Fragmenta In Lamentationes (In Catenis de Prophetis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Οὐκ ἔστι γὰρ ἐπιστρέψαι πρὸς κύριον τὸν ἑαυτὸν ἀγνοήσαντα· ἐπιγινώσκει δέ τις ἐαυτόν, ἐπάγων ταῖς πράξεσι τὴν διάνοιαν, ἄμα μὲν ἐπισκοπῶν αὐτάς, ἅμα δὲ καὶ νοερὰς ἐργαζόμενος. τότε γὰρ >ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα> τὰ πρὶν ἐξομολογούμενοι λέξομεν ὅτι >ἡμάρτομεν καὶ ἀποστῆναι ἀπὸ σοῦ< καὶ >ὃτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἶς ἐπήγαγες ἡμῖν<.

Τὸ ἀναλαβεῖν καρδίας ἐπὶ χειρῶν δοκεῖ δηλοῦν τὸ οἱονεὶ μετὰ χεῖρας λαβόντες τὰς ἑαυτῶν ἐννοίας ἐξετάσωμεν, εἴπερ εἰσὶ καθαραί.

[*](4 Vgl. Matth. 7, 17. — 11 ff. Vgl. Olymp. (Gh III, 158): μηδείς, φησί, μεμφέσθω ὠς αἴτιον ἁμαρτίας τὸν θεὸν, διότι προαιρετικῶς ὀ ἄνθρωπος ἁμαρτὼν δύναται καὶ μετανοῆσαι. — 21 Vgl. II Kor. 3, 18. — 22 Vgl. Dan. 9, 5. — 23 Vgl. Dan. 9, 14.)[*](4 οὕτε] οὐδὲ co Ι 5 ἀγαθούς] + ποιεῖ ο | 7 κατὰ ο | 13 διελέγχῃ c Ι 13/14 ζῶντα μαρτίαν ο | 14 κατ' c | 15 γινόμενα κρίνοντες ο | 23 καὶ] x003C; c | ἐπήγαγες] ἐποίησας c ἐπήγαγες c 1 a. R. | 25 Τὸ] vorher τοῦ αἰτοῦ c.)
267

Καὶ ταῦτα τῆς φθασάσης ἐξομολογήσεως μέρος· ὡς γὰρ σκότος ἡμῖν ἐκ νεφέλης ἐπήγαγες τὰς τῶν δεινῶν περιστάσεις, καὶ μακρὰν ὄντας ἀπὸ σοῦ κατεδίωξας, ἀπώλεσας νεκρῶν τῇ ἁμαρτίᾳ διὰ τῆς τιμωρίας. καὶ ἐπείπερ αἱ ἁμαρτίαι ἡμῶν διίστων ἡμᾶς ἀπὸ σοῦ ὥσπερ διατειχιζούσης νεφέλης, οὐκ ἔφθανεν ἡμῶν ὴ προσευχὴ πρός σε· οὐ γὰρ εἴχομεν >πτέρυγας περιστερᾶς> ὑπερίπτασθαί λέγειν· »ἐν τῷ θεῷ ὑπερβήσομαι τεῖχος( οὐ γὰρ ἠν εὐχερὲς παρελθεῖν τὴν ἁμαρτίαν, στερεάν τε οὖσαν καὶ σκοτεινὴν καὶ πνεύματος ἄμοιρον ἁγίου.

Σύμμαχος· πτόησις. ὅλῳ στόματι κατέπιον κατέπιον καὶ εἰς βάθος κακῶν ὑπηνέχθημεν φόβου καὶ ταραχῆς ἐμπλησθέντες· >ἐμπίπτει γὰρ εἰς ὅν ὤρυξε x003E; ὁ ἀμαρτωλὸς διδοὺς ὡν ἥμαρτε δίκας. καὶ ἐπεὶ »πρὸ συντριβῆς ἡγεῖται ὕβριος« κατὰ τὸν Σολομῶντα, τουτέστιν ὑπερηφανία, ἐπήρθημέν τε καὶ συνετρίβημεν. ὅθεν ὁ Δαβὶδ μελῳδεῖ· »νὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας, καὶ χεὶρ ὰμαρτωλοῦ μὴ σαλεύσαι με«.

Καὶ τοσαῦτα παθὼν τῶν δεδρακότων ὑπεραλγεῖ, οὕτως "ἡ ἀγάπη τὸ κακὸν οὐ λογίζεται«.

Ἀντὶ τοῦ ὁ ὀφθαλμός μου κατεπονήθη, καὶ οὐ σιγήσε- ται τοῦ μὴ εἶναι ἔκνηψιν Σύμμαχος εἶπεν· ὸ ὀφθαλμός μου ἐπέμεινε, καὶ οὐκ ἐπαύσατο τοῦ μὴ εἶναι ἄνεσιν. δηλοῦσι δὲ οἱ μὲν Ἑβδομήκοντα ὅτι καίπερ τῶν ὀφθαλμῶν ἐκ πλήθους δακρύων ἠσθενηκότων οὐ διέλειπον ὅμως, ἀνανῆψαι τοῦ κλαυθμοῦ μὴ δυνά- μενος, ὁ δὲ Σύμμαχος ὅτι ἐπέμεινά τε δακρύων καὶ οὐ διέλειπον· προσευχὴ γὰρ ἐκτενὴς καὶ δακρύων ἐπίτασις τὸν θεὸν ἐφέλκει πρὸς ἔλεον.

[*](6 f. Vgl. Olymp. (Gh III, 162): τοῦ μὴ διελθεῖν πρός σε τὴν προσευχήν. — 7 Vgl. Psal. 54, —8 Psal. 17, 30. — 12 Vgl. Hexapla. — 13 Vgl. Prov. 26, 27. — 15 Prov. 16, 18. — 17 Psal. 35, 12. — 20 I Kor. 13, 5.)[*](2 καὶ] cio x003C; c* Ι 4 ἀπολέσας c | 12 καὶ] c 1 o 003E; c* | 13 φόβω ο | 17 ἐλθάτω ο Ι ὑπερηφανείας ο | 26 καίπερ 1 καὶ περὶ co.)
268

Κατακόπτει γάρ με τὰ δάχρυα, φησί, καθάπερ ἄμπελον ἀκριβὴς τρυγητής· κατὰ δὲ Σύμμαχον, ὅτι κατεπόντισάν με τὰ δάκρυα, τῇ τῶν ἐν ὕδασι πνιγομένων μένων μεταφορᾷ. ὑπομένων δὲ ὑπομενῶ τὸν κύριον, μέχρι μέχρι τοῦ ἀποστρέφειν τὸ πρόσωπον αὐτοῦ ἀφ' ἡμῶν. τὸ διακύψαι δὲ τὸν θεὸν τὸ τῆς ἐπισκοπῆς ἡμᾶς ἀξιῶσαι δηλοῖ. ἐξηγεῖται δὲ τὸ παρὰ πάσας ἐπὶ πάσας ἐπενεγκών, τουτέστιν ἐπὶ ταῖς αὐτῶν συμφοραῖς· τὸ γὰρ θῆλυ γένος τοῦ τῶν ἀρρένων ἐλεεινότερον.

Ἥ ἃ πέπονθε λέγει· ἐνεβλήθη γὰρ λάκκῳ καὶ ὄσον ἡκεν εἰς ἀπέθανεν, σωθεὶς δὲ παρ’ ἐλπίδα ἐλπίδα μετὰ Δαβίδ· »ἡ ψυχή μου ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων«· οὐ γὰρ ἠν >πεσεῖν ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς τοῦ ἐν τοῖς κατὰ τὴν τοῦ σωτῆρος φοινήν. ἢ τοίνυν δέ ἑαυτόν φησιν ἢ καὶ τὰ τοῦ λαοῦ οἰκειούμενος πάθη. ἀλλὰ τὸ δωρεὰν περὶ αὐτοῦ εἰκότως ἂν λέγοιτο· τί γὰρ αὐτοὺς ἡδίκησεν, μᾶλλον δὲ οὐκ εὐεργέτησεν;

Ἐδίκασεν ὁ θεὸς ἀποκτείνας τὸν ψευδοπροφήτην καὶ τὸν βασι- λέα παραδούς, καὶ ἐπὶ τοῦ Χριστοῦ παραδοὺς τὸ ἔθνος εἰς ἅλωσιν. τὸ δὲ ἐγὼ ἐπ' ὀφθαλμοὺς αὐτῶν, ὅτι βαρὺς ἤμην αὐτοῖς καὶ φαινόμενος.

Ἕλεγε καὶ πρόσθεν· »συντέλεσον αὐτούς, καὶ ἔσται σου ὁ λόγος ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου( ταῦτα ταῦτα μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἐπιβουλήν, ὅτε πανταχοῦ διεσπάρησαν· ἠλθε γὰρ ἐπ' αὐτοὺς >πᾶν δίκαιον x003C;. τὸ τοίνυν δηλοῖ τὸ τέλος λαβεῖν τὴν κατ' αὐτοὺς λατρείαν, καὶ τὸ μηκέτι χρη- ματίζειν ἔθνος θεοῦ.

[*](3 Vgl. Hexapla. — 10 Vgl. Jerem. 45, 6 usw. — 11 Psal. 123, 7. — 13 Vgl. Matth. 10, 29. — 18 ff. Vgl. Olymp. (Gh 111, 170): ἐκ μὲν προσώπου Χριστοῦ, ὅτι ἀξίας . . . οἱ Ἰουδαῖοι τὰς δίκας ἔτισαν παραδοθέντες Ῥωμαίοις. — 23 Jerera. 15, 16. — 26 Vgl. Matth. 28, 35.)[*](2 ἄμπελον ν in Ras.) c ἀμπελῶνα ο | 4/5 τὸν κύριον 1 τώ κυρίω co 11 ἐλπίδας ο | 14 καὶ] x003C; ο | 15 αὐτοῦ Blass αὐτοὺς co | 23 σοι] σοι c.)