Fragmenta In Lucam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.
[ὥστε] σημαίνει το >έπεχείρησαν< τό χωρις χαρίσματος ἐλθεῖν εἰς τὴν ἀναγραφὴν τῶν εὐαγγελίων τινάς, τὸ δὲ >ἀνατάξασθαι< σημαίνει τὸ ἐκθεῖναι, τὸ ἐξηγήσασθαι, τὸ συγγράψαι.
[*](ST (anschl. an p. 4, 17 Appar.) — 3 εἰς konj. Kr.)Ὅτι μὲν οὖν παρὰ τῶν αὐτοψίᾳ θεασαμένων καὶ αὐτηκόων γενομένων παρέλαβε, σαφώς ώμολόγησεν ειπών· >καθὼς παρέδοσαν ἡμῖν οἱ απ' ἀρχῆς αὐτόπται και ὑπηρέται γενόμενοι τοῦ λόγου<. Καὶ χρή τούτῳ μὲν και Μάρκῳ πείθεσθαι, ὡς ἅπερ ἀκηκόασιν ἀκριβῶς ἀναγραψαμένοις, Ἰωάννῃ δὲ καὶ ΜατΘαίῳ, ὡς ἅπερ ἑωράκασι γράφουσιν. Τὰ οὺν νόμιμα εὐαγγέλια τιμητέον ἐξ ἴσου, μὴ μόνον τὴν ὄψιν τῶν ἑωρακότων τιμών- των, ἀλλὰ καὶ τὴν ἀκοὴν τῶν ἀκηκοότων· ἀληθεῖς γὰρ ἀληθῶν διάδοχοι καὶ τὸ παραδοθὲν αὐτοῖς φῶς εἰς ἡμᾶς παραπέμπουσιν, ἔπαινον κομιζό- μενοι δίκαιον παρ' ἠμῶν.
[*](d(e: ἐξ ἀνεπιγρ.) CLU (das nächste Orig. Schol. (p. 7, 12ff.) hat das Lemma τοῦ αὐτοῦ) Xγλ(dCXγ anschl. an p. 6, 13) 8 ἀληθεῖς— 9 παραπέμπ. Schluß Athan. Scholion in k, gehört aber nicht mehr diesem zu (vgl. Sicken- berger, Niketas 105). 2 μέν οὖν] δὲ dCLγλ αὐτοψίᾳ] αὐτὸν U, αὐτόψει γ (Carn.) λ αὐτοψ. — γενομ.] αὐτόπτων τοῦ λόγου E5 και—γεν. > dλ 3 εἰπών] δι' ὧν εἶπεν Χ εἰπών— 4 λόγου > eΕ5U ἡμῖν >C καθὠς— 4 λόγου > Χ 5 και + τῷ UΧ 6 Ἰωάννης Ε δὲ] τε ΕΧ Ματθαῖος Ε ὡς nur Ε5 Τὰ — 10 > Ε5 οὖν] γοῦν U 9 και— 10 > Χ 9 παραδοθὲν — φῶς] πνεῦμα δοθὲν αὐτοῖς φησιν Ε 10 δίκαιον] διὰ καὶ Ε)Ἴσως ἐρεῖ τις, ὅτι τοῦ νόμου λέγοντος· >ἐὰν φυλάξῃς τὰ προστάγ- ματα κυρίου τοῦ θεοῦ σου, πληθυνεῖ τὸν σῖτόν σου καὶ τόν οἶνόν σου καὶ τὸ ἔλαιόν σου καὶ οὐκ ἔσται ἔν σοι ἄγονος οὐδέ στεῖρα<· εἰ οὖν >δίκαιοι< οὗτοι, ποῦ ἡ εὐλογία; ὅτι ἔθος τοῖς ἐπὶ μεγάλοις τισὶ προβιβαζομένοις παρὰ θεοῦ ὡς Ἰσαάκ καὶ Σαμψὼν καὶ Σαμουὴλ ὑπερβαίνειν τὰ κατὰ τὸν νόμον· στειρωτικὴ γὰρ ὠδὶς ἐγγὺς τῆς παρθενικῆς ἐστιν.
[*](D10E3E5 vgl. p. 18, 8 ff. Ἴσως ἐρεῖ τις κτλ., dem das Fragment der Form nach verwandt scheint; Bezeugnng fehlt. — 3 Deut. 7, 12—14; Exod. 23, 26. 2 Ἴσον Ε3 ὅτι > Ε3Ε5 3 σου3 > Ε3 — 5 ὅτι > D10)καὶ διὰ παντὸς τὸ τῆς ψυχῆς ὄμμα πρὸς θεὸν ἀνατείνων καὶ πρὸς αὐτὸν μόνον βλέπων κατὰ τὸν λέγοντα· >πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ<
[*](D6 [anschl. an p. 27, 4—6; der Anfang des zusammengesetzten SchoHons in d (Τὸ μέγας ἐπὶ Ἰσαάκ expl. τοῦ ἁγίου πνεύματος χάριν) ist bei E1 mit Lemma: Χρυσοστόμου versehen, in W ohne Lemma, so daß möglicherweise das obige sowie das Fragment p. 27, 4—6 dem Orig. nicht zugehören] — 3f. Ps. 122 (123),)>καὶ σίκερα οὐ μὴ πίη(. Σίκερά ἐστι πᾶν τὸ μέθην ποιεῖν δυνάμενον, οὐκ ἂν δὲ ἐξ ἀμπέλου, μάλιστα δέ τὸ ἐκ φοινίων ἐσκευασμένον.
[*](LW (im Scholion, zu dem auch p. 27, 4—6 gehört) 2 Σίκερα + δέ W ἐμποιεῖν W 3 μάλιστα — ἐσκευασμ. >L)>Καὶ αὐτὸς προελεύσεται<. Τό· >προελεύσεται ἐν πνεύματι καὶ Ηλίου<, τοῦτό ἐστιν· Ἡλίου τῆς δευτέρας τοῦ κυρίου παρουσίας προδρόμου, καθώς φησιν ὁ προφήτης εἰπών· >πέμφω ὑμῖν Ἡλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν τὴν ἡμέραν τοῦ κυρίου τὴν μεγάλην καὶ επιφανῆ< οὕτως οὖν καὶ ὁ Ἰωάννης τῆς πρώτης γέγονε πρόδρομος καὶ >ἐν πνεύματι< μέν, ὅτι ὥσπερ ἦν ἐπὶ τὸν Ἡλίαν ἡ τοῦ παναγίου πνεύματος χάρις, οὕτω καὶ ἐπὶ τὸν πρόδρομον, >ἐν δυνάμει< δέ διὰ τὸ μέγεθος τῆς πληρουμένης παρ᾿ αὐτῶν διακονίας.
[*](a L (Eadem altera Reg. ἀδέσποτον) (von L aus inneren Gründen für gehalten ?) — 4f. Mal. 4, 4 2 Τὸ + δὲ a 3 ὁ Ἡλίας a 3/4 ἐστὶ πρόδρομος a 4 εἶπε a 5 > a)τὸ δὲ >ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα<· μετῆλθε δὲ τὰ αὐτὰ πρὸς Ἰωάννην. Ἀλλὰ μὴ ὡς ἡ ἀκολουθία τῆς φύσεως βούλεται [*](Χ (vorher geht p. 27, 4—28, 16) ξ (zwischen 7 ἀκολ. u. Καὶ ist ein Absatz))
Ἔτι ἀπιστήσας ὁ Ζαχαρίας τῷ ἀγγέλλοντι τὴν γένεσιν τῆς δεικνυούσης τὸν λόγον φωνῆς ἀπόλλυσι τὴν φωνήν, ἀναλαμβόνων αὐτὴν καὶ παυόμενος τῆς ἐπιπόνου σιωπῆς, ὅτε γεννᾶται ὁ πρόδρομος, τοῦ λόγου φωνή, καὶ ὅτε γράφει, ὅτι >Ἰωάννης ἐστὶν τὸ ὄνομα αὐτοῦ<. Ἐνωτίζεσθαι οὖν δεῖ φωνήν, ἵν᾿ ὁ νοῦς τὸν ὑπ᾿ αὐτῆς δεικνύμενον δέξηται λόγον.
[*](C (zwischen p. 31, 7 σεσιώπηκεν u. 12 Τὸ δὲ διανεύειν) — 5 Luk. 1, 63 2 Ἔτι] Ὅτι konj. Kr. 3 ἀνα λαμβάνων konj. Kr.)Προακούσας ἐράσμιον πρᾶγμα ὁ Ζαχαρίας ἑαυτῷ μέλλειν ἔσεσθαι οὐκ ἔσπευσε πρὸ καιροῦ δραμεῖν πρὸς τὸ δοῦναι ὁδὸν τῇ προφητείᾳ, ἀλλ᾿ ἔμεινε πληρῶσαι τὴν πνευματικὴν λειτουργίαν καὶ οὕτω τῇ προφητείᾳ διὰ τῶν σαρκικῶν ἐξυπηρετήσασθαι, διδάσκων ὅτι δεῖ πάντα δεύτερα ποιεῖσθαι τῆς εἰς θεὸν τιμῆς.
[*](d [E1 τοῦ αὐτοῦ (Orig.)] CSX 2 Προακούσας + δὲ X πρᾶγμα — ἑαυτῷ]ἑαυτῷ πρᾶγμα dX 3 πρὸς — πραφητείᾳ > dSX 4 πνευμοατικὴν > dSX καὶ — 5 ἐξυπηρ. dSX)Διὸ οὐδέν ἔλεγεν ἡ Ἐλισάβετ, ἕως οὗ πάντες σχεδὸν εἰπεῖν ἤλεγχον αὐτήν, ὅτι ἔγκυος ἦν, δἱ᾿ ὧν ἑώρων, κἂν ἐκείνη τὸ πρᾶγμα ἔκρυβεν.
[*](C (vor p. 35, 8—36, 3))Τὸ δέ >ἔσται< καὶ >κληθήσεται< τῇ κατὰ σάρκα πρέπον οἰκονομίᾳ, καὶ τό· >δώσει δὲ αὐτῷ κύριος< τῇ οἰκονομίᾳ σάρκα πρέπον οἰκονομίᾳ, βάνειν λέγεται διὰ ταύτην >τὸν θρόνον Δαβίδ<, ἀλλ᾿ ἔστιν ὁ αὐτὸς καὶ βασιλεὺς αἰώνιος θεοπρεπῶς.
[*](Χ (anschl. an p. 55, 1 — 4 ἤρξ.))Ὡς εὐγνώμων οὖσα ἡ Μαρία ἔφη πρὸς τὸν ἄγγελον· >Ἰδοὺ ἡ κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου<.
[*](C (vor p. 44, 15—17))Οὐχ ἁπλῶς δέ οὐδέ ἀκρίτως ἐν τῇ Μαρίᾶ γέγονεν ὁ λόγος, ἀλλὰ διὰ τὴν ὑπερβάλλουσαν αὐτῆς ταπείνωσιν, ἣν ἀγαπᾷ ὁ θεὸς καὶ ὑπερυψοῖ ὡς μιμουμένην αὐτὸν τὸν ταπεινώσαντα ἑαυτὸν καὶ μορφὴν δούλου λαβόντα· >ὅτε ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ<· ἐν Ἡσαΐα φησίν· >ἐπὶ τίνα ἐπιβλέψω ἀλλ᾿ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;< Εἶτά φησιν· >ἐπειδὴ ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ< — δούλη γὰρ αὐτοῦ εἰμι ὡς πλάσμα αὐτοῦ καθὼς καὶ τὰ λοιπὰ κτίσματα — Ε;ἀπὸ τοῦ νῦν μακαριοῦσί με>, οὐ σὺ μόνη ἡ Ἐλισάβετ, ἀλλὰ <πᾶσαι αἱ αἱ τῶν πιστευόντων· εἰ γὰρ καὶ τοῖς κατ’ ἐκεῖνο καιροῦ ἀσυμφανὴς ἦν ὁ τῆς θεοτόκου λόγος, ἀλλὰ νῦν ὁσημέραι ἐπὶ πλείω λαλεῖ κα φαίνεται τὸ ἀληθὲς τῶν ὑπ᾿ αὐτῆς προφητευθέντων.
[*](C [vor und nach p. 60, 2—5 (= 9 ἀπὸ — 11 πιστ.)] 4f. vgl. Phil. 2, 7 6ff. Jes. 66, 2)