Fragmenta In Lucam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.

’H αὐτή ἐστι τῇ ἐν τῷ Ματθαίῳ προσευχῇ, διὸ καὶ ἐπιτομώτερον ἐνταῦθα ἴρηται. ἢ βέλτιον διαφόρους νομίξεσθι τὰς προσευχάς, κοινά τινα ἐχούσας μέρη. Τότε δὲ >γινεται τὸ θέλημα< τοῦ θεοῦ >ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς<, ὅταν μηδὲν πράττωμεν παρὰ τὸ θέλημα αὐτοῦ. Πῶς δὲ ὁ εἰπὼν δεῖν αἰτεῖν οὐράνια καὶ μεγάλα περὶ ἄρτου αἰτεῖν κελεύει; >ἄρτον< οὖν τὸ ἀληθινὸν νοητέον καὶ πνευματικόν.

[*](W* — 1ff. Matth. 6, 9ff. 3f. Matth. 6, 10 4f. Matth. 6, 11; Luk. 11. 3 5 vgl. Resch a. a. O. (vgl. Fragm. XL))

Οἶμαι δέ, ὅτι οὐδεὶς ἂν λέγοι τῷ θεῷ τὸ >πάτερ<, μὴ πεπληρωμένος τοῦ τῆς >υἱοθεσίας πνεύματος<, καὶ υἱὸς δοξάζων πατέρα λέγοι ἂν >πά- τερ<, φυλάξας δὲ καὶ τὴν ἐντολὴν τὴν λέγουσαν. >ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, προσεύχεσθε ὑπέρ τῶν διωκόντων ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὑρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκοθς<. Ἔτι γεννᾶταί τις ἐκ τοῦ θεοῦ >ποιῶν δικαιοσύνην<· καὶ γεννώμενος λέγοι ἂν >σπέρμα ἐν ἑαυτῷ< τοῦ θεοῦ λαβών, διὰ τὸ >μηκέτι δύνασθαι ἁμαρτάνειν<, τὸ >πάτερ<. Ἔτι γεννᾶταί τις ἐκ θεοῦ, οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ διὰ λόγου ζῶντος θεοῦ καὶ μένοντος, καθὰ γέγραπται· φησὶ γὰρ Ἰωάννης. >ὅσοι δέ ἒλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων οὐδέ ἐκ θελήματος σαρκὸς οὐδέ ἐκ θελήματος ἀνδρός, ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν<. Τοῦτο δέ φησιν οὐκ εἰς φύσιν ἡμᾶς ἀνάγων θεοῦ, ἀλλὰ χάριτος μεταδιδοὺς καὶ τὸ ἑαυτοῦ ἀξίωμα ἡμῖν χαριζόμενος. Λέγει γὰρ ἡμᾶς καλεῖν πατέρα τὸν θεόν. Εἶτα Ματθαῖος μὲν ἐπιφέρει τῷ. >πάτερ ἡμῶν< τό· >ἐν τοῖς οὐρανοῖς< ἃτε περὶ βασιλείας διαλε- γόμενος οὐρανῶν καὶ πάντας τοὺς παρόντας διδάσκειν διηγούμενος τὸν σωτῆρα μετὰ τοὺς μακαρισμοὺς καὶ τὸν περὶ τῆς προσευχῆς λόγον. Δουκᾶς δὲ περὶ βασιλείας διδάσκων θεοῦ ἐν ὅλῳ τῷ κατ' αὐτὸν εὐαγ- [*](ε — 3 öm. 8, 15; vgl. Joh. 17, 1 4f. Matth. 5, 44. 45 8 1 Joh. 2, 29 8f. 1 Joh. 3, 9 11 ff. Joh. 1, 12. 13 17 Matth. 6, 9) [*](Vor 2 Οἶμαι] ἀρκεῖ ὁ μὴ ἐν τόπῳ νοούμενος πατήρ· διὸ καὶ ἰδίᾳ τοῖς μαθηταῖς ὡς ἡψη λοτέροις τῶν λοιπῶν εἰσάγει τὸν Χριστὸν ὑφηγούμενον τὸν τῆς εὐχῆς λό- γον dC (= Ζ. 17 — 18) 2 Οἶμοι — πάτερ] οὐδεὶς δὲ δύναται τῷ θεῷ λέγειν >πάτερ< dC ἂν > ε ~ λέγοι ἂν V μὴ] εἰ μὴ dC πεπλ. + εἴη dC 3 πνεύμ. + χαρίσματος V καὶ — 14 ἐγενν. > dC 4 καὶ > Κ6 ε ἐντολ. — λέλ.] λέγ. ἐντολήν KV 6 τοῦ > V ὅτι — 14 εγενν. > kε 7 Ἔτι — 14 ἐγενν. nach 16 θεόν C 9 διὰ τὸ] διὸ ὅτι V δύναται V 10 Ἔτι — 14 ἐγενν. > V 14 Τοῦτο — 1 6 θεόν > kVε 1 6 Λέγει — θεόν > d Εἶτα — 24 > dkCε (17–18 vgl. dC im App. zu Ζ. 2))

254
γελίῳ ἐσιώπησε τό· >ἐν τοῖς οὐρανοῖς<, ὡς ὐψηλότερον καὶ τόπου τὸ θεῖον εἶναι διδάσκων καὶ ἱδίᾳ τοῖς μαθηταῖς ὡς ὑψηλοτέροις τῶν λοιπῶν τὸν Χριστὸν ὑφηγούμενον τὸν τῆς εὐχῆς λόγον, οὐδὲ τό· >ῥυσθῆναι ἀπὸ τοῦ πονηροῦ< ἐπιφέροντα, καθὰ Ματθαῖός φησιν.

[*](24 Matth. 6, 13 — 21 κρεῖττον Kr.] κρείττονα V)

Ἤ τάχα, εἰ ἡ >θεὸς< ὀνομασία ὑπὸ τῶν ἀποπιπτόντων τῆς ἀληθείας τάσσεται ἐπὶ τῶν γλυπτῶν καὶ τῶν δαιμονίων ἢ καὶ >τῆς κτίσεως παρὰ τὸν κτίσαντα<, οὐδέπω >ἡγιάσθη τὸ ὄνομα< τοῦ θεοῦ οὐδὲ κεχώρισται, ὧν χρὴ αὐτὸν κεχωρίσθαι. Διδάσκει οὖν ἡμᾶς εὔχεσθαι τάχιον τὸ χρηστὸν γενέσθαι τέλος, ἶνα ἐφαρμοσθῇ τῷ κυρίῳ ὡς >μόνῳ ἀληθινῷ θεῷ< ἡ >θεὸς< προσηγορία. Σαφῶς δὲ ταύτῃ τῇ ἐκδοχῇ ἐφαρ- μόζειν δυνάμεθα καὶ τὸ ἐξῆς· ποῖον δὴ τοῦτο; >ἑλθέτω ἡ βασιλεία σου<.

[*](k* — 2f. Rom. 1, 25 5f. Joh. 17, 3 — 1 εἰ] quia o)

Μηκέτι κατ' ἐμοῦ >βασιλευέτω ὁ θάνατος<, μηδ’ ἀγέτω με δἰ ἁμαρτίας αἰχμάλωτον, ἀλλ' >ἐλθέτω ἐπ' ἐμὲ ἡ βασιλεία σου<, ἵνα εἰς τὸ μὴ ὂν ὑποχωρήσῃ τὰ νῦν κρατοῦντα καὶ βασιλεύοντα πάθη. ταῦτα δ’ ἄν τις αἰτοίῃ καὶ ἐπὶ τῆς καθ' ἔνα γενομένης βασιλείας.

[*](d(D*)C — 2 Rom. 6, 12 2f. vgl. Rom. 7. 23)[*](2 Μηκέτι] ἐλθέτω ἐπ’ ἐμὲ ἡ βασιλεία σου κοὶ μηκέτι d 4 ταῦτα — 5 βασιλ. > d)

>Ἐλθέτω ἡ βασιλεία σου<, ἶνα καταργηθῇ μὲν >πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις<, ἔτι δὲ καὶ πᾶσα βασιλεία τοῦ κόσμου, καὶ ἡ βασιλεύουσα ἐν τοῖς θνητοῖς ἡμῶν σώμασιν ἀμαρτία, πόντων δὲ τούτων βασιλεύσῃ ὁ θεός.

[*](k*V — If. 1 Kor. 15. 24 2 vgl. Matth. 4, 8 2f. vgl. öm. 6, 12)[*](2 κοὶ + πᾶσα V 4 βασιλεύσει V)

Ἐπεὶ δέ οἱ ἀπὸ Μαρκίωνος ἔχουσι τὴν λέξιν οὕτως· >τὸν ἄρτον σου τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ’ ἡμέραν<, ἐπαπορήσωμεν αὐτοῖς, ἀλληγορίας καὶ ἀναγωγὰς φεύγουσιν· τίς ἐστιν ὁ ἄρτος τοῦ θεοῦ; Εἰ μὲν γὰρ, ὡς ἀποδεδώκαμεν, διηγήσονται, δηλονότι ἀλληγοροῦσιν. εἰ δὲ τὸν σωματικὸν ἄρτον ὑπολήψονται, πῶς οὗτος τοῦ κατ' αὐτούς ἐστιν ἀγαθοῦ; ἀναγκαίως δὲ καὶ τὸ >καθ' ἡμέραν< πρόσκειται. Οἱονεὶ γὰρ ἐπισκευαστή ἐστιν ἡμῶν ἡ ζωὴ ἡ ἀληθινή, ἶνα κατὰ θεὸν ζήσῃ >ὁ ἔσω ἄνθρωπος<.

[*](κ*V* ε — 8 vgl. öm. 7, 22; 2 Kor. 4, 16)[*](2 Ἐπεὶ — 6 ἀγαθοῦ > Κ8 ε Ἐπεὶ δὲ] ἐπειδὴ V 3 ἐπιούσιον] ἐπίον σου Κ6 αὐτούς V 5 δῆλον ὅτι V 8 ~ — ἡμῶν ἐστιν K ἡ ἀληθινὴ ζωή V)
255

Ἐμφαντικώτερον δὲ τὸ >καθ' ἡμέραν< τοῦ παρὰ Ματθαίῳ >σήμερον<.

[*]([Fortgesetzt in Fragm. LXXXVIII (p. 275)])[*](d (D: Ὠριγ. καὶ Κυρ.) C (vorher Kyrill: Ἐπιούσιον δὲ expl. καθεστηκότων dC))

Τὸ μὲν οὖν· >τίς ἐξ ὑμῶν< πρὸς τοὺς μαθητὰς λέγεται, τὸ δέ· >ἕξει φίλον<, ἴνα εἴπῃ τὸν θεὸν φίλον τυγχάνοντα τοῖς ἁγίοις, ὡς τῷ Μωϋσῇ καὶ τῷ Ἀβραάμ. τάχα δὲ καὶ >μεσονύκτιον< ὁ >συνεσταλμένος< οὗτός ἐστι >καιρὸς< τοῦ βίου, ὅτε ὁ ὀλοθρευτὴς εἰσέρχεται εἰς πᾶσαν οἰκίαν τῆς ἐν κόσμῳ Αἰγύπτου, ἔνθα μὴ κέχρισται ἡ φλιὰ τῶν θυρῶν τῷ τοῦ Χριστοῦ αἴματι. Αἰτεῖ μαθητὴς τὸν φίλον >τρεῖς ἄρτους<, βοθλόμενοσ θρέψαι τῇ περὶ τῆς τριάδος θεολογίᾳ τὸν γινόμενον πρὸς αὐτὸν ἀπὸ τῆς ὁδοῦ, καθά φησιν· >ἐκτὸς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν<. Ἀλλὰ πῶς ἔσωθεν ἀποκρίνεται ὁ φίλος λέγων· >μή μοι κόπους πάρεχε< Ζητήσεις δέ, μήποτε >οἱ κοπιῶντες καὶ πεφορτισμένοι< τοὺς ἑαυτῶν κόπους παρέχομεν τῷ σωτῆρι, διὸ >τὰς ἀσθενείας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται<· ἢ ὥσπερ τῷδε μὲν ὑπνοῖ ὁ θεός, ἄλλῳ δὲ ἁμαρτάνοντι ὁργίξεσθαι λέγεται, οὕτω καὶ κόπους ἔχειν ἀπὸ τοῦ παρέχοντος αὐτῷ.

[*](δε (in dC nach 10 οὐδέν und 15 e. Schol. v. Severus v. Αntioch.) 4f. vgl. Jak. 2, 23; Weish. Sal. 7, 27 5f. 1 Kor. 7, 29 6ff. vgl. Exod. 12, 29 10 Joh. 15, 5 12 Matth. 11, 28 13 Jes. 53, 4; vgl. Matth. 8, 17)[*](3 οὖν > V 4 ἵνα — θεὸν] τὸν θεόν φησιν d ὡς — 5 Ἀβρ. > dC Μωσῆ Κ8 ε, Μωυσεῖ V 5 Τάχα — μεσον.] μεσονύκτιον δὲ d ὁ > ε ~ ἐστὶν οὗτος CV 6 ὅτε] ὅτι Κ8 ε ὅτε — 8 αἵματι > dC 7 κέχρησται ε, κέχριται V τῶν θυρῶν V > kε 8 ἄρτους + τὴν εἰς πατέρα καὶ υἱὸν καὶ ἄγιον πνεῦμα πίστιν dC(= Sever.? ) 9 τῆς 1 δ > ε γενόμενον Κ8 ε 10 καθά — οὐδέν > d καθὰ + γὰρ V δύνασθαι Cε ποιῆσαι ε 10/11 ~ ἀποκρ. ἔσ. kε 11 κόπον ε παρέχετε Κ6 Ζητήσεις δὲ > d 12 παρέχωσι ε, παρέχομεν CDD3 Vδ 13 διὸ + καὶ C διὸ] αὐτὸς γὰρ d καὶ — 14 λέγεται >d 13/14 ἢ ὥσπερ] ὥσπερ γὰρ C 14 μὲν] μὴ Κ8 μὲν] μὴ forte μὲν ε 15 οὕτω] διὸ d κόπον ε αὐτῷ] αὐτόν dC + λέγεται d)

Πλὴν ἀληθοῦς οὔσης τῆς τοῦ σωτῆρος θέσεως λεγούσης. >αἰτεῖτε καὶ δοθήσεται ὑμῖν<, ἣν καὶ πιστοῦται διὰ τοῦ φάναι. >πᾶς ὁ αἰτῶν λαμβάνει<, ζητήσαι ἄν τις, πῶς τινες εὐχόμενοι οὐκ ἀκούονται. Πρὸς ὃ λεκτέον, ὅτι ὁ ὁδῷ τῇ ἀκολούθῳ ἐπὶ τὸ αἰτεῖν ἐρχόμενος, οὐδέν παραλέιψας τῶν συντελούτων πρὸς τὸ τυχεῖν τῶν σπουδαζομένων, πάντως λήψεται, ὃ παρεκάλεσε δοθῆναι αὐτῷ· εἰ δέ τις ἔξω χωρήσας τοῦ σκοποῦ τῆς παραδοθείσης αἰτήσεως δόξει αἰτεῖν, οὐκ αἰτῶν ὃν δεῖ τρόπον, οὐδ’ ὅλως αἰτεῖ· διὸ μὴ λαμβάνοντος αὐτοῦ οὐ ψευδοποιεῖται τό· >πᾶς ὁ αἰτῶν λαμβάνει>. Καὶ γὰρ διδασκάλου λέγοντος· πᾶς ὁ προσιών μοι [*](k* — 9f. Luk. 11, 10; Matth. 7, 8 — 5 ὁ > Κ4 Κ6)

256
μαθημάτων ἕνεκα ἕξει αὐτῶν ἐπιστήμην, τὸ προσιέναι τῷ διδασκάλῳ πραγματικῶς ἐκλαμβάνομεν, τοῦτ' ἔστι μετὰ τοῦ συντόνως προσέχειν τοῖς παρὰ τοῦ διδασκάλου, μετὰ τοῦ ἀσκεῖν καὶ μελετᾶν αὐτό. Τῷ δὲ μὴ οὕτω προσιόντι λεκτέον· οὐ προσῆλθες αὐτῷ ὡς προετρέψατο. Ὃ φανερώτερον ποιῶν Ἰάκωβος γράφων τὴν ἐπιστολήν φησιν· >τινὲς αἰτεῖν οὐ λαμβάνουσιν, κακῶς αἰτούμενοι ἡδονῶν ματαίων ἕνεκα<. ερεῖ τις· καὶ μὴν ὑπέρ γνώσεως θείας καὶ ἀναλήψεως ἀρετῶν αἰτούμενοί τινες οὐ λαμβάνουσιν. Πρὸς ὃν λεκτέον, ὅτι οὐ καθ’ αὑτὰ τὰ ἀγαθὰ λαβεῖν ἡξίωσαν, ἀλλ' ἕνεκα τοῦ ἐπαινεῖσθαι δι’ αὐτά. Ἔστι δὲ φιληδόνων καὶ τὸ χαίρειν ἐπαίνοις· ὅθεν καὶ τούτοις οὐ δίδοται, ἐπεὶ εἰς ἡδονὰς καταδαπανῆσαι θέλουσι τὰ περὶ ὧν ἀξιοῦσιν.

[*](15f. Jak. 4, 3 — 12 τοῦτ’ — 13 αὐτά] hoc est ut ferventer et diligenter vacet documentis ipsius ο 18 οὐ 2 — ἀγαθὰ] non propter se bona ο)

Σὺ δὲ ὅρα, εἰ >ἄρτος< μέν ἡ ἀναγκαία τῆς ψυχῆς ἐν γνώσει τροφή, ἧς ἄνευ οὔκ ἐστι σώζεσθαι, οἶον ὁ περὶ τοῦ πῶς βιωτέον ἀκριβὴς λόγος, >ἰχθὺς< δέ ἢ οἶον ὄψον φιλομάθεια, οἶον τὸ >εἰδέναι σύστασιν κόσμου, ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων< καὶ ὅσα ἐξὴς ἡ Σοφία καταλέγει. Οὔτε οὖν ἀντὶ ἄρτου λίθον δίδωσιν ὁ θεός, ὃν ὁ διόβολος ἐβούλετο ὑπὸ Ἰησοῦ ἐσθίεσθαι, οὔτε >ἀντὶ ἰχθύος ὄφιν< ὃν ἐσθίουσιν οἱ ἀνάξιοι τοῦ ἰχθύας ἐσθίειν Αἰθίοπες — ἐκεῖ γάρ φησιν ὁ ψαλμός. >σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος ἐπὶ τοῦ ὕδατος, ἔδωκας αὐτὸν βρῶμα μαοῖς τοῖς Αἰθίοψιν< — οὔτε ἁπλῶς ἀντὶ τοῦ τροφίμου καὶ ὡφελοῦντος τὰ ἄβρωτα καὶ βλάπτοντα.

[*](Κ* ε — 4ff. Weish. Sal. 7, 17f. 7 vgl. Luk. 4, 3ff. 9 Ps. 73 (74), 13. 14)[*](5 καὶ2 > Κ6 6 οὔτε] οὕτως (Κ8)ε λίθον + οὐ (Κ8)ε 9 ψαλμωδός Κ 8)ε 11 τοῦ > (Κ8) ε βλάπτ. + quod refertur ad scorpionem et οvum o)