Fragmenta In Lucam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.

Οὕτως δέ τινας ἐτάραξεν ὡς ἀσύμφωνον τὸ εἰρημένον, ὥστε αὐτοὺς τολμῆσαι ὑπονοῆσαι προστεθεῖσθαι τῷ εὐαγγελίῳ ὑπό τινων ῥαδιουργόντων αὐτὸ τό· >σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ<· ἡμεῖς δέ φαμεν ἁπλούστερον μέν, ὅτι τάχα, πρὶν ἀπελθεῖν εἰς τὴν λεγομένην καρδίαν τῆς γῆς, ἀποκατέστησεν εἰς τὸν παράδεισον τοῦ θεοῦ τὸν πιστεύσαντα λῃστήν.

[*](k* 6f. vgl. a: τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσήγαγε . . . τὸν εἰς αὐτὸν πιστεύσαντα 5f. vgl. Matth. 12, 40)

Ἰωάννης μὲν οὖν οὖδὲ ἐμνήσθη τούτον, Ματθαῖός τε καὶ Μᾶρκος οὔτε ἥλιον οὔτε ἔκλειψιν ὠνόμασαν. Λουκᾶς δὲ εἰπών· >τοῦ ἡλίου ἐκλείποντος< τάχα τὸ περὶ ἡμᾶς πάθος δηλοῖ, εἴτε σκοτεινῆς νεφέλης ἢ νεφῶν ὑποδραμουσῶν τὰς φθανούσας ἐπὶ τὴν Ἰουδαίαν γῆν ἡλιακὰς ἀκτῖνας ἢ τοῦ ἐκεῖσε ἀέρος παχυνθέντος συμπαθοῦντος καὶ αὐτοῦ τῷ γεγονότι, ὥσπερ ἡ περὶ τὴν Ἰουδαίαν γῆ καὶ αἱ πέτραι καὶ τὰ μνημεῖα· πολλαχοῦ γὰρ ἡ γραφὴ πᾶσαν γῆν τὴν Ἰουδαίαν ὀνομάζει· τοῦτο δὲ γέγονεν, ἵν᾿ εἰδεῖεν ὅτι αὐτός ἐστιν ἐκεῖνος ὁ ἀπηρτημένος τοῦ ξύλου ὁ σύνοπλον τὴν κτίσιν λαβών, ὅτε >τοῖς Αἰγυπτίοις πεπολέμηκε δι᾿ αὐτοὺς< καὶ τὸ ἡλιακὸν ἐκλέλοιπε φῶς καὶ ἁπάσης τῆς αὐτῶν χώρας κατεσκεδάσθη τὸ σκότος.

[*](dCδ Vgl. Orig. in Matth. vet. interpr. 134 (V, 54, 1 — 55, 7 Lomm.). 8 vgl. Gen. 13, 9; Joel 1, 2; Jerem. 1,14 10Exod. 14, 25 11f. vgl. Exod. 10, 22 5 νεφελῶν C γῆν > C 6 συμπενθοῦντος (korr. ?) D 7 τὴν > D4 γῆν d 8 τὴν > D4 ὀνομάζει] λέγει d 9 ἀπηρτισμένος CD, ἀπερτισόμενος δ ἐν τῷ ξύλῳ D4 10 ὅτε] ὁ καὶ d τοὺς Αἰγυπτίους D3 πεπολ. — αὐτοὺς] δι᾿ αὐτοὺς ποτὲ πολεμήσας d 11 καὶ — φῶς > d κατασκεδάσας DD4δ, κατασκευάσας D3)

Περὶ ταύτης τῆς ἐκλείψεως προεφήτενοε καὶ Ζαχαρίας εἰπών· >ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς· καὶ ψύχος καὶ πάγος ἔσται μίαν ἡμέραν· καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ· καὶ οὐχ ἡμέρα καὶ οὐχὶ νύξ· καὶ πρὸς ἑσπέραν ἔσται φῶς< εἰκὼν τὸ σκότος τοῦ ἐσκοτίσθαι τοὺς ἐπιβάλλοντας χεῖρα τῷ φωτί. Ὡς γὰρ Αἰγυπτίοις σκότος καὶ τοῖς υἱοῖς Ἰσραὴλ φῶς, οὕτως νῦν τῇ μὲν ἐκκλησίᾳ φῶς, Ἰουδαίοις δὲ σκότος τριῶν ὡρῶν, φωτὸς πατρικοῦ, ἀπαυγάσματος Χριστοῦ, ἐλλάμψεως ἁγίου πνεύματος. Καὶ ἐπεὶ ἐν τῇ ἕκτῃ ἡμέρᾳ γεγένηται ὁ ἄνθρωπος, [*](k* — 2ff. Zach. 14, 6. 7 6f. vgl. Exod. 10, 23 6ff. vgl. Orig. in Matth. vet. interpr. 134 (V, 58, 1 — 16 Lomm.), z. T. wörtlich 8 vgl. Hebr. 1, 3 9. 11 vgl. Gen. 1, 27. 31) [*](2 ~ τῆς ἐκλείψ. ταύτης K1)

274
τάχα διὰ τοῦτο ὑπὲρ σωτηρίας ἀνθρώπων πάσχων ὁ κύριος >ὥρᾳ ἕκτῃ< ἐκρεμάσθη τῆς ἕκτης ἡμέρας, ἵνα τὸν ἐν τῇ ἕκτῃ ἡμέρᾳ. γεγονότα καὶ τῇ ἕκτῃ ὥρᾳ τοῦ παραδείσον ἐκπεσόντα πάλιν ἀνακαλέαηται.

[*](10ff. vgl. Orig. in Matth. vet. interpr. 134 (V. 57, 2ff. Lomm.))

Αὕτη ἡ φωνή, ἣν ἔκραξεν ἐπὶ τῷ σταυρῷ· >εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου<, διδάσκει, ὅτι αἱ τῶν ἁγίων ψυχαὶ οὐκέτι εἰς ᾅδου κατακλείονται, καθὰ καὶ πρῴην, ἀλλὰ παρὰ τῷ θεῷ εἰσιν, τούτου γεγονότος ὡς ἐν ἀπαρχῇ ἐν Χριστῷ· κάτω γὰρ ἦν ἡ χώρησις καὶ ἡ κατοχὴ τῶν ψυχῶν, ἀλλὰ ταύτην τὴν κάτω πορείαν ὁ κύριος εἰς τὰ ἄνω μετέστησε δι᾿ ἑαυτοῦ. Ἐπειδὴ γὰρ ἐν αὐτῷ τὸ ἀπλημμελὲς ἡ ἀνθρώπου φύσις εὑρέθη πλουτήσασα, κεκαινοτόμηκεν ἡμῖν τὸ πέμπεσθαι >εἰς χεῖρας θεοῦ ζῶντος< τὰς σωμάτων ἀπαλλασσομένας ψυχάς, καὶ τοῦτο εἰδὼς ὁ ἅγιος ἔφη Στέφανος· >κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου<. Τὸ δὲ >παρα- τίθημι< τὸ ἑκούσιον διδάκει τοῦ πάθους καὶ δείκνυσιν, ὅτι οὐκ ἀπόλλυται· [ἐδήλου γὰρ τὸ >παραθήσομαι<, ὅτι πάλιν αὐτὴν ἀπολήψεται].

[*](k(Ὠριγένους καὶ Κυρίλλου) 9f. vgl. Hebr. 10, 31 11 Akt. 7, 59 13 vgl. Joh. 10, 18 6 ἀπαρχῇ] ἀρχῇ Κ7 9 πέμπεσθαι] ἐμπεσεῖν konj. Kl.)

Τίς μὲν ἡ δόξα τοῦ σώματος τοῦ κυρίου, ἧς καὶ ὁ Παῦλος μέμνηται, παρεδείχθη τοῖς μαθηταῖς ἐν τῇ μεταμορφώσει ἐπὶ τοῦ ὄρους· ἐπεὶ δὲ ἐχρῆν μετά τὴν ἀνάστασιν ἐμφανισθῆναι τοῖς τε ἀποστόλοις καὶ τοῖς πεντακοσίοις μαθηταῖς εἰς πίστευσιν τῆς ἀναστάσεως, ὡς ἐχώρουν ἰδεῖν, ἐθεάθη, [καὶ] ὁποῖον ᾔδεσαν αὐτὸν παθεῖν, δεικνὺς αὐτοῖς καὶ τὰς ἐκ τῶν παθῶν οὐλάς. Ὅρα δέ, ὅτι καὶ ἀποδημῶν εἰρήνην αὐτοῖς ἀφῆκεν, ὡς ὁ Ἰωάννης ἔγραψεν· καὶ αὖθις ἐπιδημήσας εἰρήνην δίδωσι, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα.

[*](W* — 2 vgl. Phil. 3, 21 3 vgl. Mark. 9. 2 Par. 5 vgl. 1 Kor. 15, 6 7 vgl. .Joh. 20, 27 7ff. vgl. Joh. 20, 20. 26 — 6 καὶ del. Κr.)

[ἑτέρως δέ·] Σίμων καὶ Κλεόπας ὁμολογοῦντες ἐπὶ τοῖς λόγοις τοῦ σωτῆρος τό· >ἡ καρδία ἡμῶν καιομένη ἦν< καὶ τὰ ἑξῆς δηλοῦσιν, ὅτι οἱ ἀπὸ ἀγάπης τῆς πρὸς τοὺς ἀκούοντας ὑπὸ τοῦ σωτῆρος ἀπαγγελλόμενοι λόγοι ἐχούσης φλόγα πυρὸς ἔκαιον, ἀνάπτοντες τὴν καρδίαν τῶν ἀκουόντων πρὸς ἀγάπην θεοῦ.

[*](k* — 5 φλογὰς ΚΚ7)
275

Τοιοῦτον δέ τι καὶ περὶ τοῦ Ἀαρὼν ἐν τῷ Λευϊτικῷ γέγραπται, ὅτι >ἐξάρας τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν λαὸν ηὐλόγησεν αὐτούς<. Ὑπολαμβάνω δὲ ἐνθάδε αἰνίσσεθαι τὸν λόγον, ὅτι δεῖ τὸν εὐλογοῦυντά τινα κεκοσμῆσθθαι ἐν ἔργοις διαφέρουσι κα ἐπηρμένοις παρὰ τοὺς πολλούς· αἱ γὰρ χεῖρες Ἀαρὼν ἄνω ἐξαίρονται, ὅτε μέλλει εὐλογεῖν τὸν λαόν. Ὡς εἔπερ τις κάτω ἔχοι τὰς χεῖρας εἰς τὰ γήϊνα, οὐκ ἂν ἀνύσαι βουλόμενος τινα, ὥσπερ οὐδέ κάτω κείμεναι αἶ Μωϋσέως χεῖρες ὠφέλουν τὸν λαόν, ἀλλ᾿ ὅτε ἐπήροντο. Τούτου σύμβολον ἦν καὶ ἡ ἔπαρσις τῶν τοῦ σωτῆρος· ταῖς γὰρ ὑπὲρ ἄνθρωπον πράξεσιν ὕφωσεν τὰς χεῖρας καὶ ἔσωσε τοὺς πιστεύοντας. τάχα τοίνυν πᾶς ὁ ταῖς πράξεσιν ἐπηρμένος ἐσταύρωται, καὶ κατὰ τοῦτο ἔλεγε Παῦλος· >ἐγὼ κόσμῳ ἐσταύρωμαι κἀμοὶ κόσμος<, τοῦτ' ἔστιν· νενόηταί μοι ὁ λόγος ὁ περὶ κόσμου καὶ ἐπῆρται καὶ οὐκέτι κεῖται κάτω· τῷ γὰρ μὴ συνέντι τὸν λόγον τῆς κοσμοποιΐας ὁ λόγος οὐκ ἐσταύρωται. Καλὸν γὰρ εἶναι ἡγοῦμαι τὸ σταυροῦσθαι, ὃ καὶ Παῦλος πέπονθε, Χριστῷ συνεσταυρωμένος, καὶ ὁ κόσμος ἔσχεν ὡς πρὸς τὸν Παύλου νοῦν ἐπηρμένος καὶ νενοημένος αὐτῷ. Ἀλλως δὲ ἐπαίρει τὰς χεῖρας ὁ κύριος, δύναμιν δύναμιν τοῖς μαθηταῖς ἐντιθεὶς διὰ τῆς εὐλογίας.

[*](k* 3 Lev. 9, 22 8f. vgl. Exod. 17, 11 12f. Gal. 6, 14 16 vgl. Gal. 3, 1 6 ἐξῄροντο Κ7 μέλλει — λανόν] εὐλογεῖν τὸν λαὸν ἔμελλεν Κ7 ἔχει 10 ὕψ. — 11 πράξ. Κ1 13 13 τοῦτ’ ἔστιν — 18 αὐτῷ > Κ7 14 τὸν τῷ λόγῳ Κ1 15 λόγος κόσμος Κ1 εἶναι] οἶμαι 1)

Ἐμφαντικώτερον δὲ τὀ >καθ' ἡμέραν< τοῦ παρὰ Ματθαίῳ >σήμερον<. Καὶ γὰρ ὁ ἔσω ἄνθρωπος, ὃς κυρίως οὐσία, μὴ τυχὼν ζῶντος ἄρτου ἐχθρῷ ζωῆς θανάτῳ γίνεται, ὡς τὸ σῶμα μὴ τρεφόμενον. Ταπεινοὶ δέ οἱ νομίζοντες περὶ σωματικοῦ ἄρτου λέγειν τὸν διδάσκοντα μὴ >περὶ τῆς αὔριον<, μάλιστα εἶς >τὸν ἐπιούσιον<, ἀντὶ τοῦ >τὸν ἐπιόντα< καὶ >ἐπερχόμενον< λαμβάνουσιν. Τοῦτο δὲ δῆλον ἐκ τοῦ εἰπεῖν· >οὐ γὰρ οἶδας, τί τέξεται ἡ ἐπιοῦσα<, τοῦτ' ἔστιν ἡ αὔριον ἡ ἐπερχομένη· οί δὲ τοῦ Μάνεντος ἢ ἀλληγρήσουσιν, ὃ μὴ εἴωθεν, ἢ τὸν τοῦ Δημιουργοῦ ἄρτον αἰτήσουσιν.

[*](d(D: Ὠριγίνους κοὶ Κυρίλλου) C (vorausgeht in dC Kyrill: Ἐπιούσιον δέ expl. καθεστηκότων) [in d steht nur 2 Ἐμφαντ. — σήμερον = Fragm. XLVII (p. 255)] 6f. Matth. 6, 34 8f. Prov. 3, 28 10 Μάνεντος] Mani's (215—273) Erwähnung ist dem Orig. wohl nicht zuzuschreiben; vermuthch hat es Μαρκίωνος geheißen; vgl. Fragm. XLVI p. 254)
276

[ὥστε] σημαίνει το >έπεχείρησαν< τό χωρις χαρίσματος ἐλθεῖν εἰς τὴν ἀναγραφὴν τῶν εὐαγγελίων τινάς, τὸ δὲ >ἀνατάξασθαι< σημαίνει τὸ ἐκθεῖναι, τὸ ἐξηγήσασθαι, τὸ συγγράψαι.

[*](ST (anschl. an p. 4, 17 Appar.) — 3 εἰς konj. Kr.)

Ὅτι μὲν οὖν παρὰ τῶν αὐτοψίᾳ θεασαμένων καὶ αὐτηκόων γενομένων παρέλαβε, σαφώς ώμολόγησεν ειπών· >καθὼς παρέδοσαν ἡμῖν οἱ απ' ἀρχῆς αὐτόπται και ὑπηρέται γενόμενοι τοῦ λόγου<. Καὶ χρή τούτῳ μὲν και Μάρκῳ πείθεσθαι, ὡς ἅπερ ἀκηκόασιν ἀκριβῶς ἀναγραψαμένοις, Ἰωάννῃ δὲ καὶ ΜατΘαίῳ, ὡς ἅπερ ἑωράκασι γράφουσιν. Τὰ οὺν νόμιμα εὐαγγέλια τιμητέον ἐξ ἴσου, μὴ μόνον τὴν ὄψιν τῶν ἑωρακότων τιμών- των, ἀλλὰ καὶ τὴν ἀκοὴν τῶν ἀκηκοότων· ἀληθεῖς γὰρ ἀληθῶν διάδοχοι καὶ τὸ παραδοθὲν αὐτοῖς φῶς εἰς ἡμᾶς παραπέμπουσιν, ἔπαινον κομιζό- μενοι δίκαιον παρ' ἠμῶν.

[*](d(e: ἐξ ἀνεπιγρ.) CLU (das nächste Orig. Schol. (p. 7, 12ff.) hat das Lemma τοῦ αὐτοῦ) Xγλ(dCXγ anschl. an p. 6, 13) 8 ἀληθεῖς— 9 παραπέμπ. Schluß Athan. Scholion in k, gehört aber nicht mehr diesem zu (vgl. Sicken- berger, Niketas 105). 2 μέν οὖν] δὲ dCLγλ αὐτοψίᾳ] αὐτὸν U, αὐτόψει γ (Carn.) λ αὐτοψ. — γενομ.] αὐτόπτων τοῦ λόγου E5 και—γεν. > dλ 3 εἰπών] δι' ὧν εἶπεν Χ εἰπών— 4 λόγου > eΕ5U ἡμῖν >C καθὠς— 4 λόγου > Χ 5 και + τῷ UΧ 6 Ἰωάννης Ε δὲ] τε ΕΧ Ματθαῖος Ε ὡς nur Ε5 Τὰ — 10 > Ε5 οὖν] γοῦν U 9 και— 10 > Χ 9 παραδοθὲν — φῶς] πνεῦμα δοθὲν αὐτοῖς φησιν Ε 10 δίκαιον] διὰ καὶ Ε)
277

Ἴσως ἐρεῖ τις, ὅτι τοῦ νόμου λέγοντος· >ἐὰν φυλάξῃς τὰ προστάγ- ματα κυρίου τοῦ θεοῦ σου, πληθυνεῖ τὸν σῖτόν σου καὶ τόν οἶνόν σου καὶ τὸ ἔλαιόν σου καὶ οὐκ ἔσται ἔν σοι ἄγονος οὐδέ στεῖρα<· εἰ οὖν >δίκαιοι< οὗτοι, ποῦ ἡ εὐλογία; ὅτι ἔθος τοῖς ἐπὶ μεγάλοις τισὶ προβιβαζομένοις παρὰ θεοῦ ὡς Ἰσαάκ καὶ Σαμψὼν καὶ Σαμουὴλ ὑπερβαίνειν τὰ κατὰ τὸν νόμον· στειρωτικὴ γὰρ ὠδὶς ἐγγὺς τῆς παρθενικῆς ἐστιν.

[*](D10E3E5 vgl. p. 18, 8 ff. Ἴσως ἐρεῖ τις κτλ., dem das Fragment der Form nach verwandt scheint; Bezeugnng fehlt. — 3 Deut. 7, 12—14; Exod. 23, 26. 2 Ἴσον Ε3 ὅτι > Ε3Ε5 3 σου3 > Ε3 — 5 ὅτι > D10)

καὶ διὰ παντὸς τὸ τῆς ψυχῆς ὄμμα πρὸς θεὸν ἀνατείνων καὶ πρὸς αὐτὸν μόνον βλέπων κατὰ τὸν λέγοντα· >πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ<

[*](D6 [anschl. an p. 27, 4—6; der Anfang des zusammengesetzten SchoHons in d (Τὸ μέγας ἐπὶ Ἰσαάκ expl. τοῦ ἁγίου πνεύματος χάριν) ist bei E1 mit Lemma: Χρυσοστόμου versehen, in W ohne Lemma, so daß möglicherweise das obige sowie das Fragment p. 27, 4—6 dem Orig. nicht zugehören] — 3f. Ps. 122 (123),)

>καὶ σίκερα οὐ μὴ πίη(. Σίκερά ἐστι πᾶν τὸ μέθην ποιεῖν δυνάμενον, οὐκ ἂν δὲ ἐξ ἀμπέλου, μάλιστα δέ τὸ ἐκ φοινίων ἐσκευασμένον.

[*](LW (im Scholion, zu dem auch p. 27, 4—6 gehört) 2 Σίκερα + δέ W ἐμποιεῖν W 3 μάλιστα — ἐσκευασμ. >L)

>Καὶ αὐτὸς προελεύσεται<. Τό· >προελεύσεται ἐν πνεύματι καὶ Ηλίου<, τοῦτό ἐστιν· Ἡλίου τῆς δευτέρας τοῦ κυρίου παρουσίας προδρόμου, καθώς φησιν ὁ προφήτης εἰπών· >πέμφω ὑμῖν Ἡλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν τὴν ἡμέραν τοῦ κυρίου τὴν μεγάλην καὶ επιφανῆ< οὕτως οὖν καὶ ὁ Ἰωάννης τῆς πρώτης γέγονε πρόδρομος καὶ >ἐν πνεύματι< μέν, ὅτι ὥσπερ ἦν ἐπὶ τὸν Ἡλίαν ἡ τοῦ παναγίου πνεύματος χάρις, οὕτω καὶ ἐπὶ τὸν πρόδρομον, >ἐν δυνάμει< δέ διὰ τὸ μέγεθος τῆς πληρουμένης παρ᾿ αὐτῶν διακονίας.

[*](a L (Eadem altera Reg. ἀδέσποτον) (von L aus inneren Gründen für gehalten ?) — 4f. Mal. 4, 4 2 Τὸ + δὲ a 3 ὁ Ἡλίας a 3/4 ἐστὶ πρόδρομος a 4 εἶπε a 5 > a)

τὸ δὲ >ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα<· μετῆλθε δὲ τὰ αὐτὰ πρὸς Ἰωάννην. Ἀλλὰ μὴ ὡς ἡ ἀκολουθία τῆς φύσεως βούλεται [*](Χ (vorher geht p. 27, 4—28, 16) ξ (zwischen 7 ἀκολ. u. Καὶ ist ein Absatz))

278
τέκνων ἀκολουθεῖν μᾶλλον πατράσιν, οὐ πατέρας δουλεύειν υἱοῖς· ἀλλ᾿ ἐπεὶ βούλεται τῷ λαῷ δεῖν τὸν ἀρχαῖον ἀκολουθεῖν, ὃς χώρᾳ ἦν πατέρων, ὁ δὲ δεύτερος καὶ νέος ἐν χώρᾳ υἱῶν — >ἀντὶ< γὰρ >τῶν πατέρων σου ἐγεννήθησαν υἱοί σοι< — ἀντιστρέφει τὴν ἀκολουθίαν· καὶ γὰρ γὰρ ἀποκαθιστᾷ τὴν συναγωγὴν ὑπὸ τὴν ἐκκλησίαν. Ἑρμηνεύων δέ, τίνες οἱ πατέρες, τίνες δὲ τὰ τέκνα, ἐπιφέρει· >καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων<. Δεῖ τοὺς παλαιοὺς παρὰ Ἰουδαίοις τῇ φρονήσει τῶν δικαίων ἀκολουθῆσαι.

[*](6f. Ps. 44 (45), 17)

Ἔτι ἀπιστήσας ὁ Ζαχαρίας τῷ ἀγγέλλοντι τὴν γένεσιν τῆς δεικνυούσης τὸν λόγον φωνῆς ἀπόλλυσι τὴν φωνήν, ἀναλαμβόνων αὐτὴν καὶ παυόμενος τῆς ἐπιπόνου σιωπῆς, ὅτε γεννᾶται ὁ πρόδρομος, τοῦ λόγου φωνή, καὶ ὅτε γράφει, ὅτι >Ἰωάννης ἐστὶν τὸ ὄνομα αὐτοῦ<. Ἐνωτίζεσθαι οὖν δεῖ φωνήν, ἵν᾿ ὁ νοῦς τὸν ὑπ᾿ αὐτῆς δεικνύμενον δέξηται λόγον.

[*](C (zwischen p. 31, 7 σεσιώπηκεν u. 12 Τὸ δὲ διανεύειν) — 5 Luk. 1, 63 2 Ἔτι] Ὅτι konj. Kr. 3 ἀνα λαμβάνων konj. Kr.)

Προακούσας ἐράσμιον πρᾶγμα ὁ Ζαχαρίας ἑαυτῷ μέλλειν ἔσεσθαι οὐκ ἔσπευσε πρὸ καιροῦ δραμεῖν πρὸς τὸ δοῦναι ὁδὸν τῇ προφητείᾳ, ἀλλ᾿ ἔμεινε πληρῶσαι τὴν πνευματικὴν λειτουργίαν καὶ οὕτω τῇ προφητείᾳ διὰ τῶν σαρκικῶν ἐξυπηρετήσασθαι, διδάσκων ὅτι δεῖ πάντα δεύτερα ποιεῖσθαι τῆς εἰς θεὸν τιμῆς.

[*](d [E1 τοῦ αὐτοῦ (Orig.)] CSX 2 Προακούσας + δὲ X πρᾶγμα — ἑαυτῷ]ἑαυτῷ πρᾶγμα dX 3 πρὸς — πραφητείᾳ > dSX 4 πνευμοατικὴν > dSX καὶ — 5 ἐξυπηρ. dSX)

Διὸ οὐδέν ἔλεγεν ἡ Ἐλισάβετ, ἕως οὗ πάντες σχεδὸν εἰπεῖν ἤλεγχον αὐτήν, ὅτι ἔγκυος ἦν, δἱ᾿ ὧν ἑώρων, κἂν ἐκείνη τὸ πρᾶγμα ἔκρυβεν.

[*](C (vor p. 35, 8—36, 3))

Τὸ δέ >ἔσται< καὶ >κληθήσεται< τῇ κατὰ σάρκα πρέπον οἰκονομίᾳ, καὶ τό· >δώσει δὲ αὐτῷ κύριος< τῇ οἰκονομίᾳ σάρκα πρέπον οἰκονομίᾳ, βάνειν λέγεται διὰ ταύτην >τὸν θρόνον Δαβίδ<, ἀλλ᾿ ἔστιν ὁ αὐτὸς καὶ βασιλεὺς αἰώνιος θεοπρεπῶς.

[*](Χ (anschl. an p. 55, 1 — 4 ἤρξ.))
279

Ὡς εὐγνώμων οὖσα ἡ Μαρία ἔφη πρὸς τὸν ἄγγελον· >Ἰδοὺ ἡ κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου<.

[*](C (vor p. 44, 15—17))