺς μὲν ὄχλους τῶν πιστευόντων τῶν παραβολῶν ἀκούοντας, ὡς ἔξω τυγχάνοντας καὶ ἀξίους [*](Mc iv 11, 34) μόνον τῶν ἐξωτερικῶν λόγων, τοὺς δὲ μαθητὰς κατʼ ἰδίαν τῶν παραβολῶν μανθάνοντας τὰς διηγήσεις· κατʼ ἰδίαν γάρ τοῖς ἰδίοις μαθηταῖς ἐπέλυεν ἅπαντα ὁ Ἰησοῦς, προτιμῶν παρὰ τοὺς ὄχλους τοὺς τῆς σοφίας αὐτοῦ ἐπιδικαζομένους. ἐπαγγέλλεται δὲ τοῖς εἰς αὐτὸν πιστετουσι πέμψαι σοφούς καὶ γραμματεῖς, λέγων· Ἰδοὺ ἐγὼ ἀποστέλλω εἰς [*](Mt xxiii 34) ὑμᾶς σοφοὺς καὶ γραμματεῖς· καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ σταυρώσουσι. καὶ ὁ Παῦλος δʼ ἐν τῷ καταλόγῳ τῶν ὑπὸ τοῦ θεοῦ διδομένων χαρισμάτων πρῶτον ἔταξε τὸν [*](1 Co xii 8 ff.) [*](2 om. ἐν ABC 4 καὶ τὰ ἐξῆς] plura faudat U+05D0 7 om. ἐν (pr) U+05D0 17 οὐκυπεδείχθη (sic) U+05D0 19 πιστευσάντων ABC 21 μὸνων AB; μόνους C 22 καθʼ δίαν U+05D0* 25 πέμφειν ABC 26 ἀποστελῶ U+05D0C 27, 28 σταυρώσουσι καὶ ἀποκτε- νοῦσι ABC)

112
λόγον τῆς σοφίας, καὶ δεύτερον, ὡς ὑποβεβηκότα παρʼ [*](U+05D0ABC) ἐκεῖνον, τὸν λόγον τῆς γνώσεως, τρίτον δέ που καὶ κατωτέρω [*](478) τὴν πίστιν. καὶ ἐπεὶ τὸν λόγον προετίμα τῶν τεραστίων ἐνεργειῶν, διά τοῦτʼ ἐνεργήματα δυνάμεων καὶ χαρίσματα ἰαμάτων ἐν τῇ κατωτέρω τίθησι χώρᾳ παρὰ τὰ λογικὰ χαρίσματα. μαρτυρεῖ δὲ τῇ Μωσέως πολυμαθείᾳ ὁ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων Στέφανος, πάντως ἀπό τῶν παλαιῶν καὶ μὴ εἰς πολλοὺς ἐφθακότων γραμμάτων [*](Act vii 22) λαβών. φησὶ γάρ· Καὶ ἐπαιδεύθη Μωσῆς ἐν πάσῃ σοφίᾳ Aἰγυπτίων. διὰ τοῦτο δὲ καὶ ἐν τοῖς τεραστίοις ὑπενοεῖτο, μήποτε οὐ κατὰ τὴν ἐπαγγελίαν τοῦ θεόθεν ἥκειν ἐποίει αὐτά, ἀλλὰ κατὰ τὰ Αἰγυπτίων μαθήματα, σοφὸς ὢν ἐν αὑτοῖς. τοιαῦτα γὰρ ὑπονοῶν περὶ αὐτοῦ ὁ βασιλεὺς [*](Ex vii 11) ἐκάλεσε τοὺς ἐπαοιδοὺς τῶν A ἰγυπτίων καὶ τοὺς σοφιστὰς καὶ τοὺς φαρμακεῖς· οἵτινες ἠλέγχθησαν τὸ οὐδὲν ὄντες ὡς πρὸς τὴν ἐν Μωσῇ σοφίαν ὑπὲρ πᾶσαν Αἰγυπτίων σοφίαν.

18. Ἀλλʼ εἰκὸς τὰ γεγραμμένα ἐν τῇ πρὸς Κορινθίους προτέρᾳ τῷ Παύλῳ, ὡς πρὸς Ἕλληνας καὶ μέγα φυσῶντας ἐπὶ τῇ Ἑλληνικῇ σοφίᾳ, κεκινηκέναι τινὰς, ὡς τοῦ λόγου μὴ βουλομένου σοφούς. ἀλλʼ ἀκουέτω ὁ τὰ τοιαῦτα νομίζων ὅτι, ὥσπερ διαβάλλων ἀνθρώπους φαύλους ὁ λόγος φησὶν αὐτοὺς εἶναι οὐ περὶ τῶν νοητῶν καὶ ἀοράτων καὶ αἰωνίων σοφοὺς, ἀλλὰ περὶ μόνων τῶν αἰσθητῶν πραγματευσαμένους καὶ ἐν τούτοις τὰ πάντα τιθεμένους εἶναι σοφοὺς τοῦ κόσμου· οὕτω καὶ πολλῶν ὄντων δογμάτων, τὰ μὲν συναγορεύοντα ὕλῃ καὶ σώμασι καὶ πάντα φάσκοντα εἶναι σώματα τά προηγουμένως ὑφεστηκότα καὶ μηδὲν παρὰ ταῦτα εἶναι ἄλλο, εἴτε λεγόμενον ἀόρατον εἴτʼ [*](cf 1 Co ii 6) ὀνομαζόμενον ἀσώματον, φησὶν εἶναι σοφίαν τοῦ κόσμου καταργουμένην καὶ μωραινομένην καὶ σοφίαν τοῦ αἰῶνος τούτου· τὰ δὲ μετατιθέντα τὴν ψυχὴν ἀπὸ τῶν τῇδε πραγμάτων [*](9 om. ἐν ABC 15 φαρμακούς ABC 24 τῶν αἰσθητῶν μόνων ABC 27, 28 φασκόντων U+05D0 28 om. τὰ ABC)

113
[*](U+05D0ABC) ἐπὶ τὴν παρὰ θεῷ μακαριότητα καὶ τὴν καλουμένην αὐτοῦ βασιλείαν, καὶ διδάσκοντα καταφρονεῖν μὲν ὡς προσκαίρων πάντων τῶν αἰσθητῶν καὶ βλεπομένων, σπεύδειν δὲ ἐπὶ τὰ ἀόρατα καὶ σκοπεῖν τὰ μὴ βλεπόμενα, ταῦτά φησι σοφίαν εἶναι θεοῦ. φιλαλήθης δʼ ὢν ὁ Παῦλός φησι περί τινων ἐν Ἕλλησι σοφῶν, ἐν οἶς ἀληθεύουσιν, ὅτι Γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν. [*](Ro i 21) καὶ μαρτυρεῖ αὐτοῖς ἐγνωκέναι θεόν· λέγει δὲ καὶ τοῦτʼ οὐκ ἀθεεὶ αὐτοῖς γεγονέναι, ἐν οἶς γράφει τό· Ὁ θεὸς γὰρ [*](Ro i 19 ff.) αὐτοῖς ἐφανέρωσεν· αἰνισσόμενος οἶμαι τοὺς ἀναβαίνοντας ἀπὸ τῶν ὁρατῶν ἐπὶ τὰ νοητὰ, ὅτε γράφει ὅτι Τὰ ἀόρατα τοῦ θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν.

19. Τάχα δὲ καὶ ἐκ τοῦ· Βλέπετε δὲ τὴν κλῆσιν ὑμῶν, [*](1 Co i 26 ff.) [*](479) ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τοὺς σοφούς· καὶ τὰ ἀγενῆ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεὸς, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, ἵνα μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· ἐκινήθησάν τινες πρός τὸ οἴεσθαι ὅτι οὐδεὶς πεπαιδευμένος ἢ σοφὸς ἢ φρόνιμος προσέρχεται τῷ λόγῳ. καὶ πρός τόν τοιοῦτον δὲ φήσομεν, ὅτι οὐκ εἴρηται· Οὐδεὶς σοφός κατὰ σάρκα· ἀλλʼ· Οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα. καὶ δῆλον ὅτι ἐν τῷ χαρακτηριστικῷ τῶν καλουμένων ἐπισκόπων, διαγράφων ὁ Παῦλος ὁποῖον εἶναι χρὴ τὸν ἐπίσκοπον, ἔταξε καὶ τὸυ διδάσκαλον· λέγων δεῖν αὐτὸν εἶναι δυνατὸν καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν, [*](cf Ti i 9) ἵνα τοὺς ματαιολόγους καὶ φρεναπάτας ἐπιστομίζῃ διὰ τῆς ἐν αὐτῷ σοφίας. καὶ ὥσπερ μονόγαμον μᾶλλον διγάμου [*](cf. 1 Tim iii 2) [*](5 φησιν εἷναι σοφίαν ΑBC 8 αὐτοῖς] αὐτοὺς ABC 10, 11 ἀπὸ τῶν ὁρατῶν ἀναβαίνοντας ABC 16 om. δὲ (sec.) AB 19, 20 om. ἵνα καταισχύνῃ .θεὸς U+05D0* B 25 εἴρηται] + ὅτι U+05D0)

114
αἱρεῖται εἰς ἐπισκοπὴν, καὶ ἀνεπίληπτον ἐπιλήπτου, καὶ [*](U+05D0ABC) νηφάλιον τοῦ μὴ τοιούτου, καὶ σώφρονα τοῦ μὴ σώφρονος, καὶ κόσμιον παρὰ τὸν κἂν ἐπʼ ὀλίγον ἄκοσμον· οὔτως θέλει τόν προηγουμένως εἰς ἐπισκοπὴν κατασταθησόμενον εἶναι διδακτικὸν καὶ δυνατὸν πρὸς τὸ τοὺς ἀντιλέγοντας ἐπιστομίζειν. πῶς οὖν εὐλόγως ἐγκαλεῖ ὁ Κέλσος ἡμῖν ὡς φάσκουσι· ‘Μηδεὶς προσίτω πεπαιδευμένος, μηδεὶς σοφός, μηδεὶς φρόνιμοςʼ; ἀλλὰ προσίτω μὲν πεπαιδευμένος καὶ σοφὸς καὶ φρόνιμος ὁ βουλόμενος· οὐδὲυ δʼ ἧτιον προσίτω καὶ εἴ τις ἀμαθὴς καὶ ἀνόητος καὶ ἀπαίδευτος καὶ νήπιος. καὶ γὰρ τοὺς τοιούτους προσελθόντας ἐπαγγέλλεται θεραπεύειν ὁ λόγος, πάντας ἀξίους κατασκευάζων τοῦ θεοῦ.

20. Ψεῦδος δὲ καὶ τὸ ‘μόνους ἠλιθίους καὶ ἀγεννεῖς καὶ ἀναισθήτους καὶ ἀνδράποδα καὶ γύναια καὶ παιδάρια πείθειν ἐθέλειν τοὺς διδάσκοντας τὸν θεῖον λόγον· καὶ τούτους μὲν γὰρ καλεῖ ὁ λόγος, ἵνα αὐτοὺς βελτιώσῃ· [*](1 Tim iv 10) καλεῖ δὲ καὶ τοὺς πολλῷ τούτων διαφέροντας· ἐπεὶ σωτἤρ ἐστι πάντων ἀνθρώπων ὁ χριστὸς, καὶ μάλιστα πιστῶν, [*](480) [*](1 Jn ii 2) εἶτε συνετῶν εἶτε καὶ ἁπλουστέρων· καὶ ἱλασμός ἐστι πρὸς τὸν πατέρα περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ μόνον δὲ περὶ τῶν ἡμετέρων ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. περισσόν οὖν τὸ θέλειν μετὰ ταῦτα ἀπολογήσασθαι ἡμᾶς πρὸς τὰς Κέλσου λέξεις οὔτως ἐχούσας· ‘Τί γάρ ἐστιν ἄλλως κακὸν τὸ πεπαιδεῦσθαι, καὶ λόγων τῶν ἀρίστων ἐπιμεμελῆσθαι, καὶ φρόνιμον εἶναί τε καὶ δοκεῖν; τί δὲ κωλύει τοῦτο πρὸς τὸ γνῶναι θεόν; τί δʼ οὐχὶ προὔργου μᾶλλον, καὶ δι᾿ οὖ μᾶλλόν τις ἄν ἐφικέσθαι δύναιτο ἀληθείας;ʼ τὸ μὲν οὖν ἀληθῶς πεπαιδεῦσθαι οὐ κακόν· ὀδὸς γὰσ ἐπʼ ἀρετήν ἐστιν παίδευσις. τὸ μέντοι γε ἐν πεπαιδευμένοις ἀριθμεῖν τοὺς ἐσφαλμένα δόγματα ἔχοντας, οὐδʼ αἱ Ἐλλήνων σοφοὶ [*](3 om. κἂν ABC 5 εἶναι] -καὶ BC 6 ἐπιστομίζειν] ἐλέγχειν Α RC U+05D0mang ἡμῖν ὁ κέλσος ABC 20 om. καὶ (pr.) U+05D0 28 μᾶλλον] + εἰ U+05D0)

115
[*](U+05D0ABC) φήσουσι. καὶ κατὰ τὸν ἡέτερου δὲ λόγον οὐκ ἔστι σοφία πονηρίας ἐπιστήμη· πονηρίας δὲ, ἵνʼ οὕτως ὀνομάσω, ἐπιστήμη ἐστὶν ἐν τοῖς ψευδοδοξοῦσι καὶ ὑπὸ σοφισμάτων ἠπατημένοις. διὰ τοῦτο ἀμαθίαν εἴποιμι μᾶλλον σοφίαν ἐν τοῖς τοιούτοις. πάλιν τʼ σὖ τίς οὐκ ἄν ὁμολογήσαι ὅτι λόγων τῶν ἀρίστων ἐπιμεμελῆσθαι ἀγαθόν ἐστιν; ἀλλὰ τίνας ἐροῦμεν τοὺς ἀρίστους λόγους ἢ τοὺς ἀληθεῖς καὶ ἐπʼ ἀρετήν παρακαλοῦντας; ἀλλά καὶ τὸ φρόνιμον εἶναι καλόν ἐστιν· οὐκέτι δὲ τὸ δοκεῖν, ὅπερ εἶπεν ὁ Κέλσος. καὶ οὐ κωλύει γε πρὸς τὸ γνῶναι θεὸν, ἀλλὰ καὶ συνεργεῖ τὸ πεπαιδεῦσθαι καὶ λόγων ἀρίστων ἐπιμεμελῆσθαι καὶ φρόνιμον εἶναι. καὶ ἡμῖν μᾶλλον πρέπει τοῦτο λέγειν ἢ Κέλσῳ· καὶ μάλιστα ἐὰν Ἐπικούρειος ὢν ἐλέγχηται.