Fragmenta In Lucam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.

>Ἐξῆλθεν< οὖν, φησίν, >καὶ ἐθεάσατο τελώνην καλούμενον Λενΐν<· ἔστι δὲ οὗτος Ματθαῖος ὁ εὐαγγελιστής. Μᾶρκος μὲν καὶ Λουκᾶς τὸ ὄνομα αὐτοῦ κρύπτουσι τῇ προτέρᾳ προσηγορίᾳ, ὁ δὲ Ματθαῖος τὸ ἑαυτοῦ φανερὸν ποιεῖται ὄνομα λέγων· >ἐθεάσατο Ματθαῖον τὸν τελώνην<. Ταῦτα δὲ λέγει, ἵνα ἡμεῖς, θαυμάσαντες τὴν τέχνην τοῦ ἰατρεύσαντος αὐτὸν θεοῦ, πιστεύωμεν εἰς αὐτὸν ἀκριέστατα.

[*](dCδ, Matth. Katene d. Petr. Possinus (p. 122: Ὠριγένους) — 3 f. vgl. Mark. 2, 14 5 Matth. 9, 9 2 Ἐξῆλθεν — 3 εὐαγγ. > Poss. 2 καλούμ.] καθημένον D1 3 Μᾶρκ. —4 κρύπτ.] καὶ ὁ μὲν Μᾶρκος καὶ Λουκᾶς συγκαλύπτουσι τὸ ὅνομα d 4 προτέρᾳ] ἀρχαιοτέρᾳ dC, ἀρχαίᾳ D2 4 ὁ—5 ὄνομα] αὐτὸς δὲ εὐαγγελιζόμενος τὰ καθ᾿ ἑαυτὸν ἐπάγει dC 5 καὶ ἐθεάσατο dC Ταῦτα—7 ἀκριβέστ. >dC)

Γέλωτα ἐπαγγέλλεται τὸν ἀπὸ χαρᾶς καὶ ἱλαρότητος, ὡς καὶ ἐν τῷ Ἰώβ φησιν· >ἀληθινὸν στόμα ἐμπλήσει γέλωτος<· τάχα δὲ διὰ τοῦτο καὶ εἶς τῶν πατριαρχῶν >γέλως< λέγεται, τὴν θείαν ἱλαρότητα σημαίνοντος τοῦ ὀνόματος.

[*](W* — 3 Hiob 8, 21 4 vgl. Gen. 21, 6a)

>Δένδρον ἄγαθὸν< τὸ πνεῦμα τὸ ἅγιον, >δένδρον πονηρὸν< ὁ διάβολος καὶ οἱ ;ούτου ὑπηρέται. Ὁ οὖν ἔχων τὸ πνεῦμα τὸ ἅγιον τοὺς τούτου

[*](b*d(D*)k*CV*Y*Ξ*δν — 2 ff. vgl. Matth. 12, 33 2 Δένδρον + δὲ D2 3 τούτον] τοιούτου B1 οὖν dC > bk VYν)
236

Καρτοὺς ἐπιδιέκνυται, οὕς ἀπαριθμεῖται ὁ ἀπόστολος λέγων· >ὁ καρπὸς τοῦ πνεύματός ἐστιν· ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωςύνη, Πίστις, πραότης, ἐγκράτεια<· ὁ δὲ δύναμιν ἀντικειμένην ἔχων >τῆς ἀτιμίας τὰ πάθη< >ἀκάνθας καὶ τριβόλους<, καρποφορεῖ.

[*](4ff. Gal. 5, 22 7 Röm. 1, 26; Hebr. 6,8)[*](4 οῦς—6 ἐγκράτεια >dc [in D11D (spatter eingefügt): οὕς ἀπαριθμεῖται ὁ μακάριος Παῦλος] ἀπόστολος + Παῦλος bV λέγων — 6 ἐγκράτεια Y > bkVv 7 καρποφορεῖ] ἀνατέλλεται β vgl. Cramer-Katene zu Matth. (95, 33 — 96, 3) Ὠριγένους. Δένδρον καλὸν (ἤ) τὸ ἄγιον πνεῦμα, σαπρὸν τὸ ἀκάὕαρτον Πνεῦμα ἤτοι ὁ διάβολος. Τοίνυν ποιήσατε καρποὺς ἀξίους, ἵνα ἐν αὐτοῖς Ποιήσητε οἰκεῖν τὸ ἅγιον πνεῦμα, καὶ μὴ τοιαῦτα, ἵνα μὴ γένηται ὑμῖν τὸ δένδοον Τὸ πονηρόν.)