Fragmenta In Lamentationes (In Catenis de Prophetis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Βάρεις τὰς οἰκίας φησίν, ἅπερ βασιλείας ἐξέδωκε Σύμμαχος. ἐπαναλαμβάνει δὲ τοὺς θρήνους, ὡς ἄν τις ἐπὶ πένθει περιαλγὼν. πάλιν δὲ δείκνυσιν, ὡς ταπεινὸν λογισμὸν καὶ ταπεινὴν ἀνείληφεν ἕννοιαν, καθαιρεθέντων τῶν ὡς οἰκημάτων τε καὶ φρουρίων, καθάπερ πληρούντων τὸ ἡγεμονικόν. ἀρεταὶ μὲν γὰρ τὰ οἰκήματα, ὑπ' αὐτῶν γὰρ σκεπόμεθα, ὀχυρώματα δὲ οἱ ἀναντίρρητοι λογισμοἰ. οὐ γὰρ ἐπὶ χειρόνων νῦν ἡ καθαίρεσις ὑψωμάτων, ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ<, οὐδὲ ταπεινότητος καθ’ έ)ν >μανθάνει τὰ δικαιώματα τοῦ · ταῦτα γὰρ χαρᾶς, ἀλλ’ οὐ πέφυκεν ἄξια.

Σκηνὴν μὲν τὸν ναόν, ἅμπελον δὲ καὶ ἀμπελῶνα λέγει τὸν Ἱσραὴλ κατὰ τὸ »ἄμπελον ἐξ Αἰγύπτου μετῆρας« παρὰ Δαβίδ, καὶ »ἀμπελὼν ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ« παρὰ Ἡσαΐᾳ. καὶ Δαβὶδ μὲν ἐπάγει · »ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς;« καὶ τὰ ἑξὴς, ὁ δὲ Ἠσαΐας· »ἀφεῖλες τὸν φραγμὸν αὐτοῦ« καὶ τὰ ἐπὶ τούτῳ. ταῦτα καὶ ὁ παρὼν ἐδήλωσε Θρῆνος. συστείλας γὰρ ἑαυτοῦ τὴν φρουρὰν ὁ θεὸς τοῖς πολεμίοις παρέδωκεν, οὐκέτιο κύκλῳ αὐτοῦ παρεμβάλλον- τος x003E; διὰ τὸ μὴ φοβεῖσθαι τὸν x003C;. κατήργησε δὲ καὶ τοὺς κατὰ νόμον εἰς λατρείαν καιρούς, ὡς ἔν Ἡσαΐᾳ φησί· »νηστείαν καὶ ἀργείαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου«. ὅπερ λήθην ἐκάλεσεν, ἀλλ’ οὐχ ὡς πάθος ἀνθρώπινον. παρώξυνε δὲ βασιλέα καὶ ἱερέα, ἀγανακτοῦντας εἰ μερὶς ὄντες θεοῦ τοιαῦτα παρ’ ἀσε- βούντων ὑφίστανται.

[*](6 ff. Vgl. Olymp. (Gh III, 78): πρὸς μὲν ῥητόν, . . . τὰς ἰκίας φησί. πρὸς δὲ διάνοιαν, τοὺς περιφράττοντας τὴν ψυχὴν ἀγαθοὺς λογισμούς. — 12 Vgl. II Kor. 10, 5. — 14 Vgl. Psal. 118, 71. — 18 Psal. 79, 9. — 19 Jes. 5, 1. — 20 Psal. 79, 13. — 21 Jes. 5, 5. — 23 f. Vgl. Psal. 33, 8. — 25 Jes. 1, 14. — 28 καὶ ἄρχοντα hat Origenes also nicht gelesen, wie auch LXX Luc. nicht.)[*](1 θεοῦ καὶ] x003C; ο | 6 Βάρεις] anonym am Anfang d. Seite ο | 17 ἀμπελῶν δὲ ο | 19 ἐγεννήθη ο | 20 ἱνατί ο | αὐτοῦ ο | 24 θεόν] κύριον ο | 26 ἀργείαν c*o ἀργίαν c 1 | 28 εἰ] οἲ c Ι ὄντες] ἐν ταῖς ο.)
257

Τὰ λειτουργικὰ παρέδωκε σκεύη, μηκέτι ταῖς παρ' ἀσεβῶν θυσίαις εὐαρεστούμενος κατὰ τὸ »ὁλοκαυτώματα κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἶμα ταύρων καὶ τράγων οὐ βούλομαι«. παρέδωκε δὲ καὶ τὸ συνέχον τεῖχος τὰς οἰκίας τῆς πόλεως, ἤγουν τὰ βασίλεια καθάπερ ἐξέδωκε Σύμμαχος. οἱ δὲ δυσμενεῖς παραλαβόντες καὶ τὸν νεὼν ὡς ἐπὶ τελείᾳ νίκῃ λοιπὸν ἑώρταζον ἀλαλάζοντες. ψυχῆς δὲ θυσιαστήριον τὸ ἐν ἡμῖν λογικόν, δι' οὖπερ ἱερουργεῖται τὰ πάθη νεκρούμενα.

Πᾶσαν γὰρ αὐτῆς ἀφεῖλεν ἀσφάλειαν, τῆς τιμωρίας ἐκτείνας τὸ μέτρον· ὃ δὴ καὶ Ζαχαρίας τεθέαται.

Πενθεῖ δὲ τεῖχος καὶ προτείχισμα, τὰ πένθους ἄξια, τοῦ κλαίειν καὶ τοῖς ὁρῶσιν αἴτια γινόμενα· »τὴν γὰρ βουλὴν κυρίου τίς διασκεδάσει; καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει ;« κατὰ τὸν μακάριον Ἡσαΐαν. τὴν δὲ τοιαῦτα πενθοῦσαν εἲτε πόλιν εἴτε ψυχὴν ὡς εἶναι τοῖς ἐχθροῖς καταπάτημα, πενθεῖν εἰκὸς ἀγγἐλους τοὺς πρότερον αὐτὴν ἄλλους ἐπ' ἄλλοις φυλάττοντας, μείχους τε καὶ ὑποβεβηκότας. εἰ γάρ ἐπὶ σωθεῖσι χαίρουσιν, ἐπὶ πεσοῦσι πῶς οὐ πενθήσουσιν;

Ὡς γὰρ ὑπὸ γῆς ἢ θαλάττης καταποθεῖσαι γεγόνασιν ἀφα- νεῖς. ἀπώλοντο δὲ καὶ βασιλεὺς καὶ ἄρχοντες καὶ οἱ ψευδοπροφῆται καὶ ὁ νόμος αὐτῆς ἀνάγκῃ δουλείας, ὃν δὴ προαιρέσει καὶ πρὶν ἀλῶναι κατέλυσαν. πύλαι δὲ ψυχῆς αἱ αἰσθήσεις, αἴτινες ἁμαρτανούσης κατακλύζονταί τε πάθεσι καὶ γίνονται γήϊναι. καὶ αἱ ταύτας δὲ τηροῦσαι τῆς ψυχῆς δυνάμεις ἐκλύονται ἀπολωλότος νοῦ τε βασιλεύοντος καὶ λογισμῶν ἀρχικῶν έν τοῖς πάθεσιν, ὸτε τῆς [*](2, 4 παρέδωκε ist Symmachus' Lesart ür συνέτριψεν vgl. Hexapla. — 3 Jes. 1, 11. — 12 Vgl. Sachar. 2, 2. — 15 Jes. 14, 27. — 20 Vgl. Luk. 15, 10. — 23 κατεβυθίσθησαν liest LXX Luc. (nach Σ΄ ür ἐνεπάγησαν.) [*](14 ἄξια] x003C; ο | 14/15 τοῦ κλαίειν καὶ] übergesch. c 1 < c*o | 15 ὁρῶσι γιγνώμενα ο 1 γιγνόμενα c | 23 Ὡς] vorher τοῦ αὐτοῦ c | 24 βασιλεῖς Ιο | 27 γίγνονται ο | 28 ἀπολωλυῖαι c.)

258
ψυχῆς νόμος τε καὶ τάξις ἀπόλλυται καὶ γίνεται Βαβυλὼν πλήρης οὐσα Συγχύσεως, μηδὲν ἔχουσα προνοητικὸν ὑπὸ θεοῦ βοηθούμενον.

Λυπηρὰ διηγεῖται θεάματα έν τῷ χωρίῳ τῆς εὐφροσύνης γεγενημένα· φόβῳ γὰρ οὐδὲ θρηνεῖν τοῖς πρεσβυτέροις ἐπέτρεπον, καὶ τὰς πρώτας παρθένους εἰς γῆν ὁρᾶν παρεσκεύασαν, μήποτε φανεῖσαι πρὸς βίαν αὐτοὺς ἐκ τοῦ κάλλους, ἐν ᾦπερ ἐπρώτευον, ἐπισπάσωνται. εἴποις δ' ἂν καὶ τοὺς έν ἀρετῇ πάλαι πρεσβεύοντας, δι' ἣν οὕτως ἐλέγοντο, χοϊκοὺς γεγονότας καὶ πάθεσιν ἀλόγοις ἐνιδρυθέντας κατὰ λόγον ἔτι μηδὲν ἐνεργεῖν καὶ τὸ έν αὐτοῖς ἡγεμονικὸν ἀπογεώσαντας πνεῦμα καὶ πένθους ἀξίαν, ἣν εἶχον πάλαι, σωφροσύνην ποιήσαντας καὶ λογισμοὺς διαφθείραντας, οὓς πρὶν ἀφθόρους δοἐσῳζον.

Δόξαν ἰδίαν φησὶν ὁ προφήτης θεοῦ τε ναὸν καὶ πατρίδος εὐσέβειαν. τῶν δὲ νηπίων τὴν ἔκλυσιν ὁ λιμὸς ἀπηργάζετο. εἴποις δ' ἂν ὑψηλότερον, ὡς οἰκειοῦται τῶν συγγενὼν κατὰ σάρκα τὰ πάθη κατὰ τὸ τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ;« τὰ κατὰ ψυχὴν ἐκείνων ἀναδεχόμενος δυσχερῆ, γνώσεως ἀληθοῦς μαρασμὸν καὶ φορὰν ἄστατον τοῦ λογισμοῦ πρὸς τὰ γήϊνα καὶ στέρησιν τῆς ὑψούσης τὴν κεφαλὴν κατὰ τὸ » σὺ κύριε , ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου«.