Fragmenta In Lamentationes (In Catenis de Prophetis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Τὴν σαθρότητα τὴν συμβὰσαν ἡμῖν ἐκ τῆς ἁμαρτίας σημαίνει.
Συμφορὰ γὰρ ἐπίμονος γεροντικὴν ἀσθένειαν ἐμποιεῖ.
Οὐ γὰρ ἀφῆκέ με διαφυγεῖν τὰ δεινὰ πανταχόθεν πολιορκαούμενον. λέγοι δ’ ἂν ἴσως καὶ τὸ περιβληθὲν τῇ πόλει τεῖχος πολέ- μιον. τὴν αὐτὴν δὲ τῷ Δαβὶδ ἀφῆκε φωνὴν εἰρηκότι· »ἐκάθισάν με έν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος«. τοῦτο τοῦτο διὰ τὰς ἀπὸ τῶν πολεμίων εἱρκτάς, ἅμα δὲ καὶ διὰ τὰς ἐκ θεοῦ συμφοράς· ψυχῆς γὰρ σκότος οἱ πειρασμοί. ἰδικὼς δὲ >Ἱερεμίαν καὶ εἰς τὸν ἐνέβαλεν ὁ Πασχώρ<, σκοτεινὸν ὄντα καὶ ἀφεγγῆ, ὁποῖον ἦν καὶ Δαβὶδ τὸ σπήλαιον ἐν ᾦ παρὰ Σαοὺλ ἀπεκρύπτετο. δύναιντο δὲ καὶ εἰς Χριστὸν οἱ δύο Θρῆνοι λαμβάνεσθαι, οὗ τύπος ἦν Ἱερεμίας τοσαῦτα παρὰ Ἰουδαίων πεπονθότος καὶ τέλος τάφῳ παραδοθέντος.
Ἀφύκτοις με κακοῖς περιβέβληκεν, ἐπιθεὶς τῷ τραχήλῳ μου λαὸν ἀπηνῆ καὶ παραπικραίνοντα καὶ μεῖζον ἢ κατ' ἐμὲ φορτίον. οὐκ εἰσηκούσθην δὲ κουφισθῆναι πολλάκις εὐξάμενος· εἰσακουσθῆναι γὰρ τοὺς ἁγίους ἔσθ' ὅτε κωλύει τὰ πράγματα. λέγοι δ' ἂν ζυγὸν καὶ τοὺς κλοιοὺς τοὺς σιδηροῦς, οὓς ἀντὶ ξυλίνων θεοῦ κε- λεύσει περιεβάλετο, φέρεται γὰρ καὶ γραφή· ἐβάρυνε γὰρ τὸν χαλκὸν τοῦ τραχήλου μου. ἀπέφραξε γὰρ τὴν προσευχήν μου καὶ λέξας αὐτῷ· μὴ προσεύχου περὶ αὐτῶν· οὐ γὰρ εἰσακούσομαί σου<.
[*](6f. Vgl. Olymp. (Gh 111,127): ἐκ δὲ προσώπου τῆς ἀνθρωπείας φύσεως, . . . οὕτω περιῳκοδόμησε κατ' ἐμοῦ, ὡς μὴ δύνασθαί με διαφεύγειν. — 8 ff. Vgl. Olymp, (a. a. 0.): τοῦτο πρότερος ὁ Δαβὶδ κτλ. — Psal. 142, 3. — 11 Vgl. Jerem. 20, 2. — 13 Vgl. Ι Sam. 24, 4. — 19 Vgl. Jerem. 35, 13. — 22 Vgl. LXX Luc. — 24 Vgl. Jerem.14, 11. 12.)[*](2 Τὴν — σημαίνει] nach Nr. LXVIII unter der Überschr. Ὀλυμπιόδ ο | 4 Συμφορὰ] vorher τοῦ αὐτοῦ c Ι 6 Οὐ] vorher τοῦ αὐτοῦ c Ι 7 λέγει ο | 8 δὲ τῷ] μετὰ c | 11 καταράκτην ο | 15 παθόντος ο | 19 πολλάκις] x003C; c | 20 δ’ ἂν] δὰν ο δὲ c Ι 22 περιεβάλλετο ο | 24 περὶ] ὑπὲρ ο.)Ορμήσας γὰρ πολλάκις οὐ συνεχωρήθη παραιτήσασθαι τὴν διακονίαν. ἔφασκε γάρ· »ού μὴ ὀνομάσω τὸ ὅνομα κυρίου«, καὶ ὥσπερ ὑπὸ πυρὸς συνηλαύνετο. ἐμφράττει δὲ καὶ τὰς ὁδοὺς τῶν ἀμαρτωλῶν οὐ συγχωρῶν ἀμαρτεῖν. ἀλλ' οὐ τοιοῦτος ὁ προφήτης , ὅς γέ φησιν· »οὐκ ἐκάθισα μετὰ συνεδρίου παιζόντων«.
Πᾶν αὐτοῦ, φησί, βέλος ἐκἐνωσε κατ' ἐμοῦ, τὴν ἐμὴν τιτρώσκων ἐπιθυμίαν καὶ μὴ συγχωρῶν μοι πράττειν ὡς βούλομαι.