Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

1. Ἐάν ποτε ἀναγινώσκων τὴν γραφὴν προσκόψῃς [*](Ro ix 33; 1 Pe ii 7:) νοήματι ὄντι καλῷ λίθῳ προσκόμματος καὶ πέτρᾳ σκανδάλου, [*](cf. Is viii 14) αἰτιῶ σαυτόν· μὴ ἀπελπίσῃς γὰρ τὸν λίθον τοῦτον τοῦ προσκίμματος καὶ τὴν πέτραν τοῦ σκανδάλου ἔχειν νοήματα, [*](Rο ix 33; cf. Isxxviii 16) ὥστ΄ ἄν γενέσθαι τὸ εἰρημένον· Καὶ ὁ πιστεύων οὐ [*](286) καταισχυνθήσεται. πίστευσον πρῶτον, καὶ εὑρήσεις ὑπὸ τὸ νομιζόμενον σκάνδαλον πολλὴν ὠφέλειαν ἁγίαν. εἰ [*](Mt xii 36) γὰρ ἡμεῖς ἐντολὴν ἐλάβομεν μὴ λέγειν ῥῆμα ἀργόν, ὡς δώσοντες περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως, καὶ ὅση δύναμις φιλοτιμούμεθα πᾶν ῥῆμα τὸ ἐξιὸν ἐκ τοῦ στόματος ὴμῶν ποιεῖν ἐργάζεσθαι καὶ ἐν ἡμῖν τοῖς λέγουσι καὶ ἐν τοῖς ἀκούουσι· τί χρὴ νοεῖν περὶ τῶν προφητῶν, ἢ ὅτι πᾶν ῥῆμα λαληθὲν διὰ τοῦ στόματος αὐτῶν ἐργατικὸν ἢν; καὶ οὐ θαυμαστὸν εἰ πᾶν τὸ ῥῆμα τὸ λαλούμενον ὑπὸ τῶν προφητῶν εἰργάζετο ἔργον τὸ πρέπον ῥήματι. ἀλλὰ γὰρ οἶμαι ὅτι καὶ πᾶν θαυμάσιον γράμμα τὸ γεγραμμένον [*](cf. Mt v 18) ἐν τοῖς λογίοις τοῦ θεοῦ ἐργάζεται. καὶ οὐκ ἔστιν ἰῶτα ἓν ἢ μία κεραία γιγραμμένη ἐν τῇ γραφῇ ἥτις τοῖς ἐπισταμένοις χρῆσθαι τῇ δυνάμει τῶν γραμμάτων οὐκ ἐργάζεται τὸ ἑαυτῆς ἔργον.

2. Ὥσπερ δὲ ἐπὶ τῶν βοτανῶν ἑκάστη μὲν ἔχει [*](3 Ru. III. 285; cf. supra p. 34 l 10 20 διὰ τοῦ] ἐκ AC)

59
[*](ABC) δύναμιν εἴτε εἰς τὴν ὑγίειαν τῶν σωμάτων εἴτε εἰς ὅτι δήποτε, οὐ πάντων δέ ἐστιν ἐπίστασθαι εἰς ὃ ἑκάστη τῶν βοτανῶν ἐστὶ χρήσιμος, ἀλλʼ εἴ τινες ἐπιστήμην εἰλήφασιν, οὗτοι οἱ περὶ τὰς βοτάνας διατρίβοντες ἴνα εἴδωσι καὶ πότε παραλαμβανομένη καὶ ποῦ τῶν σωμάτων ἐπιτιθεμένη καὶ τίνα τρόπον σκευαζομένη ὀνίνησι τόν χρώμενον· οὗτως οἱονεὶ βοτανικός τις πνευματικός ἐστιν ὁ ἄγιος, ἀναλεγόμενος ἀπὸ τῶν ἱερῶν γραμμάτων ἕκαστον ἰῶτα καὶ ἕκαστον τὸ τυχὸν στοιχεῖον, καὶ εὑρίσκων τήν δύναμιν τοῦ γράμματος, καὶ εἰς ὅτι ἐστὶ χρήσιμον, καὶ ὅτι οὐδὲν παρέλκει τῶν γεγραμμένων. εἰ δὲ βούλει καὶ δευτέρου ἀκοῦσαι εἰς τοῦτο παραδείγματος, ἕκαστον μέλος τοῦ σώματος ἡμῶν ἐπί τινι ἔργῳ ὑπὸ τοῦ τεχνίτου θεοῦ γεγένηται· ἀλλʼ οὐ πάντων ἐστὶν εἰδέναι τίς ἡ ἑκάστου τῶν μελῶν μέχρι τῶν τυχόντων δύναμις καὶ χρεία. οἱ γὰρ περὶ τὰς ἀνατομάς πραγματευσάμενοι τῶν ἰτρῶν δύνανται λέγειν ἕκαστον καὶ τὸ ἐλάχιστον μόριον εἰς τί χρήσιμον τπὸ τῆς προνοίας γεγένηται. νόει μοι τοίνυν καὶ τὰς γραφὰς τοῦτον τὸν τρόπον πάσας βοτάνας, ἢ ἓν τέλειον λόγου σῶμα· εἰ δὲ σὺ μήτε βοτανικὸς εἶ τῶν γραφῶν μήτε ἀνατομεὺς εἶ τῶν προφητικῶν λόγων, μὴ νόμιζε παρέλκειν τι τῶν γεγραμμένων, ἀλλὰ σαυτὸν μᾶλλον ἢ τὰ ἱερὰ γράμματα αἰτιῶ, ὅτε μὴ εὑρίσκεις τὸν λόγον τῶν γιγραμτ μένων. τοῦτό μοι τὸ προοίμιον εἴρηται καθολικῶς χρήτ σιμον εἶναι δυνάμενον εἰς ὅλην τὴν γραφήν, ἴνα προτραπῶσιν οἱ θέλοντες προσέχειν τῇ ἀναγνώσει μηδὲν παραπέμπεσθαι ἀνεξέταστον καὶ ἀνεξερεύνητον γράμμα

[*](1 ὔγείαν AC 7 οἱονεὶ . . . ἄγιος] οἱονεί τις βοτανικός ἐστιν ὁ ἄγιος καὶ πνευματικός AC 16 ἰατρῶν] + οὐ C 22 μᾶλλον] μόνον B)
60

Ὅτι χρὴ πάU+03F2ηU+03F2 τῆc θεοπνεύU+03F2του γραφῆU+03F2 τὸ τρόφιμον [*](ABC) λιώκιν, καὶ τὰ ὑπὸ τῶν αἱπετικῶν ταραU+03F2U+03F2όμενα ῥητἀ λυU+03F2φήμοιU+03F2 ἐπαπορήU+03F2εU+03F2ι μὴ ἀποτρέπεU+03F2θαι μηλὲ ὑπερηφανεῖν ἀλλὰ καὶ αὐτων μεταλαμβάνειν τῆU+03F2 ἐν ἀπιU+03F2τία ταραχῆU+03F2 ἐκτόc. ἐκ το κ΄ τόμου τῶν εἰc τόν Ἰεζεχιήλ.

[*](Ezxxxiv 17ff.)

‘‘Τάλε λέγει κύριοc κύριοc· ἰλοὺ ἐγὰ ἀνακρινῶ ἀνὰ μεU+03F2ον προβάτου καὶ προβάτου, κριῶν καὶ τράγων. καὶ οὑχ ἱκανὸν ὑμῖν ὅτι τὴν καλὴν νομὴν ἐνέμεU+03F2θε, καὶ τὰ κατάλοιπα τῆc νομῆc ὑμῶν κατεπατεῖτε τοῦc ποcὶν ὑμῶν; καὶ τὸ καθεcτηκὸc ὕλωρ ἐπίνετε, καὶ τὸ λοιπὸν τοῖc πocὶν ὑμῶν ἐταράU+03F2U+03F2ετε; καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν πολῶ ὑμῶν ἐνέμοντο, καὶ τὸ τεραραγμένον ὕλωρ ὑπὸ τῶν πολῶν ὑμῶν ἔπινον.᾿᾿

μετὰ το παραU+03F2τῆU+03F2αι περὶ προβάτων κριῶν, καὶ περὶ προβάτων αἰγῶν, καὶ ὅτι cύνηθεc τη γραφῆ τὸ πρόβατον καὶ ἐπὶ το γένουU+03F2 τῶν αἰγῶν ἔcθʼ ὅτε τάccειν, ἐπιφέρερ

1. Τί οὖν ἐστὶν ὃ καὶ ἐν τούτοις αἰνίσσεται, φέρε κατὰ δύναμιν ἐζετάσωμεν. πᾶσα μὲν, οἶμαι, καλὴ νομὴ καὶ πᾶν τὸ καθεστηκὸς ὕδωρ τά ὅλα λόγιά ἐστι τῶν ἱερῶν γραμμάτων. εἶτʼ ἐπεί τινές τινα μὲν τῶν γεγραμμένων ἐγκρίνουσιν ὡς ὠφέλιμα, τινὰ δὲ ἀποδοκιμάζουσιν ὡς οὐ σωτήρια, οὗτοι ἂν εἶεν οἱ μετὰ τὸ νενεμῆσθαι τὴν καλὴν ὦν ἐξελέξαντο νομὴν, καὶ πεπωκέναι τὸ καθεστηκὸς οὖ ἔκριναν εἶναι βελτίονος ὕδατος, τὸ λοιπὸν τῆς νομῆς καταπατοῦντες, καὶ τὸ λοιπόν ὓδωρ τοῖς ποσὶν ἑαυτῶν ταράσσοντες. τοιοῦτοι δή εἰσιν οἴ [*](353) [*](1 Ru. III. 352 3 ῥητὰ] ῥήματα B 7 om. κύριος sec. B 15 περὶ] + τῶν ΑC προβάτων] καὶ BC 16 προβάτων] +-καὶ BC)

61
[*](ABC) τε τὴν μὲν καινήν ἐγκρίνοντες, τὴν δὲ παλαιὰν ἀποδοκιμάζοντες διαθήκην· καὶ οἱ τῶν παλαιῶν γραμμάτων τὰ μὲν ἀπό θειοτέρας λέγοντες εἶναι δυνάμεως καὶ τῆς ἀνωτάτω, τὰ δὲ ἀπὸ ὑποδεεστέρας. πρόβατα δὲ ἴδια ἀναγορεύει ὁ ποιμήν τοὺς μὴ ὑπερηφανοῦντας τὰ πάτηματα τῶν ποδῶν ἐκείνων, καὶ μὴ ἐξουθενοῦντας τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν τῶν ψεκτῶν προβάτων, καὶ τάχα προβάτων τράγων καὶ ἐρίφων· οὐ γὰρ ἠθέλησαν εἶναι πρόβατα κριῶν ἄξια τῶν δεξιῶν.