Fragmenta In Lamentationes (In Catenis de Prophetis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Πρὸς πάντας γὰρ ὤν ἀγαθὸς τὴν παρ' ἡμῶν ὑπομονὴν ἀπαιτεῖ. τῇ γὰρ ψυχῇ, ἥ ζητήσει αὐτόν, ἀγαθὸν τὸ ζητεῖν, ἤτις ὑπομένοι μὴ ταραττομένη, μέχρι τὸ ἔλεος ἀπαντήσειεν, μηδὲ μεθισταμένη, μέχρι τὸ σωτήριον ἐπιφανείη κυρίου, εἰς τὸ ἐλπίζειν εἰς ἕτερον. ἴσως δὲ καὶ ἡσυχάσει λέγει μὴ πολυπραγμονοῦσα τῆς προνοίας τὰ κρίματα. δεῖ τοίνυν, κἂν ἀγνοῶμεν, μὴ ἀφηνιάσαι κυρίου.

Ὁτι >ὁ ζυγὸς αὐτοῦ χρηστὸς καὶ τὸ φορτίον ἐλαφρόν<. μηδεὶς αὐτῷ συναινῇ περί του, δεῖ μὴ συναπάγεσθαι, ἀλλὰ κἂν μονωθῇ πρὸς τοῦτο, τοῖς δεδογμένοις ἐγκαρτερεῖν καὶ ἐνιδρὺσθαι βεβαίως. »κύριος« γὰρ »κατοικίζει μονοτρόπους ἐν οἴκῳ« φησὶν ὁ Δαβίδ, καὶ »κατὰ μόνας εἰμὶ ἐγώ, ἕως οὑ παρέλθω«, δηλονότι τοὺς πειρασμοὺς φιλανθρωπίας τυχών.

Ταπεινώσει γὰρ ἑαυτὸν φάσκων· »ἐγὼ δέ εἰμι γῆ καὶ σποδός«, εἴπερ ὄντως ἐστὶν ἀνήρ, καὶ τῆς μὴ καταισχυνούσης ἐλπίδος πεπλήρωται, ὁποῖον καὶ τὸ »ἐκολλήθη τῷ ἐδάφει ἡ φυχή μου«.

Ἁρμόζει τοῦτο καὶ πρὸς τοὺς έν τῇ αἰχμαλωσίᾳ λέγοντας τὰ ἐν τῷ ἑβδομηκοστῷ τρίτῳ Ψαλμῷ· »ἱνατί, ὁ θεός, ἀπώσω εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;« σύμφωνον δὲ τὸ »οὐκ εἰς τέλος ἀπώσεται κύριος οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ«· ἐρεῖ δὲ τῷ πρὸς ἀξίαν μετανοήσαντι· »διαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ, καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων«.