Fragmenta In Lucam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.

Τοὺς αὐτοὺς καὶ >δυνάστας< καλεῖ, οὓς καθελὼν ὕψωσεν, τοὺς ἑαυτοὺς >ὑπὸ τὴν κραταιὰν χεῖρα αὐτοῦ(, δεδωκὼς αὐτοῖς [*](2—6 aQ*Q1 2—3 αὐτοῦ dpCWX 2—5 ἐχθροῦ 3 1 Petr. 5, 6 2 Τοὺς] τούτους δὲ a Τοὺς —-ὕψωσε] ἀλλὰ τούτους <καθεῖλε > καὶ dC, ἀλλ᾿ αὐτοὺς μὲν <καθεῖλεν>, <ὕψωσε> δὲ <ταπεινοὺς> Χ καὶ > δυνάστας] δυνατοὺς α 2/3 ταπεινοῦντας α 3 τὴν > α ~ αὐτοῦ χεῖρα aX αὐτοῦ] τοῦ θεοῦ dC δεδωκ. — 5 ἐχθροῦ > QQ1)

280
<ἐξουσίαν πατεῖν ἐπάνω ὄφεως καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν τοῦ ἐχθροῦ>· καὶ <πεινῶντας> μέν τοὺς ἐξ ἐθνῶν, λιμώττοντας θείων καὶ διδασκαλίας, <ἐνέπλησεν ἀγαθῶν>c τῶν τῆς νέας διαθήκης.

[*](4f. Luk. 10, 19 4 ὄφεων A 5 μὲν > Q1 λιμώττ. + τῶν α 6 καὶ > Αα)

Οὕτω πάντα ξένα τὰ αὐτοῦ· καὶ ἡ τροφὴ ξένη, καὶ ἐκλεκτὸς ἀπὸ κόσμου ἅτε τὸν ὑπέρ κόσμον μηνύων Χριστόν, καὶ ἐν ἐρήμῳ εὐθύς, ἔξω τῆς ἐν ἀνθρώποις κακίας αναστρεφόμενος, ἵνα καὶ ἀξιόπιστος γένηται ταύτην ἐλέγχειν· οὐ πρότερον δὲ τοῖς ἐν πόλεσιν ἐπιχωριάζειν ἤρξατο, εἰ μὴ τὸ ἐν αὐτῷ πνεῦμα δημοσιεῦσαι ἑαυτὸν προετρέψατο.

[*](2—6 Χ (vorher geht p. 80, 5—81, 20, es folgt p. 64, 2—14) e[E1 τοῦ αὐτοῦ (ἀνεπ.)] (in e. Schohon, das beginnt στεῖρα ἡ)

Ποίαις ἡμέραις; Καθ’ ἃς ἐγεννήθη ὁ βαπτιστής· ἔξ γὰρ μησὶ πρόδρομος τοῦ σωτῆρος ἐγένετο εἰς τὴν κύησιν καὶ πρὸ ἓξ μηνῶν ἐτέχθη· ὡς δέ οἱ ἀκριβέστεροι ἐπετήρησαν, καὶ πρὸ ἓξ μηνῶν τῆς ἀναλήψεως τοῦ σωτῆρος ἀπέθανεν. >Αὐγούστου< δέ φησιν πρώτως βασιλεύοντος <ἐξῆλθε δόγμα>. Πρὸ Αὐγούστου γὰρ μόνος ἐγτένετο Ἰούλιος Καῖσαρ ὁ μετὰ τοὺς ὑπάτους· τύπος γὰρ ἦν πρὸ τούτου ὑπάτους βασιλεῖς ἐνιαυσιαίους· Αὔγουστος δὲ βασιλεύσας λύει τὰς πολυαρχίας καὶ κατασχὼν παρέμεινε βασιλεύων. Ἐπεὶ γὰρ ἤμελλε τὸ κήρυγμα διατρέχειν εἰς τὰ πέρατα, οὐκ ἠδύναντο δέ οἱ ἀπόστολοι μεταβαίνειν ἀπὸ ἔθνους εἰς ἔθνος διαφόροις βασιλεῦσι παλαίοντες καὶ πολεμούμενοι παρ ἑκάστου, προομαλίζει μιᾷ βασιλείᾳ τὴν γῆν ὁ θεός, ἵνα οἱ ἀπόστολοι ὡς εἰς μίαν βασιλείαν κηρύττωσιν.

[*](Χ (neues Scholion nach p. 64, 2—14) ξ)