Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

[*](401)

17. Εἰ γὰρ μὴ ἦσαν φιλαλήθεις ἀλλʼ, ὡς οἴεται Κέλσος, πλάσματα ἀναγράφοντες, οὐκ ἂν Πέτρον ἀνέγραψον ἀρνησάμενον ἢ τοὺς μαθητὰς Ἰησοῦ σκανδαλιζομένους. τίς γὰρ, εἰ καὶ γέγονε τοιαῦτα, ἤλεγξε τὸν λόγον, ὅτι οὕτως ἀπήντησε; καί τοί γε κατὰ τὸ εἰκὸς ἐχρῆν σεσιωπῆσθαι ταῦτα ἀνθρώποις βουλομένοις διδάσκειν τοὺς ἐντυγχάνοντας τοῖς εὐαγγελίοις θανάτου καταφρονεῖν ὑπὲρ τῆς ὁμολογίας τοῦ χριστιανισμοῦ. νυνὶ δʼ ὁρῶντες ὅτι ὁ λόγος δυνάμει κρατήσει τῶν ἀνθρώπων ἔθηκαν καὶ τὰ τοιαῦτα, οὐκ οἶδʼ ὅπως οὐ βλάψοντα τοὺς ἐντυγχάνοντας οὐδὲ πρόφασιν δώσουτα ἀρνήσεως.

[*](690)

18. Ἔχει δέ τι καὶ μυστικώτερον ὁ λόγος, ἀπαγγέλ [*](691) τὰς τοῦ Ἰησοῦ διαφόρους μορφὰς ἀναφέρεσθαι ἐπὶ τὴν τοῦ θείου λόγου φύσιν, οὐχ ὁμοίως φαινομένου τοῖς τε πολλοῖς καὶ τοῖς ἀκολουθεῖν αὐτῷ εἰς ὑψηλὸν, ὃ ἀποδεδώκαμεν, [*](cf. Mt xvii 1) ὄρος δυναμένοις. τοῖς μὲν γὰρ ἔτι κάτω τυγχάνουσι καὶ μηδέπω ἐπὶ τὸ ἀναβαίνειν παρεσκευασμένοις ὁ λόγος οὐκ ἔχει εἶδος οὐδὲ κάλλος· τὸ γὰρ εἶδος αὐτοῦ τοῖς τοιούτοις [*](Is liii 2 f.) ἐστὶν ἄτιμον, καὶ ἐκλεῖπον παρὰ τοὺς ὑπὸ ἀνθρώπων γεγενημένους λόγους, τροπικῶς ἐν τούτοις καλουμένους υἱοὺς ἀνθρώπων. εἴποιμεν γὰρ ἂν πολλῷ ὡραιοτέρους φαίνεσθαι τοὺς τῶν φιλοσοφούντων λόγους, ὄντας υἱοὺς [*](3 ὁποία ABC 4 C. Cels. i. 63; cf. infra c. xviii. p. 105 l. 10 10 C. Cels. ii. 15 13 τοιαῦτα] ταῦτα U+05D0 17, 18 δυνάμει ὁ λόγος κρατήσει AC; δυνάμει κρατήσει ὁ λόγος B 21 C. Cels. vi. 77; cf. supra p. 82 l. 5 n. μυστικὸν ABC)

84
ἀνθρώπων, παρὰ τὸυ τοῖς πολλοῖς κηρυσσόμενον τοῦ θεοῦ [*]((U+05D0)ABC) [*](1 Co i 21) λόγον, ὃς ἐμφαίνει καὶ μωρίαν κηρύγματος· καὶ διὰ τὴν ἐμφαινομένην μωρίαν τοῦ κηρύγματος λέγουσιν οἱ τοῦτο μόνον θεωροῦντες· Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος. τοῖς μέντοι ἐκ τοῦ ἀκολουθεῖν αὐτῷ δύναμιν ἀνειληφόσι πρὸς τὸ ἕπεσθαι καὶ ἀναβαίνοντι αὐτῷ εἰς τὸ ὑφηλὸν ὅρος, θειοτέραν μορφὴν ἔχει· ἢν βλέπουσιν, εἴ τίς [*](Μt xvi 8) ἐστι Πέτρος χωρήσας τὴν τῆς ἐκκλησίας ἐν ἑαυτῷ οἰκοδομὴν ἀπὸ τοῦ λόγου, καὶ τοσαύτην ἔξιν ἀναλαβὼν ὡς [*](Ps ix 14 f.) μηδεμίαν πύλην ἄδου κατισχύσειν αὐτοῦ, ὑφωθέντος διὰ τὸν λόγον ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλῃ πάσας τὰς αἰνέσεις τοῦ θεοῦ ἐν ταῖς πύλαις τῆς θυγατρὸς [*](cf. Mc iii 17) Σιών· καὶ εἴ τινές εἰσιν ἐκ λόγων τὴν γένεσιν λαβόντες μεγαλοφώνων, οἵτινες οὐδὲν ἀποδέουσι νοητῆς βροντῆς.

19. Καὶ τὰ ἴμάτια δὲ αὐτοῦ κάτω ἄλλα ἐστὶν, οὔκ ἔστι λευκὰ, οὐκ ἔστιν ὡς τὸ φῶς· ἐὰν ἀναβῇς εἰς τὸ ὅρος τὸ ὑφηλὸν, ὄψει αὐτοῦ φῶς καὶ τὰ ἱμάτια. τὰ ἴμάτια τοῦ λόγου αἱ λέξεις εἰσὶ τῆς γραφῆς· ἔνδυμα τῶν θείων νοημάτων τὰ ῥήματά ἐστι ταῦτα. ὡς οὖν αὐτὸς κάτω ἀλλοῖος φαίνεται, καὶ ἀναβὰς μεταμορφοῦται, καὶ γίνεται τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, οὕτω καὶ τὰ ἐνδύματα αὐτοῦ, οὕτω καὶ τὰ ἴμάτια· ὅταν δὲ ἦς κάτω, οὐκ ἔστι λαμπρὰ, οὐκ ἔστι λευκά ἐὰν δὲ ἀναβῇς, ὄφει τὸ κάλλος καὶ τὸ φῶς τῶν ἱματίων, καὶ τὸ πρόσωπον θαυμάσεις τοῦ Ἰησοῦ μεταμορφωθέν. ὅρα δὲ εἰ μὴ ὅμοιόν ἐστι καὶ ἐν τοῖς εὐαγγελίοις περὶ τοῦ σωτῆρος μαθεῖν. τὰ μὲν γὰρ περὶ τῆς γενέσεως αὐτοῦ, γενεαλογουμένου ἐξ Ἀβραὰμ καὶ γεννωμένου ἐκ [*](Mt i 1) σπέρματος Δαυεὶδ κατὰ σάρκα, Βίβλος ἐστὶ γενέσεως Ἰησοῦ Χριστοῦ· τὰ δὲ θειότερα καὶ μείζονα τῶν περὶ αὐτοῦ λεχθησομένων ἄν καὶ ὑπʼ αὑτοῦ ἀπαγγελλομένων φησὶν ὁ [*](1 om. τοῦ U+05D0 5 om. ἐκ τοῦ 8 αὐτῶ 10 κατι- σχύειν ABC 14 μεγαλόφωνοί τινες. οὐδέν ἀποδέουσιν οἱ τῆς βροντῆς· ἀλλὰ πόθεν κέλσω, κ.τ.λ. U+05D0; cf. infra p. 86 l. 4 15 quae scquuntur καὶ τὰ ἱμάτια usque ad τῶν δικαίων αὐτοῦ p. 86 l. 3 non habet 22, 23 ἐστι...ἔστι] ἔτι...ἔτι A)

85
[*](ABC) Ἰωάννης ὥς ἄρα Οὐδὲ τὸν κόσμον οἶμαι χωρεῖν τὰ γραφόμενα [*](Jn xxi 25) βιβλία. τό γὰρ μὴ χωρεῖν τὸν κόσμον τὰ γραφόμενα βιβλία οὐ διὰ τὸ πλῆθος τῶν γραμμάτων, ὥς τινες, ἐκδεκτέον, ἀλλὰ διὰ τὸ μέγεθος τῶν πραγμάτων· τοῦ μεγέθους τῶν πραγμάτων οὐ μόνον οὐ δυναμένου γράφεσθαι, ἀλλʼ οὐδὲ διά γλώσσης σαρκίνης ἀπαγγέλλεσθαι, οὐδὲ ἐν διαλέκτοις καὶ φωναῖς ἀνθρωπίναις σημαίνεσθαι. ὅθεν καὶ Παῦλος, ἐπὰν μανθάνειν μέλλῃ τὰ θειότερα, ἔξω τοῦ καθʼ ἡμᾶς περιγείου κόσμου γίνεται καὶ εἰς τρίτον οὐρανὸν [*](cf. Co xii 2 ff.) ἁρπάζεται, ἴνα τὰ ἐκεῖθεν ἄρρητα ῥήματα ἀκοῦσαι δυνηθῇ. τὰ γὰρ ἐνθάδε λαλούμενα καὶ λόγος εἶναι θεοῦ νομιζόμςνα, τοῦ λόγου σαρκωθέντος, καὶ καθʼ ὃ θεός ἐστι πρὸς τὸν θεὸν [*](Jn i 1 Phil ii 7) ἑαυτὸν κενοῦντος, ἀπαγγέλλεται. διόπερ τὸν τοῦ θεο λόγον ἐπὶ γῆς, ἐπεὶ ἄνθρωπος γέγονε, ἀνθρώπινον βλέπομεν· ἀεὶ γὰρ ἐν ταῖς γραφαῖς ὁ λόγος σὰρξ ἐγένετο, ἴνα [*](Jn i 14) κατασκηνώσῃ ἐν ἡμῖν· ἀλλʼ, ἐὰν εἰς τὸ στῆθος τοῦ σαρκωθέντος [*](cf. Jn xiii 25: Mt xvii 1) λόγου ἀνακλιθῶμεν καὶ ἀνιόντι αὐτῷ εἰς τὸ ὑφηλὸν ὅρος ἀκολουθῆσαι δυνηθῶμεν, ἐροῦμεν τό. Εἴδομεν τὴν [*](cf. Jn i 14) δόξαν αὐτοῦ· τάχα μέν τινων καὶ ἑτέρων παρά τοὺς ἀνακλιθέντας ἐπὶ τοῦ στήθους αὐτοῦ καὶ ἀκολουθήσαντας αὐτῷ εἰς τὸ ὅρος τὸ ὑφηλὸν λεξόντων τό. Εἴδομεν τὴν δόξαν αὐτοῦ· οὐκέτι δὲ προσθησόντων τό· Δόξαν ὡς μονογενοῦς παρὰ πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας· Ἰωάννῃ γὰρ καὶ τοῖς ὁμοίοις πρέπουσα αὕτη ἡ φωνή. καὶ καθʼ ἑτέραν δὲ ὑφηλοτέραν διήγησιν οἱ δυνηθέντες τοῖς ἴχνεσιν Ἰησοῦ κατακολουθεῖν ἀναβαίνοντος καὶ μεταμορφουμένου ἀπὸ τῆς ἐπὶ γῆς ὄψεως, ὅψονται αὐτοῦ τὴν μεταμόρφωσιν καθʼ ἑκάστην γραφήν· οἱονεὶ τοῦ μὲν τοῖς πολλοῖς φαινομένου Ἰησοῦ τῆς προχείρου λέξεως ὄντος· τοῦ δὲ εἰς ὅρος ὑφηλὸν ἀνιόντος καὶ μεταμορφουμένου, σφόδρα ὀλίγοις τῶν μαθητῶν καὶ τοῖς ἀκολουθῆσαι εἰς τὰ ὑφηλὰ δεδυνημένοις, τοῦ [*](4 μέγεθος τῶν πραγμάτων] πλῆθος B 4, 5 om. τοῦ μεγέθους τῶν πραγμάτων C 5 οὐ μόνον μὴ B 6 ἀλλʼ] καὶ ΑC 10 ἐκεῖθεν] ἐνθάδε ΑC 12 καθʼ δ] + ὀ AC 24 om. καὶ AC 25 οἱ] οὐ A)
86
ἀνωτάτου καὶ ὑφηλοτάτου νοῦ περιέχοντος λόγια τῆς ἐν [*]((U+05D0)ABC) [*](1 Co ii 7) μυστηρίῳ ἀποκεκρυμμένης σοφίας, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν τῶν δικαίων αὐτοῦ.

20. Ἀλλὰ πόθεν Κέλσῳ καὶ τοῖς ἐχθροῖς τοῦ θείου [*](691) λόγου καὶ μὴ φιλαλήθως τὰ χριστιανισμοῦ ἐξετάσασιν εἰδέναι τὸ βούλημα τῶν διαφόρων τοῦ Ἰησοῦ μορφῶν; ἐγώ δὲ λέγω καὶ ἡλικιῶν, καὶ εἴ τι τῶν πρὸ τοῦ παθεῖν αὐτῷ πεπραγμένων, καὶ τῶν μετὰ τὸ ἀναστῆναι ἀπὸ τῶν νεκρῶν.