Fragmentum In Librum Primum Regnorum (In Catenis de Cantico Canticorum)
Origen
Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Διδάσκει καὶ διὰ ταύτης τῆς ᾠδῆς τὸν προσερχόμενον θεῷ εἰς αὐτὸν μόνον ἔχειν τὰς ἐλπίδας καὶ εἰς αὐτὸν καυχᾶσθαι, μὴ μεγαλαυχεῖν ἀλλὰ ταπεινοφρονεῖν. καθότι πάντων ὡς θεὸς ἔχει τὴν γνῶσιν, ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ. αὐτὸς δὲ καὶ θανάτου καὶ ζωῆς δεσπόζει. παρακελεύεται δὲ γινώσκειν τὸν κύριον, δῆλον δὲ ὄτι διὰ τῶν ἀγαθῶν πράξεων, διὸ ἐπιφέρει τὸ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. καθότι δίκαιό ἐστι κριτὴς πάσης τῆς γῆς, αὐτὸς ἰσχύς, αὐτὸς ὔψωσις, αὐτὸς κέρας σωτηρίας τῶν ἀγαπώντων αὐτόν.
[*](5 Διδάσκει] vorher Ὠριγένους v1 anonym v2 | 7 ἔχει ἔχων v1v2 | 10 ἐπιφέρει τὸ] ἐπὶφέρειν v2 | 11 ἐν μέσῳ τῆς γὴς] < v2 | 13 κέρα v2 | αὐτῶν v2 w. e. seh.)