Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

1. Εἷτ᾿ ἐπεὶ ὡς κατηγορῶν τοῦ λόγου τὰ περὶ τῶν ἐν [*](454) χριστιανισμῷ αἱρέσεων ὀνειδίζει ἡμῖν, λέγων· ‘Εὶς πλῆθος δὲ σπαρέντες αὖθις αὖ σχίζονται καὶ τέμνονται, καὶ στάσεις ἰδίας ἔχειν ἕκαστοι θέλουσι.’ φησὶ δʼ ἔςι ‘Καὶ ὑπὸ πλήθους πάλιν διϊστάμενοι σφᾶς αὐτοὺς ἐλέγχουσιν· ἑνός, ὡς εἰπεῖν, ἔτι κοινωνοῦντες, εἴγε κοινωνοῦσι, τοῦ ὀνόματος. καὶ τοῦτο μόνον ἐγκαταλιπεῖν ὅμως αἰσχύνονται· τὰ λοιπὰ δʼ ἄλλοι ἀλλαχῆ τετάχαται.’ καὶ πρὸς τοῦτο φήσομεν ὅτι οὐδενὸς πράγματος, οὖ μὴ σπουδαία ἐστὶν ἠ ἀρχὴ καὶ τῷ βιῷ χρήσιμος, γιγόνασιν αἱρέσεις διάφοροι. ἐπεὶ γὰρ ἰατρικὴ χρήσιμος καὶ ἀναγκαία τῷ γένει τῶν ἀνθρώπων, πολλά τε τὰ ἐν αὐτῇ ζητούμενα περὶ τοῦ τρόπου τῆς τῶν σωμάτων θεραπείας· διὰ τοῦτο αἱρέσεις ἐν ἰατρικῇ παρά μὲυ Ἕλλησιν εὑρίσκονται ὁμολογουμένως πλείονες· ἐγώ δʼ οἶμαι ὅτι καὶ παρὰ βαρβάροις, ὅσοι γε ἐπαγγέλλονται χρῆσθαι ἰατρικῇ. πάλιν τε αὖ, ἐπεὶ φιλοσοφία ἀλήθειαν ἐπαγγελλομένη καὶ γνῶσιν τῶν ὄντων πῶς δεῖ βιοῦν ὑποτίθεται, [*](4 C. Cels. vi. 77; cf. supra p. 84 l. 14 n. 11 C. Cels. iii. 12 13 om. αὖ ABC 17 αἰσχυνόμενοι ABC 25 om. γε U+05D0)

87
[*](U+05D0ΑBC) καὶ πειρᾶται διδάσκειν τὰ ὀφέλιμα ἡμῶν τῷ γένει· πολλὴν δʼ ἔχει τὰ ζητούμενα πράγματα διολκήν· διὰ τοῦτο αἱρέσεις ἐν φιλοσοφίᾳ συνέστησαν πλεῖσται ὅσαι, ὧν αἱ μέν εἰσι διασημότεραι, αἱ δὲ οὐ τοιαῦται. ἀλλὰ καὶ ἰουδαῖσμὸς πρόφασιν ἔσχε γενέσεως αἱρέσεων τὴν διάφορον ἐκδοχὴν τῶν Μωσέως γραμμάτων καὶ τῶν προφητικῶν λόγων. οὗτω τοίνυν, ἐπεὶ σεμνόν τι ἐφάνη τοῖς ἀνθρώποις χριστιανισμὸς, οὐ μόνοις, ὡς ὁ Κέλσος οἴεται, τοῖς ἀνδραποδωδεστέροις, ἀλλὰ καὶ πολλοῖς τῶν παρʼ Ἕλλησι φιλολόγων, ἀναγκαίως ὑπέστησαν οὐ πάντως διὰ τὰς στάσεις καὶ τὸ φιλόνεικον αἱρέσεις, ἀλλὰ διὰ τὸ σπουδάζειν συνιέναι [*](455) τὰ χριστιανισμοῦ καὶ τῶν φιλολόγων πλείονας. τούτῳ δʼ ήκολούθησε, διαφόρως ἐκδεξαμένων τοὺς ἄμα πᾶσι πιστευθέντας εἶναι θείους λόγους, τὸ γενέσθαι αἱρέσεις ἐπωνύμους τῶν θαυμασάντων μὲν τὴν τοῦ λόγου ἀρχὴν, κινηθέντων δʼ ὅπως ποτʼ οὖν ὑπό τινων πιθανοτήτων πρὸς τὰς εἰς ἀλλήλους διαφωνίας. ἀλλʼ οὔτʼ ἰατρικὴν εὐλόγως ἄν τις φεύγοι διὰ τὰς ἐν αὐτῇ αἱρέσεις· οὔτε φιλοσοφίαν τοῦ πρέποντος ἄν τις στοχαζόμενος μισοῖ, πρόφασιν τοῦ μισεῖν αὐτὴν ποριζόμενος τὰς πολλὰς αἱρέσεις. οὕτως οὐδὲ διὰ τάς ἐν Ἰουδαίοις αἱρέσεις καταγνωστέον τῶν Μωσέως καὶ τῶν προφητῶν ἱερῶν βιβλίων.

2. Εἰ δὲ ταῦτʼ ἔχει ἀκολουθίαν, πῶς οὐχὶ ὁμοίως ἀπολογησόμεθα καὶ περὶ τῶν ἐν χριστιανοῖς αἱρέσεων; περὶ ὧν πάνυ θαυμασίως ὁ Παῦλος εἰρηκέναι μοι δοκεῖ τό· Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἴνα οἱ δόκιμοι φανεροὶ [*](1 Cο xi 19) γένωνται ἐν ὑμῖν. ὡς γὰρ δόκιμος ἐν ἰατρικῇ ὁ διά τὸ γυμνάσασθαι ἐν ποικίλαις αἱρέσεσι καὶ εὐγνωμόνως ἐξητακέναι τὰς πλείονας ἑλόμενος τὴν διαφέρουσαν· καὶ ὡς ὁ πάνυ προκόπτων ἐν φιλοσοφίᾳ ἀπὸ τοῦ τά πλείονα ἐγνωκέναι ἐγγυμνασάμενος αὐτοῖς καὶ τῷ κρατήσαντι προσθέμενος λόγῳ· οὕτως εἴποιμʼ ἄν καὶ τὸν ἐπιμελῶς ἐνιδόντα ταῖς [*](12 τοῦτο U+05D0*Β* 16 εἰς τὰς πρὸς ἀλ.ABC 19 στοχ.τις ἄν U+05D 22 βίβλων AB 27 om. ἐν ὑμῖν S 30 om. τὰ U+05D0)

88
ἰουδαῖσμοῦ καὶ χριστιανισμοῦ αἱρέσεσι σοφώτατον χριστιανὸν [*](U+05D0ABC) γενέσθαι. ὁ δʼ ἐγκαλῶν τῷ λόγῳ διά τὰς αἱρέσεις ἐγκαλέσαι ἄν καὶ τῇ Σωκράτους διδασκαλίᾳ, ἀφʼ οὐ τῆς διατριβῆς πολλαὶ γεγόνασιν οὐ τὰ αὐτὰ φρονούντων σχολαί· ἀλλὰ καὶ τοῖς Πλάτωνος ἐγκαλέσαι ἄν τις δόγμασι δἰ Ἀριστοτέλην, ἀποφοιτήσαντα τῆς διατριβῆς αὐτοῦ ἐν καινοτομίαις· περὶ οὗ καὶ ἐν τοῖς ἀνωτέρω εἰρήκαμεν. δοκεῖ δέ μοι ὁ Κέλσος ἐγνωκέναι τινὰς αἱρέσεις μηδὲ τοῦ ὀνόματος τοῦ Ἰησοῦ κοινωνούσας ἡμῖν. τάχα γὰρ περιήχητο περὶ τῶν καλουμένων Ὀφιανῶν, καὶ τῶν Καιανῶν, καὶ εἴ τις ἄλλη τοιαύτη ἐξ ὅλων ἀποφοιτήσασα τοῦ Ἰησοῦ συνέστη γνώμη. πλὴν οὐδὲν τοῦτο πρὸς τὸ ἐγκλητέον εἶναι τὸν χριστιανῶν λόγον.

3. Ἔστωσαν γὰρ ἐν ἡμῖν οἱ μὴ τὸν αὐτὸν λέγοντες τῷ [*](624) Ἰουδαίων θεῷ θεόν· ἀλλʼ οὔ τί γε παρὰ τοῦτο κατηγορητέοι οἱ ἀπὸ τῶν αὐτῶν γραμμάτων ἀποδεικνύντες ὅτι εἶς καὶ ὁ [*](cf. Ro iii 29) αὐτὸς θεὸς Ἰουδαίων ἐστὶ καὶ ἐθνῶν· ὡς καὶ τὸν Παῦλον λέγειν σαφῶς, ἀπὸ Ἀουδαίων προσελθόντα χριστιανισμῷ· [*](2 Tim i 3) Χάριν ἔχω τῷ θεῷ μου, ᾦ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει. ἔστω δέ τι καὶ τρίτον γένος τῶν ὀνομαζόντων ψυχικούς τινας καὶ πνευματικοὺς ἑτέρους οἶμαι δʼ αὐτὸν λέγειν τοὺς ἀπὸ Οὐαλεντίνου· καὶ τί τοῦτο πρὸς ἡμᾶς τοὺς ἀπὸ τῆς ἐκκλησίας, κατηγοροῦντας τῶν εἰσαγόντων φύσεις ἐκ κατασκευῆς σωζομένας ἢ ἐκ κατασκευῆς ἀπολλυμένας; ἔστωσαν δέ τινες καὶ ἐπαγγελλόμενοι εἶναι Γνωστικοὶ, ἀνάλογον τοῖς ἑαυτοὺς ἀναγορεύουσι φιλοσόφους Τπικουρείοις· ἀλλʼ οὔτε οἱ τὴν πρόνοιαν ἀναιροῦντες φιλόσοφοι εἶεν ἄν ἀληθῶς, οὗτε οἱ τὰ ἀλλόκοτα ἀναπλάσματα καὶ μή ἀρέσκοντα τοῖς τῆς ἀπὸ τοῦ Ἰησοῦ διαδοχῆς ἐπεισαγαγόντες εἶεν ἄν χριστιανοί.

4. ‘Καὶ βλασφημοῦσι δὲ,᾿ φησὶν, ‘εἰς ἀλλήλους οὗ. [*](627) [*](5 om. τοῖς τις] + τοῖς 12 ἔγκλητον 14 C. Cels. v. 61 γὰρ] οὖν U+05D0 22 καὶ τί τοῦτο] καὶ τίτου, τί AB; καὶ τίτου· τί τοῦτο καὶ C 22, 23 ἡμᾶς post ἐκκλησίας ABC 31 C. Cels. v. 63)

89
[*](U+05D0ABC) τοι πάνδεινα ῥητὰ καὶ ἄρρητα· καὶ οὐκ ἂν εἶξαιεν οὐδὲ καθʼ ὁτιοῦν εἰς ὁμόνοιαν, πάντη ἀλλήλους ἀποστυγοῦντες.᾿ καὶ πρός ταῦτα δʼ ἤμῖν εἴρηται, ὅτι καὶ ἐν φιλοσοφίᾳ ἐστὶν εὑρεῖν αἱρέσεις αἱρέσεσι πολεμούσας, καὶ ἐν ἰατρικῇ. οἱ μέντοι τῷ λόγῳ τοῦ Ἰησοῦ ἀκολουθοῦντες, καὶ μεμελετηκότες αὐτοῦ τοὺς λόγους φρονεῖν καὶ λέγειν καὶ ποιεῖν, λοιδορούμενοι [*](1 Co iv 12 f.) εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· καὶ οὐκ ἂν ῥητὰ καὶ ἄρρητα λέγοιμεν τοὺς ἄλλα δοξάζοντας παρʼ ἃ ὑπειλήφαμεν· ἀλλʼ, εἰ μὲν δυνάμεθα, πάντα ἂν πράττοιμεν ὑπὲρ τοῦ αὐτοὺς μεταστῆσαι ἐπὶ τὸ βέλτιον, διὰ τοῦ προσανέχειν μόνῳ τῷ δημιουργῷ καὶ πάντα πράττειν ὡς κριθησομένους. εἰ δὲ μὴ πείθοιντο οἱ ἑτερόδοξοι, τηροῦμεν τὸν προστάξαντα αὐτοῖς λόγον τοιαῦτα· Αἱρετικόν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν [*](Tit iii 10 f.) παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος. ἔτι δὲ οἱ τό Μακάριοι οἱ [*](Μt v 9) εἰρηνοποιοί· νοήσαντες, καὶ τό· Μακάριοι οἱ πραεῖς· οὐκ [*](Mt v 5) ἄν ἀποστυγήσαιεν τοὺς παραχαράττοντας τὰ χριστιανισμοῦ.

[*](341)

1. Μετὰ ταῦτά φησιν ὁ Κέλσος, ὅτι ‘Οἱ αἰπόλοι καὶ ποιμένες ἔνα ἐνόμισαν θεὸν, εἴτε ὕφιστον εἴτʼ Ἀδωναῖον [*](1 ἤξαιεν C 7 δυσφημούμενοι] βλασφημούμενοι ABC 8 om. καὶ ante οὐκ ABC 10 πράττομεν B*; πράττωμεν AC ὑπέρ τοῦ] ἐπὶ τὸ AB*; ἐπὶ τῶ ΒaC 13 τηροῦμεν] ἀντεροῦμεν ABC 15 ἐξἐστρεπται ΑB* 21,22 τῶ δεῖνα] τὸ δεῖνα (bis) ABC 22 ά] restitui; γʼ AB; τρίτου C 24 C. Cels. i. 24 om. ὁ κέλσος 25 ἀδωναϊ (sed super rasuram))

90
εἴτʼ οὐράνιον εἴτε Σαβαὼθ, εἴτε καὶ ὅπη καὶ ὅπως χαίρουσιν [*](U+05D0ABC) ὀνομάζοντες τόνδε τὸν κόσμον· καὶ πλεῖον οὐδὲν ἔγνωσαν.᾿ καὶ ἐν τοῖς ἐξῆς δέ φησι ‘μηδὲν διαφέρειν τῷ παρʼ Ἕλλησι φερομένῳ ὀνόματι τὸν ἐπὶ πᾶσι θεὸν καλεῖν Δία, ἢ τῷ δεῖνα φέρʼ εἰπεῖν παρʼ Ἰνδοῖς, ἢ τῷ δεῖνα παρʼ Αἰγυπτίοις.᾿ λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι ἐμπίπτει εἰς τό προκείμενον λόγος βαθὺς καὶ ἀπόρρητος, ὁ περὶ φύσεως ὀνομάτων· πότερον, ώς οἶεται Ἀριστοτέλης, θέσει εἰσὶ τὰ ὀνόματα· ἢ, ὡς νομίζουσιν οἱ ἀπὸ τῆς Στοᾶς, φύσει, μιμουμένων τῶν πρώτων φωνῶν τὰ πράγματα καθʼ ὧν τὰ ὀνόματα, καθὸ καὶ στοιχεῖά τινα τῆς ἐτυμολογίας εἰσάγουσιν· ἢ, ὤς διδάσκει Ἐπίκουρος, ἑτέρως ὡς οἴονται οἱ ἀπὸ τῆς Στοᾶς φύσει ἐστὶ τὰ ὀνόματα, ἀπορρηξάντων τῶν πρώτων ἀνθρώπων [*](342) τινὰς φωνάς κατὰ τῶν πραγμάτων. ἐὰν τοίνυν δυνηθῶμεν ἐν προηγουμένῳ λόγῳ παραστῆσαι φύσιν ὀνομάτων ἐνεργῶν, ὧν τισὶ χρῶνται Αἰγυπτίων οἱ σοφοὶ, ἢ τῶν παρὰ Πέρσαις μάγων οἱ λόγιοι, ἢ τῶν παρʼ Ἰνδοῖς φιλοσοφούντων Βράχμαναι, ἢ Σαμαναῖοι· καὶ οὕτω καθʼ ἕκαστον τῶν ἐθνῶν· καὶ κατασκευάσαι οἶοί τε γενώμεθα ὅτι καὶ ἡ καλουμένη μαγεία οὐχ, ὡς οἶονται οἱ ἀπὸ Ἐπικούρου καὶ Ἀριστοτέλους, πρᾶγμά ἐστιν ἀσύστατον πάντη, ἀλλʼ, ὡς οἱ περὶ ταῦτα δεινοὶ ἀποδεικνύουσι, συνεστὼς μὲν, λόγους δʼ ἔχον σφόδρα ὀλίγοις γιγνωσκομένους· τότʼ ἐροῦμεν ὅτι τὸ μὲν Σαβαὼθ ὄνομα καὶ τὸ Ἀδωναΐ, καὶ ὅσα ἄλλα παρʼ Ἐβραίοις μετὰ πολλῆς σεμνολογίας παραδεδομένα, οὐκ ἐπὶ τῶν τυχόντων καὶ γενητῶν κεῖται πραγμάτων, ἀλλʼ ἐπί τινος θεολογίας ἀπορρήτου, ἀναφερομένης εἰς τὸν τῶν ὅλων δημιουργόν. διὸ καὶ δύναται ταῦτα τὰ ὀνόματα λεγόμενα μετά τινος τοῦ συνυφοῦς αὐτοῖς εἱρμοῦ, ἄλλα δὲ κατὰ Αίγυπτίαν ἐκφερόμενα φωνὴν ἐπί τινων δαιμόνων τῶν [*](1 οὐρανὸν U+05D0* 2 πλέον ΑBC 4 δία] ἰδία U+05D0* 4, 5 τὸ δεῖνα (bis) ABC 8 ἐστὶ ABC 11 om. τῆς U+05D0 16 τῶν παρὰ] παρὰ τῶν U+05D0* 19 om. καὶ post ἐθνῶν ΑBC 22 συνεστὸς AB 23 γινωσκομένους ABC 24 om. ὅσα 25 παραδιδόμενα 29 συμφυοῦς ABC 30 φερόμενα U+05D0)
91
[*](U+05D0ABC) τάδε μόνα δυναμένων, καὶ ἄλλα κατὰ τήν Περσῶν διάλεκτον ἐπὶ ἄλλωυ δυνάμεων, καὶ οὕτω καθʼ ἕκαστον τῶν ἐθυῶν, εἰς χρείας τινὰς παραλαμβάνεσθαι. καὶ οὕτως εὑρεθήσεται τῶν ἐπὶ γῆς δαιμόνων, λαχόντων διαφόρους τόπους, φέρεσθαι τὰ ὀνόματα οἰκείως ταῖς κατὰ τόπον καὶ ἔθυος διαλέκτοις. ὁ τοίνυν μεγαλοφυέστερον κἂν ὀλίγην τούτων περίνοιαν εἰληφὼς εὐλαβήσεται ἄλλα ἄλλοις ἐφαρμόζειν ὀνόματα πράγμασι, μήποτε ὅμοιον πάθῃ τοῖς τὸ θεὸς ὄνομα ἐσφαλμένως φέρουσιν ἐπὶ ὕλην ἄψυχον, ἢ τὴν τοῦ ἀγαθοῦ προσηγορίαν κατασπῶσιν ἀπὸ τοῦ πρώτου αἰτίου ἢ ἀπὸ τῆς ἀρετῆς καὶ τοῦ καλοῦ ἐπὶ τὸν τυφλὸν πλοῦτον καὶ ἐπὶ τὴν σαρκῶν καὶ αἱμάτων καὶ ὀστέων συμμετρίαν ἐν ὑγείᾳ καὶ εὐεξίᾳ, ἦ τὴν νομιζομένην εὐγένειαν.

2. Καὶ τάχα οὐκ ἐλάττων ὁ κίνδυνος τῷ τὸ ὄνομα τοῦ θεοῦ ἢ τὸ ὄνομα τοῦ ἀγαθοῦ ἐφʼ ἃ μὴ χρὴ κατάγοντι, ἤπερ τῷ τὰ κατά τινα ἀπόρρητον λόγον ὀνόματα ἐναλλάσσοντι, [*](343) καὶ τὰ μὲν κατὰ τῶν ἐλαττόνων φέροντι ἐπὶ τὰ κρείττονα, τὰ δὲ κατὰ τῶν κρειττόνων ἐπὶ τὰ ἥττονα. καὶ οὐ λέγω ὅτι τῷ Διὶ εὐθέως συνεξακούεται ὁ Κρόνου καὶ Ἀέας υἵὸς, καὶ Ἥρας ἀνὴρ, καὶ Ποσειδῶνος ἀδελφὸς, καὶ Ἀθηνᾶς καὶ Ἀρτέμιδος πατὴρ, καὶ ὁ τῇ θυγατρὶ Περσεφόνῃ μιγείς· ἦ τῷ Ἀπόλλωνι συνεξακούεται ὁ Λητοῦς καὶ Διὸς υἷός, καὶ Ἀρτέμιδος ἀδελφὸς, καὶ Ἑρμοῦ ὁμοπάτριος ἀδελφός· καὶ ὅσα ἄλλα φέρουσιν οἱ σοφοὶ Κέλσου τῶν δογμάτων πατέρες καὶ ἀρχαῖοι θεολόγοι Ἑλλήνων. τίς γὰρ ἡ ἀποκλήρωσις, κυριολεκτεῖσθαι μὲν τὸν Δία, οὐχὶ δὲ καὶ τὸν πατέρα μὲν αὐτοῦ εἶναι Κρόνον, μητέρα δὲ Ῥέαν; τὸ δʼ ὅμοιον ποιητέον καὶ ἐπὶ τῶν ἄλλων ὀνομαζομένων θεῶν. τοῦτο δὲ τὸ ἔγκλημα οὐδαμῶς ἅπτεται τῶν κατά τινα ἀπόρρητον λόγον τὸ Σαβαὼθ τασσόντων ἐπὶ τοῦ θεοῦ, ἢ τὸ Ἀδωναὶ, τι τῶν [*](1 τάδε μόνα] τὰ δαιμόνια ABC 7 εὐλαβηθήσεται U+05D0 ABC 15 om. τὸ ὄνομα τοῦ ἀγαθοῦ ABC 15, 16 ήπερ τῶ] U+05D0 (τῶ additc supra lin.); ἣ ABC 19 εὐθέως τῶ διt ABC ὁ] τὸ U+05D0* (ό supra lin.) 21 om. ὁ ABC 23 om. καὶ ἐρμ. ὁμ. ἀδελ- φός ABC 27 τὸ ὅμοιον δέ ABC)

92
λοιπῶν ὀνομάτων. ὅταν δὲ τὰ περὶ ὀνομάτων τις δύνηται [*](U+05D0ΑBC) τὰ ἐν ἀπορρήτοις φιλοσοφεῖν, πολλὰ ἂν εὕροι καὶ περὶ τῆς ἐπικλήσεως τῶν ἀγγέλων τοῦ θεοῦ ὦν ὁ μέν τις Μιχαὴλ, ἕτερος δὲ Γαβριὴλ, καὶ ἄλλος Ῥαφαὴλ καλεῖται, φερωνύμως τοῖς πράγμασιν ἃ διακονοῦνται κατὰ βούλημα τοῦ θεοῦ τῶν ὅλων ἐν τῷ παντί. τῆς δʼ ὁμοίας ἔχεται περὶ ὀνομάτων φιλοσοφίας καὶ ὁ ἡμέτερος Ἰησοῦς, οὗ τὸ ὄνομα μυρίους ἤδη ἐναργῶς ἑώραται δαίμονας ἐξελάσαν ψυχῶν καὶ σωμάτων, ἐνεργῆσαν εἰς ἐκείνους ἀφʼ ὧν ἀπηλάσθησαν. ἔτι δʼ εἰς τὸν περὶ ὀνομάτων τόπον λεκτέον, ὅτι οἱ περὶ τὴν χρῆσιν τῶν ἐπῳδῶν δεινοὶ ἱστοροῦσιν, ὅτι τὴν αὐτὴν ἐπῳδὴν εἰπόντα μὲν τῇ οἰκείᾳ διαλέκτῳ ἔστιν ἐνεργῆσαι ὅπερ ἐπαγγέλλεται ὑ ἐπῳδή· μεταλαβόντα δὲ εἰς ἄλλην ὀποιανδηποτοῦν φωνὴν ἔστιν ἰδεῖν ἄτονον καὶ οὐδὲν δυναμένην. οὕτως οὐ τὰ σημαινόμενα κατὰ τῶν πραγμάτων, ἀλλʼ αἱ τῶν φωνῶν ποιότητες καὶ ἰδιότητες ἔχουσί τι δυνατὸν ἐν αὐταῖς πρὸς τάδε τινὰ ἢ τάδε. οὕτω δʼ ἀπολογησόμεθα διὰ τῶν τοιούτων καὶ περὶ τοῦ μέχρι θανάτου ἀγωνίζεσθαι χριστιανοὺς, ἵνα μὴ τὸν Δία θεὸν ἀναγορεύσωσι, μηδʼ ἄλλῃ διαλέκτῳ αὐτὸν ὀνομάσωσιν. ἢ γὰρ ἀορίστως ὁμολογοῦσι τὸ κοινὸν ὄνομα τὸ ὁ θεὸς, ἢ καὶ μετὰ προσθήκης τῆς ὁ δημιουργὸς τῶν ὅλων, ὁ ποιητής οὐρανοῦ καὶ γῆς, ὁ καταπέμψας τῷ τῶν ἀνθρώπων γένει τούσδε τινὰς τοὺς σοφούς· ὧν τῷ ὀνόματι ἐφαρμοζόμενον τὸ ὁ θεὸς ὄνομα δύναμίν τινα παρὰ ἀνθρώποις ἐπιτελεῖ. πολλὰ δʼ ἄν καὶ ἄλλα λέγοιτο εἰς τὸν περὶ ὀνομάτων τόπον, πρὸς τοὺς οἰομένους δεἴν ἀδιαφορεῖν περὶ τῆς χρήσεως αὐτῶν. [*](Plat Phiteb 12 B, C) καὶ εἴπερ θαυμάζεται Πλάτων, εἰπὼν ἐν Φιλήβῳ· Τὸ δ΄ ἐμὸν δέος, ὧ Πρώταρχε, περὶ τὰ ὀνόματα τῶν θεῶν οὐκ ὀλίγον· ἐπεὶ Φίληβος θεὸν τὴν ἡδονὴν εἶπεν ὁ προσδιαλεγόμενος [*](344) [*](2 εὔρη U+05D0 7, 8 μυρίοις AC 8 ἐνεργως AB 9 ἀπηλάθησαν BC 13 μεταλαβόντα] U+05D0?*A; μεταβαλόντα U+05D0 BC; cf. infra p. 93 l. 19. 23 14 οἱανδηποτοῦν U+05D0 18 om. διὰ τῶν τοιούτων ABC 19 τὸν θεὸν Δία conj. Boherellus; sed cf. p. 95 l 5 21 om. ὁ U+05D0 23 τῶ γένει τῶν ἀνθρ. 24 om. ὁ U+05D0 30 ἐπεὶ φἰηβος] ἐπὶ φιλήβου U+05D0*)
93
[*](U+05D0ABC) τῷ Σωκράτει· πῶς οὐ μᾶλλον τῆς εὐλαβείας ἀποδεξόμεθα χριστιανοὺς, μηδὲν τῶν ἐν ταῖς μυθοποιίαις παραλαμβανομένων ὀνομάτων προσάπτοντας τῷ τοῦ παντὸς δημιουργῷ;

[*](611)

3. Ἀλλʼ, ἐπεὶ Κέλσος οἴεται μηδὲν διαφέρειν Δία ὕφιστον καλεῖν ἢ Ζῇνα ἢ Ἀδωναῖον Σαβαὼθ, ἢ ὡς Αἰγύπτιοι Ἀμοῦν, ἢ ὡς Σκύθαι Παπαῖον· φέρε καὶ περὶ τούτων ὀλίγα διαλεχθῶμεν, ὑπομιμνήσκοντες ἄμα τὸν ἐντυγχάνοντα καὶ τῶν ἀνωτέρω εἰς τὸ τοιοῦτον πρόβλημα εἰρημένων, ὅτε ἐκάλεσεν ἡμᾶς ἡ Κέλσου λέξις ἐπὶ τὰ τοιαῦτα. καὶ νῦν οὖν φαμὲν ὅτι ἡ τῶν ὀνομάτων φύσις οὐ θεμένων εἰσὶ νόμοι, ὡς Ἀριστοτέλης οἴεται. οὐδὲ γὰρ [*](612) ἀπὸ ἀνθρώπων τὴν ἀρχὴν ἔχουσιν αἱ ἐν ἀνθρώποις διάλεκτοι, ὡς δῆλον τοῖς ἐφιστάνειν δυναμένοις φύσει ἐπῳδῶν οἰκειουμένων κατὰ τὰς διαφόρους διαλέκτους καὶ τοὺς διαφόρους φθόγγους τῶν ὀνομάτων τοῖς πατράσι τῶν διαλέκτων· περὶ ὥν ἐν τοῖς ἀνωτέρω ἐπʼ ὀλίγον διειλήφαμεν, λέγοντες ὅτι καὶ μεταλαμβανόμενα εἰς ἄλλην διάλεκτον τὰ πεφυκότα δύνασθαι ἐν τῇ δεῖνα διαλέκτῳ οὐκέτι ἀνύει τι, ὡς ἤνυεν ἐν ταῖς οἰκείαις φωναῖς. ἥδη δὲ καὶ ἐπʼ ἀνθρώπων τὸ τοιοῦτον εὑρίσκεται· τὸν γὰρ ἀπὸ γενέσεως Ἑλλάδι διαλέκτῳ καλούμενον τὸν δεῖνα οὐκ ἂν μεταλαβόντες εἰς διάλεκτον Αἰγυπτίων Ῥωμαίων ἤ τινος ἄλλου ποιήσαιμεν παθεῖν ἢ δράσαι, ἅπερ πάθοι ἢ δράσαι ἂν καλούμενος τῇ πρώτῃ θέσει τοῦ ὀνόματος αὐτοῦ. ἀλλʼ οὐδὲ τὸν ἐξ ἀρχῆς Ῥωμαίων κληθέντα φωνῇ εἰ μεταλάβοιμεν ἐπὶ τὴν Ἑλ. λάδα διάλεκτον, ποιήσαιμεν ἂν ὅπερ ποιεῖν ἐπαγγέλλεται ἡ ἐπῳδὴ τηροῦσα τὸ κατονομασθὲν αὐτῷ πρῶτον ὄνομα.

4. Εἰ δὲ ταῦτα περὶ ἀνθρωπίνων ὀνομάτων λεγόμενά [*](6 C. Cels. v. 45 8 παπαῖον B; παπαῖαν A; παπίαν C 16 οἰκειωμένων AB 20 ἠνυσεν U+05D0* 23 μεταβαλόντες U+05D0a BC 27 μεταβάλοιμεν C 30 ταῦτα] τα ABC)

94
ἐστιν ἀληθῆ, τί χρὴ νομίζειν ἐπὶ τῶν δἰ ἡνδήποτε αἰτίαν [*](U+05D0ABC) ἀναφερομένων ἐπὶ τὸ θεῖον ὀνομάτων; μεταλαμβάνεται γάρ τι, φέρʼ εἰπεῖν, εἰς Ἑλλάδα φωνὴν ἀπὸ τοῦ Ἀβραἀμ ὀνόματος, καὶ σημαίνεταί τι ἀπὸ τῆς Ἰσαὰκ προσηγορίας, καὶ δηλοῦταί τι ἀπὸ τῆς Ἰακὼβ φωνῆς· καὶ ἐὰν μὲν ὁ καλῶν ἢ ὀ ὁρκῶν ὀνομάζῃ θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακὼβ, τόδε τι ποιήσαι ἂν, ἤτοι διὰ τὴν τῶν ὀνομάτων φύσιν ἢ καὶ δύναμιν αὐτῶν, καὶ δαιμόνων νικωμένων καὶ ὑποταττομένων τῷ λέγοντι ταῦτα. ἐὰν δὲ λέγῃ· ὁ θεὸς πατρὸς ἐκλεκτοῦ τῆς ἠχοῦς, καὶ ὁ θεὸς τοῦ γέλωτος, καὶ ὁ θεὸς τοῦ πτερνιστοῦ· οὕτως οὐδὲν ποιεῖ τὸ ὀνομαζόμενον, ὡς οὐδʼ ἄλλο τι τῶν μηδεμίαν δύναμιν ἐχόντων. οὕτω δὲ κἂν μὲν μεταλάβωμεν τὸ Ἰσραὴλ ὄνομα εἰς Ἑλλάδα ἢ ἄλλην διάλεκτον, οὐδὲν ποιήσομεν· ἐὰν δὲ τηρήσωμεν αὐτὸ, προσάπτοντες οἶς οἱ περὶ ταῦτα δεινοὶ συμπλέκειν αὐτὸ ᾠήθησαν, τότε γένοιτʼ ἄν τι κατὰ τὴν ἐπαγγελίαν τῶν τοιωνδὶ ἐπικλήσεων ἐκ τῆς τοιασδὶ φωνῆς. τὸ δʼ ὅμοιον ἐροῦμεν [*](613) καὶ περὶ τῆς Σαβαὼθ φωνῆς, πολλαχοῦ τῶν ἐπῳδῶν παραλαμβανομένης, ὅτι, εἰ μεταλαμβάνομεν τὸ ὄνομα εἰς τὸ κύριος τῶν δυνάμεων, ἢ κύριος στρατιῶν, ἢ παντοκράτωρ (διαφόρως γὰρ αὐτὸ ἐξεδέξαντο οἱ ἔρμηνεύσαντες αὐτὸ), οὐδὲν ποιήσομεν· τηροῦντες δʼ αὐτὸ ἐν τοῖς ἰδίοις φθόγγοις, ποιήσομέν τι, ὡς φασιν οἱ περὶ ταῦτα δεινοί. τὸ δὲ ὅμοιον ἐροῦμεν καὶ περὶ τοῦ Ἀδωναΐ. εἴπερ οὖν οὔτε τὸ Σαβαὼθ οὔτε τὸ Ἀδωναΐ μεταλαμβανόμενα εἰς ἅ δοκεῖ σημαίνειν ἐν Ἑλλάδι φωνῇ ἀνύει τι, πόσῳ πλέον οὐδὲν ἂν ποιήσαι οὐδὲ δυνηθείη παρὰ τοῖς μηδὲν διαφέρειν οἰομένοις Δία ὕφιστον καλεῖν ἢ Ζῆνα ἣ Ἀδωναῖον ἣ Σαβαώθ;

5. Ταῦτα δὴ καὶ τὰ τούτοις ἀνάλογον ἀπόρρητα ἐπιστάμενοι Μωσῆς καὶ οἱ προφῆται ἀπαγορεύουσιν ὄνομα [*](3 om. τι 7 τῶν ὀνομάτων] τούτων U+05D0; τῶν Α 9 αὐτά AB 10 ἠχοῦς] ἠχούσης U+05D0 13 om. μὲν U+05D0a ABC μεταβάλωμεν U+05D0? * BC 15 om. αύτὸ AB 19 εἰ μεταλαμβάνομεν] Ηoesch.; μεταλαμβάνομεν U+05D0; μεταλαμβανόμενον μεν ABC 21 om. αὐτὸ ABC ἑρμηνεύοντες U+05D0 25 μεταβαλλόμενα B)

95
[*](U+05D0ΑΒ(C)(D)) θεῶν ἑτέρων ὀνομάζειν ἐν στόματι μελετήσαντι τῷ ἐπὶ πᾶσι μόνῳ εὔχεσθαι θεῷ, καὶ ἀναμνημονεύειν ἐν καρδίᾳ διδασκομένῃ καθαρεύειν ἀπὸ πάσης ματαιότητος νοημάτων καὶ λέξεων. καὶ διὰ ταῦτα πᾶσαν αἰκίαν ὑπομένειν μᾶλλον αἱρούμεθα ἢ τὸν Δία ὁμολογῆσαι θεόν. οὐ γὰρ τὸν αὐτὸν εἶναι ὑπολαμβάνομεν Δία καὶ Σαβαώθ· ἀλλʼ οὐδʼ ὅλως θεῖόν τι τὸν Δία· δαίμονα δέ τινα χαίρειν οὗτως ὀνομαζόμενον, οὐ φίλον ἀνθρώποις, οὐδὲ τῷ ἀληθινῷ θεῷ. κἂν Αἰγύπτιοι δὲ τὸν Ἀμοῦν ἡμῖν προτείνωσι θάνατον ἀπειλοῦντες, τεθνηξόμεθα μᾶλλον ἢ τὸν Ἀμοῦν ἀναγορεύσομεν θεὸν, παραλαμβανόμενον, κατὸ τὸ εἰκὸς, ἔν τισιν Αἰγυπτίαις καλούσαις τὸν δαίμονα τοῦτον ἐπῳδαῖς. λεγέτωσαν δὲ καὶ Σκύθαι τὸν Παππαῖου θεὸν εἶναι τὸν ἐπὶ πᾶσιν· ἀλλʼ τμεῖς οὐ πεισόμεθα, τιθέντες μὲν τὸν ἐπὶ πᾶσι θεὸν, ὡς δὲ φίλον τῷ λαχόντι τὴν Σκυθῶν ἐρημίαν καὶ τὸ ἔθνος αὐτῶν καὶ τὴν διάλεκτον, οὐκ ὀνομάζοντες τὸν θεὸν ὡς κυρίῳ ὀνόματι τῷ Παπαῖον. σκυθιστὶ γὰρ τὸ προσηγορικὸν τὸν θεὸν, καὶ αἰγυπτιστὶ, καὶ πάσῃ διαλέκτῳ ἥ ἕκαστος ἐντέθραπται, ὀνομάζων οὐχ ἁμαρτήσεται.

[*](540)

6. Οὐδὲ Ἀπόλλωνα δὲ τὸν ἤλιον καλεῖν θέλομεν οὐδὲ Ἄρτεμιν τὴν σελήνην· ἀλλὰ καθαρὰν εὐσέβειαν εἰς τὸν δημιουργὸν ἀσκοῦντες, καὶ τὰ καλὰ αὐτοῦ δημιουργήματα εὐφημοῦντες, οὐδὲ μέχρι ὀνόματος χραίνομεν τὰ θεῖαἀποδεχόμενοι τοῦ Πλάτωνος τὸν ἐν Φιλήβῳ λόγον, μὴ βουληθέντος τὴν ἡδονὴν παραδέξασθαι θεόν Τὸ γὰρ [*](cf. Plat Phileb 12 B, C) [*](541) ἐμόν, φησὶ, δέος, ὤ Πρώταρχε, περὶ τὰ τῶν θεῶν ὀνόματα Β, C τοιόνδε τί ἐστιν. ἡμεῖς οὖν ἀληθῶς ἔχομεν δέος περὶ τὸ ὄνομα τοῦ θεοῦ καὶ τῶν καλῶν αὐτοῦ δημιουργημάτων, ὡς μηδὲ προφάσει τροπολογίας μῦθόν τινα παραδέξασθαι ἐπὶ βλάβῃ τῶν νέων.

[*](1 ἐν] ἐνὶ U+05D0* 2 om. μόνω ABC 4 ταῦτα] U+05D0 a B; τὰ τοιαῦτα U+05D0a; τοιαῦτα AB 9 ἀμοᾶν C (cui post hoc deest folium) θάνατον] κόλασιν U+05D0* 10, 11 ἀναγορεύσαιμεν U+05D0a BD 11 κατὰ τὸ] ὠς U+05D0a 13 παπαῖον ΑBD 17 παπαῖον Α BD 20 C. Cels. iv. 48 om. δὲ om. καλεῖν θέλομεν U+05D0 27 τοιόνδε] τοιόνδη A; τοιονδί B; τοιόνδε δή D om. τί U+05D0 οὖν] δὲ ΑBD)
96

1. Μετὰ ταῦτα προτρέπει ἐπὶ τὸ λόγῳ ἀκολουθοῦντας [*](327) καὶ λογικῷ ὁδηγῷ παραδέχεσθαι δόγματα· ὡς πάντως ἀπάτης γινομένης τῷ μὴ οὕτω συγκατατιθεμένῳ τισί· καὶ ἐξομοιοῖ τοὺς ἀλόγως πιστεύοντας μητραγύρταις καὶ τερατοσκόποις, Μίθραις τε καὶ Σαβαδίοις, καὶ ὅτῳ τις προσέτυχεν, Ἑκάτης ἢ ἄλλης δαίμονος ἢ δαιμόνων φάσμασιν. ὡς γὰρ ἐν ἐκείνοις πολλάκις μοχθηροὶ ἄνθρωποι ἐπιβαίνοντες τῇ ἰδιωτείᾳ τῶν εὐεξαπατήτων ἄγουσιν αὐτοὺς ᾗ βούλονται, οὕτω φησὶ καὶ ἐν τοῖς χριστιανοῖς γίγνεσθαι. φησὶ δέ τινας μηδὲ βουλομένους διδόναι ἢ λαμβάνειν λόγον περὶ ὧν πιστεύουσι, χρῆσθαι τῷ· Μὴ ἐξέταζε, ἀλλὰ πίστευσον· καί· Ἡ πίστις σου σώσει σε. καί φησιν αὐτοὺς λέγειν· Κακὸν ἡ ἐν τῷ κόσμῳ σοφία, ἀγαθὸν δʼ ἡ μωρία. λεκτέον δὲ πρὸς τοῦτο, ὅτι εἰ μὲν οἷόν τε πάντας καταλιπόντας τὰ τοῦ βίου πράγματα σχολάζειν τῷ φιλοσοφεῖν, ἄλλην ὁδὸν οὐ μεταδιωκτέον οὐδενὶ ἢ ταύτην μόνην. εὑρεθήσεται γὰρ ἐν τῷ χριστιανισμῷ οὐκ ἐλάττων, ἵνα μὴ [*](10 C. Cels. i. 9 (Ru. 1. 327) ταῦτα] τοῦτο ABD τὸ] F; τῶ U+05D0ABD 13 ἀλόγως] hic rursus incipit C μιτρα- γύρταις C; μηναγύρταις U+05D0marg 14 σαβιζίοις ABC 18 γί- νεσθαι B; γενέσθαι AC 19 μηδὲ] μὴ ABC 20 τῶ] τὸ AB 22 τῶ κόσμω] βίω ABC 23 τε] + ἦν ABC 26 om. τῶ ABC ἐλάττων] ἔλαττον ABC*)

97
[*](U+05D0ΑBC) φορτικόν τι εἴπω, ἐξέτασις τῶν πεπιστευμένων, καὶ διήγησις τῶν ἐν τοῖς προφήταις αἰνιγμάτων, καὶ τῶν ἐν τοῖς εὐαγγελίοις παραβολῶν, καὶ ἄλλων μυρίων συμβολικῶς [*](328) γεγενημένων ἢ νενομοθετημένων. εἰ δὲ τοῦτʼ ἀμήχανον, πῆ μὲν διὰ τὰς τοῦ βίου ἀνάγκας, πῆ δὲ καὶ διὰ τὴν τῶν ἀυθρώπων ἀσθένειαν, σφόδρα ὀλίγων ἐπὶ τὸν λόγον ᾀττόντων· ποία ἄν ἄλλη βελτίων μέθοδος πρὸς τὸ τοῖς πολλοῖς βοηθῆσαι εὑρεθείη, τῆς ἀπὸ τοῦ Ἰησοῦ τοῖς ἔθυεσι παραδοθείσης; καὶ πυνθανόμεθά γε περὶ τοῦ πλήθους τῶν πιστευόντων, τὴν πολλὴν χύσιν τῆς κακίας ἀποθεμένων, ἐν ἢ πρότερον ἐκαλινδοῦντο· πότερον βέλτιόν ἐστιν αὐτοῖς ἀλόγως πιστεύουσι κατεστάλθαι πως τὰ ἤθη καὶ ὠφελῆσθαι, διὰ τὴν περὶ τῶν κολαζομένων ἐπὶ ἁμαρτίαις καὶ τιμωμένων ἐπὶ ἔργοις χρηστοῖς πίστιν, ἢ μὴ προσιέσθαι αὐτῶν τὴν ἐπιστροφὴν μετὰ φιλῆς πίστεως, ἕως ἂν ἐπιδῶσιν ἑαυτοὺς ἐξετάσει λόγων; φανερῶς γὰρ οἱ πάντες παρʼ ἐλαχίστους οὐδὲ τοῦτο λήφονται, ὅπερ εἰλήφασιν ἐκ τοῦ ἀπλῶς πεπιστευκέναι· ἀλλὰ μενοῦσιν ἐν κακίστῳ βίῳ. εἶπερ οὖν ἄλλο τι κατασκευαστικόν ἐστι τοῦ τὸ φιλάνθρωπον τοῦ λόγου οὐκ ἀθεεὶ τῷ βίῳ τῶν ἀνθρώπων ἐπιδεδημηκέναι, καὶ τοῦτʼ αὐτοῖς συγκαταριθμητέον. ὁ γὰρ εὐλαβὴς οὐδὲ σωμάτων ἰατρὸν, πολλοὺς ἐπὶ τό βέλτιον νοσοῦντας ἀγαγόντα, οἰήσεται ἀθεεὶ πόλεσι καὶ ἔθυεσιν ἐπιδημεῖν· οὐδὲν γὰρ χρηστὸν ἐν ἀνθρώποις ἀθεεὶ γίνεται. εἰ δʼ ὁ πολλῶν σώματα θεραπεύσας ἢ ἐπὶ τὸ βέλτιον προαγαγὼν οὐκ ἀθεεὶ θεραπεύει· πόσῳ πλέον ὁ πολλῶν ψυχὰς θεραπεύσας καὶ ἐπιστρέψας καὶ βελτιώσας καὶ ἀναρτήσας αὐτὰς θεοῦ τοῦ ἐπὶ πᾶσι, καὶ διδάξας πᾶσαν πρᾶζιν ἀναφέρειν ἐπὶ τὴν ἐκείνου ἀρέσκειαν καὶ πάντα ἐκκλίνειν ὅσα ἀπάρεστά εἰσι θεῷ, μέχρι τοῦ ἐλαχίστου τῶν λεγομένων ἦ πραττομένων καὶ εἰς ἐνθύμησιν ἐρχομένων;

[*](11 αὐτοῖς ἐστὶν ABC 17 ὅ παρειλήφασιν ABC 18 ἀπλῶς] αὐτοὺς Α BC βίω] + τῶ τῶν ἀνθρώπων Α BC 27 om. θερα- πεύσας καὶ ABC 30 εἰσι] ἐστι AB μέχρι τοῦ] καὶ μέχρι ABC)
98

2. Εἴτʼ, ἐπεὶ τά περὶ τῆς πίστεως θρυλοῦσι, λεκτέον [*](U+05D0ΑBc) ὅτι ἡμεῖς μὲν, παραλαμβάνοντες αὑτὴν ὡς χρήσιμον τοῖς πολλοῖς, ὁμολογοῦμεν διδάσκειν πιστεύειν καὶ ἀλόγως τοὺς μὴ δυναμένους πάντα καταλιπεῖν καὶ ἀκολουθεῖν ἐξετάσει λόγου· ἐκεῖνοι δὲ τοῦτο μὴ ὁμολογοῦντες τοῖς ἔργοις αὐτὸ ποιοῦσι. τίς γὰρ προτραπεὶς ἐπὶ φιλοσοφίαν, καὶ ἀποκληρωτικῶς ἐπί τινα αἵρεσιν ἑαυτὸν φιλοσόφων ῥίψας ἢ τῷ εὐπορηκέναι τοιοῦδε διδασκάλου, ἄλλως ἐπὶ τοῦτο ἔρχεται ἥ τῷ πιστεύειν τὴν αἵρεσιν ἐκείνην κρείττονα εἶναι; οὐ γὰρ περιμείνας ἀκοῦσαι τοὺς πάντων φιλοσόφων λόγους καὶ τῶν διαφόρων αἱρέσεων, καὶ τὴν ἀνατροπὴν μὲν τῶνδε κατασκευὴν δὲ ἑτέρων, οὕτως αἱρεῖται ἤτοι Στωῖκὸς ἢ Πλατωνικὸς ἢ Περιπατητικὸς ἢ Ἐπικούρειος εἶναι, ἢ ὀποιασδήποτε φιλοσόφων αἱρέσεως· ἀλλʼ ἀλόγῳ τινὶ, κἂν [*](329) μὴ βούλωνται τοῦτο ὁμολογεῖν, φορᾷ ἔρχονται ἐπὶ τὸ ἀσκῆσαι, φέρʼ εἰπεῖν, τὸν Στωϊκὸν λόγον, καταλιπόντες τοὺς λοιπούς· τὸν Πλατωνικὸν ὑπερφρονήσαντες ὡς ταπεινότερον τῶν ἄλλων, ἢ τὸν Περιπατητικὸν ὡς ἀνθρωπικώτατον καὶ μᾶλλοῦ τῶν λοιπῶν αἱρέσεων εὐγνωμόνως ὁμολογοῦντα τὰ ἀνθρόπινα ἀγαθά. καὶ ἀπὸ προίῃς δὲ προσβολῆς ταραχθέντες τινὲς εἰς τὸν περὶ προνοίας λόγον, ἐκ τῶν ἐπὶ γῆς γινομένων φαύλοις καὶ σπουδαίοις, προπετέστερον συγκατέθεντο τῷ μηδαμῶς εἶναι πρόνοιαν, καὶ τὸν πικούρου καὶ Κέλσου εἴλουτο λόγον.

3. Εἴπερ οὖν δεῖ πιστεύειν, ὡς ὁ λόγος ἐδίδαξεν, ἑνί τινι τῶν αἱρέσεις εἰσηγησαμένων ἐν Ἕλλησιν ἢ βαρβάροις· πῶς οὐχὶ μᾶλλον τῷ ἐπὶ πᾶσι θεῷ, καὶ τῷ διδάσκοντι τοῦτον μόνον δεῖν σέβειν, τὰ δὲ λοιπὰ, ἤτοι ὡς μὴ ὄντα, ἢ ὡς ὄντα μὲν καὶ τιμῆς ἄξια οὐ μὴν καὶ προσκυνήσεως καὶ σεβασμοῦ, παρορᾷν; περὶ ὧν ὁ μὴ πιστεύων [*](8 ἄλλως] ἡ οὐκ ἄλλως ABC 10, 11 λόγους post αὶρέσεων ABC 15 ἔρχονται] ἔρχεται ΑBC* 16 καταλείποντες A; καταλιπὼν c* 17 λοιπούς·] + ἢ ABC 19 εὐγνωμόνως] ἀνθρωπίνως ABC 25 ἐνί] ἐν B; ἐπί ΑC 28 μόνον δεῖν] U+05D0 corr A; μόνον δεῖ U+05D0*B; δὴ μόνον C)

99
[*](U+05D0ABC) μόνον, ἀλλὰ καὶ λόγῳ θεωρῶν τὰ πράγματα, ἐρεῖ τὰς ὑποπιπτούσας αὐτῷ καὶ εὑρισκομένας ἐκ τοῦ πάνυ ζητεῖν ἀποδείξεις. πῶς δʼ οὐκ εὐλογώτερον, πάντων τῶν ἀνθρωπίνων πίστεως ἠρτημένων, ἐκείνων μᾶλλον πιστεύειν τῷ θεῷ; τίς γὰρ πλεῖ ἢ γαμεῖ ἢ παιδοποιεῖται ῥίπτει τὰ σπέρματα ἐπὶ τὴν γῆν, μὴ τὴ κρείττονα πιστεύων ἀπαντήσεσθαι, δυνατοῦ ὄντος καὶ τοῦ ἐναντία γενέσθαι, καὶ ἔστιν ὅτε γινομένου; ἀλλʼ ὅμως περὶ τοῦ κρείττονα καὶ τὰ κατʼ εὐχήν ἀπαντήσεσθαι πίστις τολμᾷν πάντας ποιεῖ, καὶ ἐπὶ τὰ ἄδηλα καὶ δυνατὰ ἄλλως συμβῆναι. εἰ δὲ συνέχει τὸν βίον ἐν πάσῃ πράξει ἀδήλῳ, ὅπως ἐκβήσεται, ἡ ἐλπὶς καὶ ἡ περὶ τῶν μελλόντων χρηστοτέρα πίστις· πῶς οὐ μᾶλλον αὕτη παραληφθήσεται εὐλόγως τῷ πιστεύοντι ὑπὲρ τὴν πλεομένην θάλασσαν καὶ γῆν σπειρομένην καὶ γυναῖκα γαμουμένην, καὶ τὰ λοιπὰ ἐν ἀνθρώποις πράγματα, τῷ ταῦτα πάντα δημιουργήσαντι θεῷ, καὶ τῷ μετὰ ὑπερβαλλούσης μεγαλονοίας καὶ θείας μεγαλοφροσύνης τολμήσαντι τοῦτου τὸν λόγον παραστῆσαι τοῖς πανταχοῦ τῆς οἰκουμένης, μετὰ μεγάλων κινδύνων καὶ θανάτου νομιζομένου ἀτίμου, ἃ ὑπέμεινεν ὑπὲρ ἀνθρώπων, διδάξας καὶ τοὺς ὑπηρετεῖσθαι τῇ διδασκαλίᾳ αὐτοῦ ἐν τῇ ἀρχῇ πεισθέντας, [*](330) μετὰ πάντων κινδύνων καὶ τῶν ἀεὶ προσδοκωμένων θανάτων τολμῆσαι ἀποδημῆσαι πανταχοῦ τῆς οἰκουμένης ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας;

[*](337)

4. Λεγέτω δὴ ἡμῖν ὁ τῇ πίστει χριστιανῶν ἐγκαλῶν, ποίοις ἀποδεικτικοῖς λόγοις ἠναγκάσθη παραδέξασθαι πολλὰς γεγονέναι ἐκπυρώσεις καὶ πολλοὺς κατακλυσμούς· πάντων δὲ νεώτερον εἶναι κατακλυσμὸν μὲν τόν ἐπὶ Δευκαλίωνος, ἐκπύρωσιν δὲ τὴν ἐπὶ Φαέθοντος. ἀλλʼ ἐὰν προβάλληται τοὺς Πλάτωνος περὶ τούτων διαλόγους, φήσομεν αὐτῷ καὶ ἡμῖν ἐξεῖναι πιστεύειν ἐν καθαρᾷ καὶ [*](7 τοῦ] + τὰ ABC 8 τοῦ] + τὰ ins. supra lin. U+05D0 13 οὐ] οὐχὶ ABC 22 om. πάντων ABC 25 C. Cels. i. 19 δὴ] δʼ ABC)

100
εὐσεβεῖ ψυχῇ Μωσέως, πᾶν γενητὸν ὑπεραναβάντος καὶ [*](U+05D0ABC) τοῦ δημιουργοῦ τῶν ὅλων ἑαυτὸν ἐξαρτήσαντος, ἐμπεπολιτεῦσθαι πνεῦμα θεῖον, πολλῷ ἐναργέστερον Πλάτωνος καὶ τῶν παρʼ Ἕλλησι καὶ παρὰ βαρβάροις σοφῶν τὰ τοῦ θεοῦ [*](338) παραστήσαντος. εἰ δʼ ἀπαιτεῖ ἡμᾶς λόγους τῆς τοιαύτης πίστεως, διδότω πρότερος περὶ ὧν αὐτὸς ἀναποδείκτως ἀπεφήνατο, καὶ ἑξῆς κατασκευάσομεν τὰ ἡμέτερα ταῦθʼ οὕτως ἔχειν.

5. Ἔστωσαν δὲ τῷ Κέλσῳ τοῦ περὶ τῶν ἐκπυρώσεων καὶ ἐξυδατώσεων μύθου διδάσκαλοι οἱ κατʼ αὐτὸν σοφώτατοι Αἰγύπτιοι, ὧν τῆς σοφίας ἴχνη ἄλογα ζῶα προσκυνούμενα καὶ λόγοι παριστάντες εὔλογον εἶναι καὶ ἀνακεχωρηκυῖάν τινα καὶ μυστικὴν τὴν τοιαύτην τοῦ θείου θεραπείαν. κἂν μὲν Αἰγύπτιοι περὶ τῶν ζώων σεμνύνοντες ἑαυτῶν τὸν λόγον θεολογίας φέρωσι, σοφοί εἰσιν· ἐὰν δὲ ὁ τῷ Ἰουδαίων συγκαταθέμενος νόμῳ καὶ νομοθέτῃ πάντα ἀναφέρῃ ἐπὶ τὸν τῶν ὅλων δημιουργὸν μόνον θεὸν, ἥττων εἶναι παρὰ Κέλσῳ καὶ τοῖς ὁμοίοις αὐτῷ λογίζεται τοῦ μὴ εἰς λογικὰ μόνον καὶ θνητὰ ζῶα, ἀλλὰ καὶ εἰς ἄλογα κατάγοντος τὴν θεότητα, ὑπὲρ τὴν μυθικὴν μετενσωμάτωσιν, τὴν περὶ τῆς πιπτούσης ἀπὸ τῶν ἀφίδων τοῦ οὐρανοῦ φυχῆς καὶ ἕως τῶν ἀλόγων ζώων, οὐ μόνον ἡμέρων ἀλλὰ καὶ ἀγριωτάτων, καταβαινούσης. καὶ ἐὰν μὲν Αἱγύπτιοι μυθολογῶσι, πιστεύονται πεφιλοσοφηκέναι δι᾿ αἰνιγμῶν καὶ ἀπορρήτων· ἐὰν δὲ Μωσῆς ὅλῳ ἔθνει συγγράφων ἱστορίας καὶ νόμους αὐτοῖς καταλίπῃ, μῦθοι κενοὶ νομίζονται μηδʼ ἀλληγορίαν ἐπιδεχόμενοι οἱ λόγοι αὐτοῦ. τοῦτο γὰρ Κέλσῳ καὶ τοῖς Ἐπικουρείοις δοκεῖ.

6. Εἶτ ἐπεί φησιν ὁ Κέλσος αὐταῖς λέξεσιν· ‘Εἰ μὲν [*](330) δὴ θελήσουσιν ἀποκρίνεσθαί μοι, ὡς οὐ διαπειρωμένῳ, πάντα γὰρ οἶδα,’ καὶ τὰ ἑξῆς· λεκτέον δὲ πρὸς τό ‘πάντα [*](4 om. παρὰ ΑBC τὰ τοῦ] τὰ U+05D0; τοῦ (?) corr 7 κατα- σκευάζομεν 13 θείου] θεοῦ U+05D0 16 ὁ τῶ] τις τῶ τῶν C; τις τῶν ΑB* 20 ὑπὲρ] ἐπὶ U+05D0 24 αἰνιγμάτων ABC 29 C. Cels. i. 12 30 δὴ] οὗν ABC ἀποκρίνασθαί ABC)

101
[*](U+05D0ΑBC) γὰρ οἶδα,’ ἀλαζονικώτατα ὑπ᾿ αὐτοῦ ἀποτετολμημένον, ὅτι, εἴπερ ἀνεγνώκει μάλιστα τοὺς προφήτας, ὁμολογουμένων αἰνιγμάτων πεπληρωμένους καὶ λόγων τοῖς πολλοῖς ἀσαφῶν, καὶ εἰ ἐντετεύχει ταῖς εὐαγγελικαῖς παραβολαῖς καὶ τῇ λοιπῇ νόμου καὶ τῆς Ἰουδαϊκῆς ἱστορίας γραφῇ καὶ ταῖς τῶν ἀποστόλων φωναῖς, καὶ ἀναγνοὺς εὐγνωμόνως ἐβούλετο εἰσελθεῖν εἰς τόν τῶν λέξεων νοῦν, οὐκ ἂν οτως ἐθρασύνετο, οὐδʼ εἶνε· ‘πάντα γὰρ οἶδα.’ ὡς οὐδ᾿ ἡμεῖς οἱ τούτοις ἐνδιατρίψαντες εἴποιμεν ἄν· ‘πάντα γὰρ οἶδαʼ· φίλη γὰρ ἡ ἀλήθεια. οὐδεὶς ἡμῶν ἐρεῖ· πάντα γὰρ οἶδα τὰ Ἐπικούρου· ἢ θαρρήσει ὅτι πάντα οἶδε τὰ Πλάτωνος· τοσούτων οὐσῶν διαφωνιῶν καὶ παρὰ τοῖς διηγουμένοις αὐτά. τίς γὰρ οὕτω θρασὺς εἰπεῖν· πάντα γὰρ οἶδα τά Στωϊκὰ, ἢ πάντα τὰ Περιπατητικά; εἰ μὴ ἂρα τό ‘πάντα γὰρ οἶδαʼ ἀπό τινων ἰδιωτῶν ἀναισθήτων ἀκούσας, οὐκ αἰσθανομένων τῆς ἑαυτῶν ἀμαθίας, ᾠήθη ὡς τοιούτοις διδασκάλοις χρησάμενος πάντα ἐγνωκέναι. δοκεῖ δέ μοι τοιοῦτόν τι πεποιηκέναι, ὡς εἴ τις τῇ Αίγύπτῳ ἐπιδημήσας, ἔνθα οἱ μὲν Αἰγυπτίων σοφοὶ κατὰ τὰ πάτρια γράμματα πολλά φιλοσοφοῦσι περὶ τῶν παρʼ αὐτοῖς νενομισμένων θείων, οἱ δὲ ἰδιῶται μύθους τινὰς ἀκούοντες ὧν τοὺς λόγους οὐκ ἐπίστανται μέγα ἐπʼ αὐτοῖς φρονοῦσιν, ᾤετο πάντα τὰ Aἰγυπτίων ἐγνωκέναι, τοῖς ἰδιώταις αὐτῶν μαθητεύσας καὶ μηδενὶ τῶν ἱερέων συμμίξας μηδʼ ἀπό τινος αὐτῶν τὰ Αἱγυπτίων ἀπόρρητα μαθών. ἃ δʼ εἶπον περὶ Αἰγυπτίων σοφῶν τε καὶ ἰδιωτῶν, δυνατὸν ἰδεῖν καὶ περὶ Περσῶν· παρʼ οἶς εἰσὶ τελεταὶ, πρεσβευόμεναι μὲν λογικῶς ὑπὸ τῶν παρʼ αὐτοῖς λογίων, συμβολικῶς δὲ γινόμεναι ὑπό τῶν παρʼ αὐτοῖς πολλῶν καὶ ἐπιπολαιοτέρων. τὸ δʼ αὐτὸ καὶ περὶ Σύρων καὶ Ἰνδῶν καὶ τῶν ὅσοι καὶ μύθους καὶ γράμματα ἔχουσι λεκτέον.

[*](4 ἐντετυχήκει ABC 13 γὰρ (pr)] δʼ ABC 14 στωικῶν ABC περιπατητικῶν C 19 αἰγυπτίων] αἰγύπτιοι ABC 30 γράμ- ματα] πράγματα ΑB*C)
102

7. Ἐπεὶ δʼ ὁ Κέλσος ἔθηκεν ὡς λεγόμενον ὑπὸ [*](331 U+05D0A) πολλῶν χριστιανῶν· ‘Κακὸν μέν γε ἡ ἐν τῷ βίῳ σοφία, ἀγαθὸν δʼ ἡ μωρία·᾿ λεκτέον ὅτι συκοφαντεῖ τὸν λόγον, μὴ ἐκθέμενος αὑτὴν τὴν παρὰ τῷ Παύλῳ κειμένην λέξιν οὔτως [*](1 Co iii 18 f.) ἔχουσαν· Εἴ τις δοκεῖ σοφός εἶναι ἐν ὑμῖν, ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω, ἵνα γένηται σοφός· ἡ γάρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ θεῷ ἐστίν. οὐκοῦν ὁ μὲν ἀπόστολός φησιν οὐχ ἀπλῶς Ἡ σοφία μωρία παρὰ θεῷ ἐστίν· ἀλλʼ Ἡ σοφία τοῦ κόσμου τούτου. καὶ πάλιν, οὐκ Εἴ τις δοκεῖ σοφός εἶναι ἐν ὑμῖν, ἁπαξαπλῶς μωρός γενέσθω· ἀλλʼ Ἐν τῷ αἰῶνι τούτῳ μωρός γενέσθω, ἵνα γένηται σοφός. σοφίαν οὖν τούτου τοῦ αἰῶνος λέγομεν τὴν κατὰ τὰς γραφάς καταργουμένην πᾶσαν ψευδοδοξοῦσαν φιλοσοφίαν· καὶ μωρίαν λέγομεν ἀγαθὸν, οὐκ ἀπολελυμένως, ἀλλʼ ὅτε τις τῷ αἰῶνι τούτῳ γίνεται μωρός· ὡς εἰ λέγοιμεν καὶ τὸν Πλατωνικὸν, πιστεύοντα τῇ ἀθανασίᾳ τῆς ψυχῆς καὶ τοῖς περὶ αὐτῆς λεγομένοις περὶ μετενσωματώσεως, μυρίαν ἀνειληφέναι, ὡς πρὸς τοὺς Στωῖκοὺς διασύροντας τὴν τούτων συγκατάθεσιν· καὶ ὡς πρός Περιπατητικοὺς θρυλοῦντας τὰ Πλάτωνος τερετίσματα· καὶ ὡς πρὸς Ἐπικουρείους δεισιδαιμονίαν ἐγκαλοῦντας τοῖς εἰσάγουσι πρόνοιαν καὶ θεὸν ἐφιστᾶσι τοῖς ὅλοις. ἔτι δὲ ὅτι καὶ κατὰ τό τῷ λόγῳ ἀρέσκον πολλῷ διαφέρει μετὰ λόγου καὶ σοφίας συγκατατίθεσθαι τοῖς δόγμασιν ἠπερ μετὰ φιλῆς τῆς πίστεως· καὶ ὅτι κατὰ περίστασιν καὶ τοῦτʼ ἐβουλήθη ὁ λόγος, ἱνα μὴ πάντη ἀνωφελεῖς ἐάσῃ τοὺς ἀνθρώπους· δηλοῖ ὁ τοῦ Ἰησοῦ γνήσιος μαθητὴς Παῦλος, [*](1 Co i 21) εἰπών· Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὀ κόσμος διὰ τῆς σοφίας τόν θεόν, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. σαφῶς οὖν διὰ τούτων δηλοῦται ὅτι ἐν τῇ σοφίᾳ τοῦ θεοῦ ἐχρῆν [*](2 κακὸν μέν γε] ὅτι κακὸν ABC 7 παρὰ]+ τῶ ABC 8 παρὰ] + τῶ ABC 12 τοῦ αἰῶνος τούτου A BC 14 ἀγαθὴν ἀπολελυμένον ABC)

103
[*](U+05D0ΑBC) γιγνώσκεσθαι τὸν θεόν. καὶ ἐπεὶ μὴ τοῦτο γεγένηται οὕτως, δεύτερον εὐδόκησεν ὁ θεὸς σῶσαι τοὺς πιστεύοντας οὐχ ἀπαξαπλῶς διὰ μωρίας, ἀλλὰ διὰ μωρίας ὅσον ἐπὶ κηρύγματι. αὐτόθεν γὰρ κηρυσσόμενος Ἰησοῦς Χριστός ἐσταυραμένος μωρία ἐστὶ κηρύγματος· ὡς καὶ ὁ συναισθόμενος αὐτοῦ λέγει Παῦλος ἐν τῷ· Ἡμεῖς δὲ κηρύσσομεν [*](Co i 23 f.) Ἰησοῦν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον ἔθυεσι δὲ μωρίαν· αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν.

[*](376)

8. Ὅτι τοῖς δυναμένοις φρονίμως καὶ εὐγνωμόνως ἐξετάζειν τὰ περὶ τοὺς ἀποστόλους τοῦ Ἰησοῦ φαίνεται, ὅτι δυνάμει θεία ἐδίδασκον οὗτοι τὸν χριστιανισμὸν καὶ ἐπετύγχανον ὑπάγοντες ἀνθρώπους τῷ λόγῳ τοῦ θεοῦ. οὐ γὰρ ἡ εἰς τὸ λέγειν δύναμις καὶ τάξις ἐπαγγελίας, κατὰ τὰς Ἐλλήνων διαλεκτικὰς ῥητορικάς τέχνας, ἦν ἐν αὐτοῖς [*](377) ὑπαγομένη τοὺς ἀκούοντας. δοκεῖ δέ μοι, ὅτι σοφοὺς μέν τινας ὡς πρὸς τὴν τῶν πολλῶν ὑπόληψιν καὶ ἱκανοὺς πρὸς τὸ νοεῖν ἀρεσκόντως πλήθεσι καὶ λέγειν ἐπιλεξάμενος, καὶ χρησάμενος αὐτοῖς διακόνοις τῆς διδασκαλίας, ὁ Ἰησοῦς εὐλογώτατʼ ἄν ὑπενοήθη ὁμοίᾳ φιλοσόφοις κεκηρύχθαι ἀγωγῇ αἱρέσεώ τινος προϊσταμένοις· καὶ οὐκέτι ἂν ἡ περὶ τοῦ θεῖον εἶναι τὸν λόγον ἐπαγγελία ἀνεφαίνετο· ἅτε τοῦ λόγου ὄντος καὶ τοῦ κηρύγματος ἐν πειθοῖς τῆς ἐν φράσει [*](cf 1 Co ii 4 f.) καὶ συνθέσει τῶν λέξεων σοφίας· καὶ ἦν ἂν ἡ πίστις, ὁμοίως τῇ τῶν τοῦ κόσμου φιλοσόφων περὶ τῶν δογμάτων [*](8 ἔθνεσι] ἐλλησι BC 13 C. Cels. i. 62 17 ἀπαγ- γελίας B; ἀπαγγελείας A 19 ὅτι] ]+ εἰ U+05D0 (sed punctis notatur) 21 καὶ λέγειν post νοεῖν ABC 23 κεκηρύχθαι] κεχρῆσθαι ΑBC 25 ἀπαγγελεία A 26 πειθοῖς] cf. p. 41 l 14. p. 71 l 30)

104
πίστει, ἐν σοφίᾳ ἀνθρώπων καὶ οὐκ ἐν δυνάμει θεοῦ. νυνὶ [*](U+05D0ABC) δὲ τίς βλέπων ἁλιεῖς καὶ τελώνας, μηδὲ τά πρῶτα γράμματα μεμαθηκότας (ὡς τὸ εὐαγγέλιον ἀναγράφει περὶ αὐτῶν, καὶ ὁ Κέλσος κατὰ ταῦτα πεπίστευκεν αὐτοῖς, ἀληθεύουσι περὶ τῆς ἰδιωτείας αὐτῶν), τεθαρρηκότως οὐ μόνον Ἰουδαίοις ὁμιλοῦντας περὶ τῆς εἰς τόν Ἰησοῦν πίστεως, ἀλλὰ καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι κηρύσσοντας αὐτὸν καὶ ἀνύοντας, οὐκ ἂν ζητήσαι πόθεν ἦν αὐτοῖς δύναμις πιστική; οὐ γὰρ ἡ νενομισμένη τοῖς πολλοῖς. καὶ τίς οὐκ ἄν λέγοι [*](Mt iv 19) ὅτι τό· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· δυνάμει τινὶ θεία ἐν τοῖς ἀποστόλοις αὐτοῦ ἐπλήρωσεν ὁ Ἰησοῦς; ἥντινα καὶ ὁ Παῦλος παριστὰς, ὡς καὶ ἐν [*](1 Co ii 4 f.) τοῖς ἀνωτέρω εἰρήκαμεν, φησί· Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλʼ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως· ἵνα ἡ πίστις ἡμῶν μὴ ἢ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλʼ ἐν δυνάμει θεοῦ· κατὰ γὰρ τὰ εἰρημένα ἐν τοῖς προφήταις, προγνωστικῶς [*](Ps Ixviii (lxvii) 12 f) ἀπαγγέλλουσι περὶ τῆς κηρύξεως τοῦ εὐαγγελίου· Κύριος ἔδωκε ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ· ἵνα καὶ ἠ λέγουσα προφητείω· [*](Ps cxlvii 15 (4)) Ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ· πληρωθῇ. [*](cf Ps xix (xviii) 5) καὶ βλέπομέν γε, ὅτι Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ τῶν ἀποστόλων Ἰησοῦ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. διὰ τοῦτο δυνάμεως μὲν πληροῦνται οἱ λόγου τοῦ μετὰ δυνάμεως ἀπαγγελλομένου ἀκούοντες, ἣν ἐπιδείκνυνται τῇ τε διαθέσει καὶ τῷ βίῳ καὶ τῷ ἔως θανάτου ἀγωνίζεσθαι περὶ τῆς ἀληθείας· διάκενοι δέ τινές εἰσι, κἂν ἐπαγγέλλωνται πιστεύειν τῷ θεῷ διὰ τοῦ Ἰησοῦ, οἱ μὴ δύναμιν θείαν ἔχοντες προσάγεσθαι δοκοῦντες τῷ λόγῳ τοῦ θεοῦ. εἰ καὶ ἀνωτέρω δʼ ἐμνήσθην εὐαγγελικοῦ ῥητοῦ ὑπὸ τοῦ σωτῆρος εἰρημένου, οὐδὲν ἡττον καὶ [*](11, 12 ἐπλήρωσεν ἐν τ. άπ. αὐτοῦ ABC 14 om. ἀνθρωπίνης ABC 23 φθόγγος post ὁ ABC 25 λόγου] λόγοι U+05D0*BC 27 τὤ τὸ ΑBC 29 μὴ] + ὑπὸ U+05D0 (sed punctis notatur))
105
[*](U+05D0ABC) νῦν αὐτῷ κατά καιρὸν χρήσομαι, παριστάς καὶ τὴυ τοῦ σωτῆρος ἡμῶν περὶ τῆς τοῦ εὐαγγελίου κηρύξεως πρόγνωσιν θειότατα δηλουμένην, καὶ τὴν τοῦ λόγου ἰσχν χωρὶς [*](378) διδασκάλων κρατοῦσαν τῶν πιστευόντων τῇ μετά δυνάμεως θείας πειθοῖ. φησὶ δὴ ὁ Ἰησοῦς· Ὁ μὲν θερισμός πολὺς, [*](Mt ix 37 f.) οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖυ τοῦ κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.

9. Ἐπεὶ δὲ καὶ ἐπιρρήτους εἶπεν ἀνθρόπους, τελώνας καὶ ναύτας πονηροτάτους λέγων ὁ Κέλσος τοὺς ἀποστόλους Ἰησοῦ· καὶ περὶ τούτου φήσομεν ὅτι ἔοικεν, ἵνα μὲν ἐγκαλέσῃ τῷ λόγῳ, πιστεύειν ὅπου θέλει τοῖς γιγραμμένοις· ἵνα δὲ τὴν ἐμφαινομένην θειότητα ἐν τοῖς αὐτοῖς βιβλίοις ἀπαγγελλομένην μή παραδέξηται, ἀπιστεῖν τοῖς εὐαγγελίοις· δέου τὸ φιλάληθες ἰδόντα τῶν γραψάντων ἐκ τῆς περὶ τῶν χειρόνων ἀναγραφῆς πιστεῦσαι καὶ περὶ τῶν θειοτέρων. γέγραπται δὴ ἐν τῇ Βαρνάβα καθολικῇ ἐπιστολῇ, ὅθεν ὁ Κέλσος λαβὼν τάχα εἶπεν εἶναι ἐπιρρήτους καὶ πονηροτάτους τοὺς ἀποστόλους, ὅτι Ἐξελέξατο τοὺς [*](Εp Barn v 9) ἰδίους ἀποστόλους Ἰησοῦς, ὄντας ὑπὲρ πᾶσαν ἀνομίαν ἀνομωτέρους. καὶ ἐν τῷ εὐαγγελίῳ δὲ τῷ κατὰ Λουκᾶν φησὶ πρός τὸν Ἰησοῦν ὁ Πέτρος· Ἔξελθε ἀπʼ ἐμοῦ, ὅτι ἀνὴρ [*](Lc v 8) ἁμαρτωλός εἰμι, κύριε. ἀλλά καὶ ὁ Παῦλος ἐν τῇ πρός Τιμόθεόν φησι, καὶ αὐτός ὕστερον ἀπόστολος Ἰησοῦ γενόμενος, ὅτι Πιστὸς ὁ λόγος, ὅτι Ἰησοῦς Χριστὸς ἦλθεν εἰς [*](1 Tim i 15) τόν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγὡ. τί οὖν ἄτοπον, βουλόμενον παραστῆσαι τῷ γένει τῶν ἀνθρώπων τὸν Ἲησοῦν ὁπηλίκην ἔχει ψυχῶν ἰατρικήν, τοὺς ἐπιρρήτους καὶ πονηροτάτους ἐπιλέξασθαι, καὶ τούτους προαγαγεῖν ἐπὶ τοσοῦτον, ὥστʼ αὐτοὺς παράδειγμα εἶναι ἤθους καθαρωτάτου τοῖς δι᾿ αὐτῶν προσαγομένοις τῷ Χριστοῦ εὐαγγελίῳ;

[*](10 ἔοικεν κ.τ.λ.] cf. supra c. xv. p. 83 l. 4 20 ἐν τῶ κατὰ λουκᾶν δὲ (om. δὲ C) εὐαγγελίῳ ABC 23 γενόμενος ἰησοῦ ABC 30 αὐτῶν] αὐτὸν U+05D0*)
106

10. Εἰ δʼ ἐπὶ τῷ προτέρῳ βίῳ ὀνειδίζειν μέλλοιμεν [*](U+05D0ABC) τοῖς μεταβαλοῦσιν, ὥρα καὶ Φαίδωνος ἡμᾶς κατηγορεῖν καὶ φιλοσοφήσαντος, ἐπεὶ, ὡς ἡ ἱστορία φησὶν, ἀπὸ οἰκήματος [*](379) στέγους αὐτὸν μετήγαγεν εἰς φιλόσοφον διατριβήν ὁ Σωκράτης. ἀλλὰ καὶ τὴν Πολέμωνος ἀσωτίαν, τοῦ διαδεξαμένου Ξενοκράτην, ὀυειδίσομεν φιλοσοφίᾳ· δέον κἀκεῖ τοῦτʼ αὐτῆς ἀποδέξασθαι, ὅτι δεδύνηται ὁ ἐν τοῖς πείσασι λόγος ἀπὸ τηλικούτων μεταστῆσαι κακῶν τοὺς προκατειλημμένους ἐν αὐτοῖς. καὶ παρὰ μὲν τοῖς Ἔλλησιν εἶς τις Φαίδων, καὶ οὐκ οἶδα εἰ δεύτερος, καὶ εἶς Πολέμων, μεταβαλόντες ἀπὸ ἀσώτου καὶ μοχθηροτάτου βίου ἐφιλοσόφησαν· παρὰ δὲ τῷ Ἰησοῦ οὐ μόνοι τότε οἱ δώδεκα, ἀλλʼ ἀεὶ καὶ πολλαπλασίους, οἵτινες γενόμενοι [*](Tit iii 3 ff.) σωφρόνων χορός λέγουσι περὶ τῶν προτέρων· Ἠμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοὶ, μισοῦντες ἀλλήλους. ὅτε δʼ ἡ χρηστότης καὶ ἠ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, διἀ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος, [*](Ps cvii (cvi) 20) οὖ ἐξέχεεν ἐφʼ ἡμᾶς, τοιοίδε γεγόναμεν. Ἐξαπέστειλε γάρ ὁ θεός τὸυ λόγον αὐτοῦ, καὶ ἰάσατο αὑτοὺς, καὶ ἐρρύσατο αὑτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν· ὡς ὁ ἐν ψαλμοῖς προφητεύσας ἐδίδαξε. καὶ ταῦτα δʼ ἂυ προσθείην τοῖς λεγομένοις, ὅτι Χρύσιππος, ἐν τῷ περὶ παθῶν θεραπευτικῷ, πειρᾶται ὑπὲρ τοῦ καταστεῖλαι τὰ ἐν ἀνθρώποις πάθη τῶν ψυχῶν, μὴ προσποιησάμενος ποῖόν τι τῆς ἀληθείας ἐστὶ δόγμα, θεραπεύειν κατὰ τὰς διαφόρους αἱρέσεις τοὺς ἐν τοῖς πάθεσι προκατειλημμένους, καί φησιν ὅτι, κἂν ἡδονὴ [*](4 στέγους αὐτὸν] τέγους αὐτὸν AC; ἐτείου σἁυτὸν U+05D0 (sic) εἰς] ἐπὶ τὴν ABC 6 φιλοσοφία] καὶ μετὰ φιλοσοφίαν ABC 8 λόγος] λόγοις (?) U+05D0* 12 μόνοι] μόνον ΑB*C 13 ἀλλʼ ἀε]i ἀλλὰ AB*C 19 ἀνακαινώσεως] τοῦ U+05D0 (supsa lin.) 20 οὔ] supra lim n U+05D0 ; δ B ἡμᾶς] + πλουσίως U+05D0 (supra lin.) 23 λελεγ- μένοις ABC 26 ποῖόν τι] ποῖον τὸ Α BC 27 ἐν] καὶ U+05D0 (sed puncti notatur))

107
[*](U+05D0ΑBC) τέλος ἦ, οὑτωσὶ θεραπευτέον τὰ πάθη· κἀν τρία γένη τῶν ἀγαθῶν, οὐδὲν ἧττον κατὰ τὸν λόγον τοῦτον τῶν παθῶν οὕτως ἀπαλλακτέον τοὺς ἐνεχομένους αὐτοῖς. οἱ δὲ κατήγοροι τοῦ χριστιανισμοῦ οὐχ ὁρῶσιν ὅσων πάθη καὶ ὅσων χύσις κακίας καταστέλλεται, καὶ ὅσων ἄγρια ἤθη ἡμεροῦται προφάσει τοῦ λόγου· ᾧ ἔδει αὐτοὺς ἐντυχόντας τῷ κοινωνικῷ χάριτας ὁμολογεῖν, καινῇ μεθόδῳ πολλῶν κακῶν μεταστήσαντι τοὺς ἀνθρώπους· καὶ μαρτυρεῖν γε αὐτῷ, εἰ καὶ μὴ ἀλήθειαν, ἀλλὰ τὸ λυσιτελὲς τῷ τῶν ἀνθρώπων γένει.