Fragmenta In Lamentationes (In Catenis de Prophetis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Ἔοικε δὲ τὸ μὲν πλῆθος τοῦ λαοῦ, ὅσον ἐπὶ τῇ λέξει, δηλοῦν τοὺς ἐνοικοῦντας Ἰσραηλίτας, τὸ δὲ πλῆθος τῶν ἐθνῶν, ὡς προειρήκαμεν, τοὺς προσηλύτους. εἰς δὲ ἀναγωγὴν ἐπεὶ συγγενέστερά ἐστι τῇ ψυχῇ καὶ ἀπερίστατα τὰ θεωρητικὰ μὰλλον ἄν τὰ πρακτικά, τὸν πλοῦτον τῶν θεωρημάτων· τὸ δὲ πλῆθος τῶν ἐθνῶν τὸν πολὺν ἀριθμὸν τῶν καλῶν πράξεων.
Καὶ μετ’ ὀλίγα·
Ἡ πεπληθυμμένη λαοῦ μόνη καθέζεται· τῷ τὸν νγμφίον λόγον ἡ νύμφη ἀποβεβληκέναι γίνομένη ὡς χήρα ἥ ποτε τοῖς προειρημένοις ἔθνεσι πλήθουσα.
Ὅσον ἐπὶ τῇ λέξει ἁρμόζει τὴν Ἱερουσαλὺμ νοεῖσθαι λέγεσθαι μετὰ θαυμασμοῦ διὰ τὴν ἐπὶ τὸι σκυθρωπότερον μεταβολὴν μεμονῶσθαι καθίσασαν τήν ποτε πλήθουσαν λαῷ, ἵν’ ἡ μόνωσις ἡ ἐρημία ᾖ αὐτῆς, ἐσχηκυίας μὲν ἄνδρα τὸν προστάτην ἔμψυχον λόγον, ὅτε αὐτῷ εἴπετο παρόντι καὶ βοηθοῦντι, κεχηρευκυίας δὲ καὶ καταλελειμμένης ὑπ’ αὐρόντι τὰ ἡμαρτημένα.
Καὶ μεθ’ ἔτερα·
Ταὺτα μὲν οὖν πρὸς τὸ ῤητόν· πρὸς δὲ διάνοιαν, Ἱερουσαλὴμ εὐθηνοῦσα καὶ λαῷ χαὶ ἔθνεσι πλήθουσα καὶ χωρῶν ἄρχουσα ἡ θεία ἐστὶ ψυχή. καὶ οὐ θαυμαστόν, εἰ οὐ μόνον οἰκία οὐδὲ ἔπαυλις [*](4 Luk. 6, 21. — 5 Matth. 5,5. — 13 Vgl. zu S. 235, 17. — 16f. 23f. Vgl. Olymp. (Gh III, 11): τοῦ νυμφίου στερηθεῖσα λόγου. — Vgl. Jes. 54, 1?) [*](4 Εἰ] vorher τοῦ αὐτοῦ co | γελάσατε c | 8 Ἔοικε] vorher τοῦ αὐτοῦ c | o | 18 πληθύσασα ο | 12 τοῦ λαοῦ] τῶν λαῶν ο | 16 λαοῦ] <c| 17 ἡ νήμφη] ἠ νυμφίος 23 ᾖ Βλασσ ἢ co | 24 εἴπετο] εἴπετο c εἶπε τὸ ο | παρόντα καὶ βοηθοῦντα ο | 25 ὑπ’] ἀπ’ ο | 28 πληθύνουσα ο.)
Καὶ μετ’ ὀλίγα·
Ὥσπερ δὲ ἔνεστιν ἰδεῖν Ἱερουσαλὴμ εὐθηνουμένην, πληθύνουσαν λαῷ καὶἔθνεσιν καὶ ἄρχουσαν ἐν χώραις, οὔτως, εἰ μεταπτωτή ἐστιν ἡ ἀρετή, μονουμένην ποτὲ αὐτὴν καὶ χηρεύουσαν καὶ δουλεύουσαν, 10 ὥστε καὶ φόρους τῷ χρατήσαντι αὐτῆς ἐχθρῷ τελεῖν, κατὰ τὴν ψυχὴν τοῦ ἐκπεπτωκότος τῆς ἀληθείας.
Τί δὲ δεῖ λέγειν καὶ περὶ τοῦ ὅτι ἄρξασα χωρῶν ἐπὶ τοσοῦτον δουλοῦται παρὰ τοῖς ἐχθροῖς, ὥστε καὶ φόρον ἀεὶ αὐτὴν ἐπιτελεῖν, τε΄π]θσαμ τπὸς λαλπὸς δεσ['πταος. ἃ ἂν ἐκεῖνοι προστάττωσιν; προστάτουδι δὲ χρηστὸν οὐδέν. καὶ τάχα καθ’ ἔχαστον ὦν πταίει ἐνθάδε, φόρον τινὰ τελεῖ τῷ Ναβουχοδονόσορ, ὅς ἐρμηνεύεται Ἐγκαθισμὸς καὶ ἐπίγνωσις συνοχῆς· οὐ μόνῶ δὲ τῷ Ναβουχοδονόσορ, ἀλλὰ καὶ τοῖς σατράπαις αὐτοῦ.
Ἐπὶ μὲν τοῦ πρώτου Θρήνου, τοῦ ἀπὸ ἀπὸ τοῦ Ἄλφ ἀρξαμένου, τὴν λέξιν λέξιν σῶσαι δελυνήμεθα. ἐπὶ δὲ τούτου τί ἄν τις εἴποι, λεγομένης πόλεως κεκλαυκέναι ἐν βυκτί, ὤστε τὰ δάχρυα εἶποι, λεγομένης πόλεως κεκλαυκέναι ἐν νυχτί, ὥστε τὰ δάκρυα ἔἶναι ἐπὶ τῶν σιαγόνων αὐτῆ; εἰ μὴ ἄρα τοὺς τις ἐρεῖ πόλιν ὀνομαξομένους, τοῦς καὶ φόρον τελοῦντας, κεκλαυκέναι ὐπομνησθέντας ἐξ οἴας εἰρήνης κὶ ἐλευθεράς εἰς ὅσην δουλείαν καὶ ταπείνωσιν ἐληλύθασιν. πῶς οὖν διηγησόμεθα καὶ τὸ ἐν νυκτόι, ἤ στι ἐν τῷκαιρ καιρῷ τῆς κοινῆς ἁπάντων ἀνθρώπων ἀναπαύσεως ἡ πόλις ὐπομιμνῃσκομένη ἀναπαυόμενοι ἔκλαιον, καὶ ἔκλαιον κρουνηδ[ον τῶν δακρύων καταρρεόντων ἐπὶ τῶν σιαγόνων αὐτῶν; ἐπετείνετο δὲ μάλιστα αὐτῖς [*](17/18 Vgl. Onom. sac4ra I, 195, 85: Ναβουχοδονόσωρ ἐγκαθημένος ἢ ἐπίγνωσις συνοχῆς u. I, 47,2: sessio in agnitione angustiae. – 25 Vgl Klagel. Jerem. 1,1.) [*](1 ἄν] c1 a. R. <C* o | 4 παραβαλλομένου ο | 5 πολλὰ πλούσια ο | 13 χωρῶν] φώρων ο | 15 ἄν C1 ἐὰν C*O| προτάττωσιν Koetschau προστάττουσιν co |21 Ἐπὶ] vorher τοῦ αὐτοῦ co | πρώτου] πρὸ τούτου ο | ἀπὸ τοῦ] <c | ἀλφ clo | 27 τὸ | τὸν co | ὅτι | ὅτε co | 28 ἁπάντωω] τῶν ο 30 καὶ ἔκλαιον] < c.)
Καὶ μετ' ὀλίγα·
Ταῦτα μὲν οὖν πρὸς τὸ ῥητόν. ἐὰν ὁ λόγος, ὡς ἐν τοῖς πρὸ κλαίειν λέγοιτο, ἐκπεσοῦσα τῆς οἰκείας χώρας ἐν Συγχύσει γενομένη, καὶ κατάστασιν ἔχειν ἐναντίαν τῷ γελᾶν γέλωτα τὸν ἀπὸ χαρᾶς καὶ ἱλαρότητος, ὅν ὁ κόριος ἡμῶν ἐπαγγέλλεται ὑπάρξειν τοῖς τὸν μακαριζόμενον κλαυθμὸν κλαύσασι φάσκων· »μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται«. καὶ ἐν τῷ Ἰὼβ δὲ »ἀληθινῶν« φησὶ »στόμα ἐμπλήσει γέλωτος«. τάχα δὲ διὰ τοῦτο καὶ εἷς τῶν πατριάρχων Γέλως λέγεται. ὁ τοίνυν στενάζων διὰ τοῦτο καὶ εἷς τῶν πατριάρχων Γέλως ἀπόστολος δεσήλωκεν εἰπών· »καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι«, τὸν ἐν ἐπαγγελίᾳ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάἱλαρότητα, κλαυθμὸν κλαίει τροφιμώτατον καὶ ὠφελοῦντα τὴν ψυχήν.
Oἰόμεθα δὲ τὸ μὲν ἀγαπᾶν θειότερον εἶναι καί, ἵν' οὕτως εἴπω, πνευματικόν, τὂ δὲ φιλεῖν σωματικὸν καὶ ἐνθρωπικώτερον. τάχα δέ, οὐδενὸς φαύλου ἀγαπῶντος, παρατηρητέον ὅτι περὶ μὲν τῶν κρειττόνων φησί· οὐχ ὑπάρχει παρακαλῶν αὐτὴν ἀπὸ πάντων τῶν ἀγαπώντων αὐτήν, περὶ δὲ τῶν ἐλαττόνων· πάντες οἱ φιλοῦντες αὐτὴν ἠθέτησαν αὐτήν, ἐγένοντο αὐτῇ εἰς ἐχθρούς. οἱ μὲν γὰρ ὑποδεέστεροι καὶ ἠθέτησαν αὐτὴν καὶ ἐγένοντο αὐτῇ ἐχθροί· οἱ δὲ κρείττονες μόνον οὐ παρεκάλεσαν.
[*](12 Vgl. Onom. sacra I, 174, 91: Βαβυλὼν σύγχυσις, u. ö. —15 Luk. 6, 21. – 16 Hiob 8, 21. – 17 Vgl. Gen. 21, 6 u. Onom. sacra I, 170, 85: Ἱσασκ γέλως, u. ö. – 19 II Kor. 5, 4. – 24 ff. Vgl. in Jerem. Hom. 15, 3 (S. 127, 11 f.).)[*](2 αὐτοῖς c | 3 τὴν 2] < ο | 4 ὡς] < ο | 11 λέγῃ Vat. gr. 1153/54 λέγει co | ποιὰν Blass Diels Koetschau ποίαν co | αὕτη Blass αὐτῆ co | 13 τῷ] τὸ c | 16 ἀλητος c | 29 αὐτὴν 2] ἐν αὐτῇ ο | 31 αὐτῇ] < ο | οἱ] ο | δὲ Gh γὰρ co.)πρὸς μὲν τὸ ῥητὸν τοιοῦτος ἂν εἴη ὁ νοῦς· τὸν ἴδιον τόπον ἡ Ἰουδαὶα ἤμειψεν, αἰτίων τούτων γενομένων αὐτῇ τῆς ταπεινώσεως αὐτῆς (ἣν τεταπείνωνται ἁμαρτοῦσα καὶ τὸ ἀνάστημα καὶ τὸ ἐγηγερμένον, ὃ πρότερον εἶχεν ἐν θεοσεβείᾳ ὑπάρχουσα, καταλιποῦσα), ἔτι δὲ καὶ τῆς πολλῆς δουλείας αὐτῆς, ἣν δεδούλωτο ὑποτεταγμένη τοῖς πάθεσιν. μετοικισθεῖσα δὲ ἐν ἔθνασιν ἱδρύνθη, ἔνθα εὑρεῖν ἀνάπαυσιν οὐ δεδύνηται, πάντων τῶν ἐχθρῶν καταδιωκόντων αὐτὴν καὶ καταλαβόντων καὶ κατακεκρατηκότων, αὐτῆς γενομένης παρὰ τοῖς ἔθνεσιν οἳ ἔθλιβον αὐτήν.