Fragmenta In Lamentationes (In Catenis de Prophetis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Πρὸς δὲ διάνοιαν ἡ τοιάδε ψυχὴ θυγάτηρ ἐστὶ Σιών· οἷόν ὡς θυγάτηρ δικαιοσύνης ἡ δικαία καὶ τέκνον σοφίας ἡ σοφή , οὕτω δὲ ἐπεὶ Σιών ἐστι τὸ Σκοπευτήριον) ἡ σκοπευτικὴ καὶ θεωρητικῶς διεξοδικὴ θυγάτηρ Σιὼν ἂν λέγοιτο. εὐπρέπειαν δὲ αὐτῆς καὶ [*](5 Vgl. Klagel. Jerem. 1, 5 cod. Qmg: διὰ τὸ πλῆθος τῶν ἀσυνθεσιῶν αὐταῖς. — 27 ff. Olymp. (Gh III, 26): πρὸς δὲ διάνοιαν, ἡ θεογνωσία διὰ τὴν τῆς ἁμαρτίας ἐπαγωγήν. — 29 Vgl. S. 241, 2.) [*](1 ποιήσαντας c | καταλειφθῆναι c 1 καταληφθῆναι c*o | 12 ἐστερημένοι cl W. e. seh. ebenso S. 251, 19 | 14 μητέρα] τὴν c | σχηματιζούσης c | 17 ἀπὸ] ὑπὸ ο | 18 τῷ] τὸ Ic | 23 ἥκοντες c | οὕτω δὲ] οὕτως c | 24 γινόμενοι ο | 25 ἐν οὑκ ἰσχύει ο | 27 Πρὸς] vorher τοῦ αὐτοῦ κατὰ ἀναγωγήν co.)

243
ἀξίωμα τί ἂν ἄλλο δεόντως νομισαίμην ἢ τὸν πλοῦτον τῶν τῆς ἀληθείας μετὰ σοφίας τεθεωρημένων ἁγίων δογμάτων; ἐπὰν οὖν ἀμελήσῃ τις, μετὰ τὸ κτήσασθαι εὐπρἐπειαν καὶ ἀξίωμα, τῆς τε τούτων συνοχῆς καὶ τῆς τοῦ πλούτου τοῦ θείου αὐξήσεως, ἀπορρεῖ καὶ ἐξέρχεται τὰ τέως κόσμος αὐτῆς τυγχάνοντα. ἄρχοντες δὲ οἱ ἡγησάμενοι τοῦ λόγου καὶ χειραγωγήσαντες ἐπὶ τὴν κτῆσιν τῆς προειρημένης εὐπρεπείας, δίκην κριῶν, τῶν ἡγησαμένων, τῆς τῶν προβάτων ποίμνης οὐχ εὑρισκόντων νομήν, ἐν σπάνει κατέστησαν καὶ αὐτοί, ἀνέντες τὴν προσοχὴν τῶν δυναμένων αὐτούς τε καὶ τὰ πρόβατα, ἴν οὕτως εἴπω, πιᾶναι. διὰ τοῦτο ἀσθενήσαντες, καταληφθέντες ὑπὸ τοῦ διώκοντος, ὅστις ἐστὶν ὁ ἀντίδικος ἡμῶν διάβολε, ἔμπροσθεν αὐτοῦ πορεύονται ἐλαυνόμενοι ὅπῃ ἐκεῖνος ἄγειν ἐθέλει. ἐὰν μέντοιγε ἡ προειρημένη θυγάτηρ Σιὼν ἐπιμέλειαν ποιήσηται τοῦ κάλλους αὐτῆς καὶ τῆς εὐπρεπείας αὐτῆς καὶ πρόνοιαν τοῦ φρουρεῖσθαι τὸ ἀξίωμα, φαυλίζει καὶ μυκτηρίζει τὸν τῶν Ἀσσυρίων βασιλἐα, ὡς ἀπὸ τοῦ Ἡσαΐου μεμαθήκαμεν λέγοντος· »ἐφαύλισέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών«.

Ο γὰρ μιμνῃσκόμενος ἐν τῷ τάδε τινὰ πάσχειν οὐ τοῦ ἐνεστηκότος μιμνῃσκεται, ἀλλὰ τοῦ παρεληλυθότος.

Καὶ μετ’ ὀλίγα·

Τοιαῦτα διαπορήσαντες έν τῷ τόπῳ καὶ ζητοῦντες ὑπόμνησιν παρεληλυθυίας ταπεινώσεως αὐτῆς καὶ ἀπωσμῶν αὐτῆς, διὰ τὸ πεπτωκέναι τὸν λαὸν αὐτῆς εἰς χεῖρας θλίβοντος καὶ τὰ ἐπιφερόμενα αὐτῇ συμβεβηκέναι, ἐπισκοποῦμεν μὴ ἄρα ἡ κυρίως ταπείνωσις οὐκ ἄλλη τίς έστιν τῆς ἁμαρτίας, ὥσπερ ὕψωσις ἡ κατόρθωσις, καὶ ἀπωσμὸς οὐδενὸς ἐνεργοῦντος γίνεται ἢ τῆς μοχθηρᾶς πράξεως · ἱκανὴ γὰρ αὕτη ἀπώσασθαι ἀπὸ θεοῦ καὶ παντὸς τοῦ κατὰ φύσιν καλλίστου. ὅτε τοίνυν μεθύουσα ἡ Ἱερουσαλήμ, τουτέστιν οἱ κατοικοῦντες αὐτήν, καὶ ἐξεστηκυῖα ἀπὸ τῆς ἁμαρτίας ἐταπεινοῦτο, οὐκ ἐφήσθη τοῖς πταίσμασιν· ὅτε δὲ αἱ ἀνταποδόσεις αὐτῆς ἐληλύθασι διὰ τοῦ τὸν λαὸν αὐτῆς πεπτωκέναι εἰς χεῖρας [*](5 ff. Vgl. Olymp, (a. a. Ο.): οἱ διδασκαλικοὶ τρόποι οὐχ εὑρίσκουσι νομήν. — 11 Vgl. Ι Pet. 5, 8. — 16 Jes. 37, 22.) [*](1 νοABBREVησαίμην c Ι τῶν] τὸν c | 3 ἀξίωμα καὶ εὐπρέπειαν c | 12 ἐθέλοι c 15 τῶν] x003C; C | 19 τὰ δεABBREVινὰ c | 24 θλίβοντος] ἐχθρῶν c | 26 ἐστιν] + ἢ c 29 φύσ,ιν] + καὶ c | 30 ἐζεστηκῶσα ο | 31 ἐφήσθη] ἐφεῖσθαί co ἐπῃσθάνετο Gh | τοῦ πταίσματος Gh | 32 εἰς] + τὰς ο.)

244
τοῦ θλίβοντος, οὐδενὸς αὐτῇ βοηθοῦντος, τότε ὑπεμνήσθη τῶν δι’ ἃ ἔπασχεν, αἵτια ἐκεῖνα καταλαμβάνουσα εἶναι τοῦ τε πεπτωκέναι τὸν λαὸν αὐτῆς καὶ τοῦ ἀβοήθητον αὐτὴν καταλελεῖφθαι.

Καὶ μετ’ ὀλίγα·

Ἐὰν δὲ ἡ τοιάδε ψυχὴ ᾐ ἡ Ἱερουσαλήμ, ἄξιον ζητῆσαι τὸν λαὸν αὐτῆς, οὗ πίπτοντος εἰς χεῖρας θλίβοντος, τῷ μὴ ὑπάρχειν βοηθόν, αὐτὴ μιμνῄσκεται τῶν τῆς ταπεινώσεως αὐτῆς ἡμερῶν, ἔτι δὲ καὶ τῶν ἰδίων οὓς ἀπώσθη ἀπωσμῶν, πρὸς τούτοις καὶ ἐπιθυμημάτων αὐτῆς ὅσα ἦν ἐξ ἀρχαίων ἡμερῶν. ὅρα δὲ εἰ μὴ τὰ ἐν τῇ ἐπιστημονικῇ ψυχῇ θεωρήματα ὁ λαός ἐστι τῆς Ἱερουσαλήμ, ὅστις παρὰ τὸ ἐν ἀπροσεξίᾳ καὶ ἀμελείᾳ γεγονέναι τὴν ψυχὴν πίπτει καταβαλλόμενος ὑπὸ παντὸς τοῦ θλίβοντος. ἀπορρεῖ γὰρ τὰ δόγματα τῶν ἀμελούντων , ἐκθλιβόμενα ὑπὸ τῶν χώραν ἰσχόντων ἁμαρτημάτων παρὰ τῷ τῶν κρειττόνων ἀμελοῦντι , οὐδαμῶς ἴσχοντα τὴν ἐκ λόγου βοήθειαν.

Ὁ τῆς λέξεως νοῦς τοιοῦτός ἐστιν. ἐπεὶ ἁμαρτίαν ἥμαρτεν Ἰερουσαλήμ, ἐνσάλῳ γεγένηται καὶ ταραχῇ ἐπὶ τοσοῦτον, ὡς πάντας τοὺς πρότερον δοξάζοντας αὐτὴν μεταβαλόντας ἠτιμακέναι τὴν τοιαύτην πόλιν , θεασαμένους αὐτῆς τὴν ἀσχημοσύνην. αὐτὴ δὲ ἐφ’ οἷς πέπονθε διὰ τὰ ἁμαρτήματα, σάλω καὶ ἀτιμίᾳ τῇ ἀπὸ τῶν ποτε δοξαζόντων περιπεσοῦσα, στενάζουσα οὐκέτι εἰς τὸ ἐμπροσθὲν ἐλήλυθε τῶν ἁμαρτημάτων, ἀλλὰ μειώσασα αὐτὰ ὀπίσω ἀνακεχώρηκεν.

Καὶ μετ’ ὀλίγα·

Ἐὰν δὲ Ἱερουσαλὴμ ἡ τοιάδε ψυχὴ λέrηται, ἐντρεχής τις καὶ διορατικὴ καὶ τῆς τοῦ θεοῦ εἰρήνης τῆς ὑπερεχούσης πάντα ωνοῦν< κατανοητική, ἐπεὶ δυνατὸν παρὰ πολλὰς αἰτίας ταύτην ἁμαρτεῖν, δηλοῦται τὸ εἰς σάλον αὐτὴν μεταπεπτωκέναι ἐποστᾶσαν τῶν καλῶν καὶ ἐν τοῖς χείροσι γεγενημένην. πᾶς δὲ ὁ τῆς ἀρετῆς ἐκπεσὼν καὶ τῇ κακίᾳ συμβιοὺς ἐν σάλῳ τυγχάνειν ὑγιῶς λέγεται.

[*](27 Vgl. Onom. sacra I, 169, 66: Ιερουσαλημ ὅρασις εἰρήνης κτλ., u. ö. — Vgl. Phil. 4, 7.)[*](2 τῶν Ru ὧν co | τε] < ο | 5 τοιάδη [so öfter] o | ψυχὴ ᾖ Blass ψυχὴ ἦν c ψυχὴν ο | 6 οὗ] οὐ ο | τῷ τὸABBREV c | 7 αὑτή ο | 8 ἀπώσθη] < ο | 15 ἴσχοντα] ἔχοντι c | 17 ἥμαρτεν] + ἡ ο | 19 μεταβαABBREVλόντας c μεταβάλλοντας ο | 21 αὕτη ο | 22 ποτε] < c | 26 τοιάδε] τοιαύτη ο | 29 σάλον] ἄλλον ο | 30 ἐν] < c.)
245

Δηλοῖ τὴν ἀνακοπὴν τῶν ἁμαρτημάτων τῆς Ἱερουσαλήμ, οὐκέτι τοῖς ἕμπροσθεν ἐπεκτεινομένης< τῶν πταισμάτων οὐδὲ ἐν τῇ τῶν ἁμαρτημάτων γινομένης, ἀλλ’ ἀποστρεφομένης εἰς τὰ ὀπίσω ἐπὶ τῶ ἰδίω καλῶ.

Κατὰ μὲν τὴν σωματικὴν διήγησιν τὸ λεγόμενον περὶ τῆς Ἱερουσαλὴλ νῦν τοιοῦτόν ἐστιν. ἐμπόδιόν ἐστιν ἡ ἀκαθαρσία τῆς Ἰερουσαλήμ· τίνος δὲ ἐμπόδιον, ἡμῖν καταλέλοιπε νοεῖν ὁ προφήτης. τάχα οὐκ δηλοῖ ὂτι κωλυτική ἐστι τῆς πορείας αὐτῆς ὴ ἀκαθαρσία. ἀλλὰ καὶ τοιάδε τις οὖσα δηλοῖ ὄτι Ἱερυσαλήμ τῶν τῶν ἐσχάτων αὐτῆς οὐκ ἐμνημόνευσεν. ταῦτα δὲ ὁ ἔχων πρὸ ὀφθαλμῶν καὶ ὁρῶν τί διὰ τὰ ἁμαρτήματα ἀπαντήσεται, οὐχ ἁμαρτήσεται. διὰ ταύτην τοίνυν τὴν ἀκαθαρσίαν ἐμπόδιον αὐτῇ· καὶ διὰ τὸ μὴ μνημονεύειν αὐτὴν τῶν ἐσχάτων αὐτῆς, τὰ θαυμαστὰ αὐτῆς καὶ τὰ μεγάλα, ἅτινα εἶχεν ὅτε ἀξία τοῦ ἐπισκοπεῖσθαι ἐτύγχανε, κατεβίβασε καὶ εἰς ταπεινότητα ἤνεγκε, πρότερον ὑπέρογκα ὄντα καὶ μείζονα παντὸς ἐπαίνου. ἀλλὰ καὶ μετὰ ταῦτα πάντα οὐκ ἦν ὁ παραμυθούμενος τὴν τὰ μέγιστα τὴν τὰ μέγιστα αὐτῆς κατανόησον τὴν ἐμοῦ τοῦ λέγοντος ταπείνωσιν, κύριε, ἐπειδήπερ ὁ ἐχθρὸς ἐπὶ τοῖς γενομένοις τῇ πατρίδι μου μεγαλύνεται.

Καὶ μετ΄ ὀλίγα·

Ζητητέον μέντοι κατὰ τοὺς τῆς ἀναγωγῆς νόμους εἰ δυνατὸν ἔν τινι τυγχάνειν ἀκαθαρσίαν οὐκ αἰτίῳ ταύτης ὅντι. ἴδωμεν δὲ καὶ τὰ πρῶτα νοήματα τοῦ Θρήνου. ἡ τοιάδε ψυχὴ ἐκπεσοῦσα πάντως καὶ ἐν ἀΚαθαρσίᾳ ἐστίν, ἥτις ἀκαθαρσία κωλύει τὴν ἁγίαν ὀδὸν ὁδεύειν. καὶ ὥσπερ τὰ ὑποδήματα κελεύεται ὑπὸ θεοῦ ὑπολύσασθαι ἁγίῳ τόπῳ ἐπιβαίνων ὁ ἱερὸς Μωσῆς καὶ ὁ διάδοχος αὐτοῦ Ἰησοῦς, οὐ καθήκοντος περικεῖσθαι νεκρὰν δορὰν έν ἱερῷ τόπῳ τοὺς πόδας, οὕτως εἰ μέλλοι τις ὁδεύειν ἀνεμποδίστως, τάχα οὐ μόνον ὑπολύσα- σθαι, ἀλλὰ καὶ ἀποπλύνασθαι ὀφείλει τὴν ἀκαθαρσίαν τὴν γενομένην ἀπὸ τοῦ χοῦ περὶ τοὺς πόδας. καὶ οἰόμεεθά γε τούτου σύμβολον [*](3 Vgl. Phil. 3, 14. — 27 f. Vgl. Exod. 3, 5. — 28 Vgl. Jos. 6, 15.) [*](7 Κατὰ] vorher τοῦ αὐτοῦ co Ι 8 ἐμπόδιόν ἐστιν] < c Ι ἡ] ἦν ο | 9 λοιπεν ὁ ἦν ὁ ο | 11 ὅτι] + ἡ ο | 14 καὶ] < c Ι μὴ] < c | 15 θαυμάσια καὶ] < C | 19 αὐτῆς Gh αὐτὴν co | 21 μεμεγάλυνται c | 24 ἔδωμεν Vat. gr. εἴδομεν C εἴδωμεν ο | 25 νοήματα] νοητὰ c | καὶ cocorr. δὲ Ο* | 28 μωυσης co 32 χοῦ Blass χνοῦ C O.)

246
εἶναι τὸ τὸν σωτῆρα βαλόντα ὕδωρ εἰς τὸν νιπτῆρα πεπλυκέναι τοὺς πόδας τῶν μαθητῶν, λέγοντα τῷ μηδέπω συνιέντι τὸ μυστή- ριον καὶ διὰ τοῦτο κωλύοντι Πέτρῳ· »ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ‘ «, καὶ »ὄ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα«. οὐκοῦν δεήσει τας περὶ τούς, ἲν’ εἴπω, πόδας τῆς ψυχῆς ἀκαθαρσίαν καὶ] δεηθῆναι τοῦ Ἰησοῦ, ὃπως αὐτὴν ἀποπλύνῃ καὶ δυνηθῶμεν μέρος ἕχειν μετ’ αὐτοῦ. εἰ γὰρ παραμένοι αὒτη, ἐμπόδιόν ἐστι τὴν κατὰ τὸν ὑγιῆ λόγον ἡμᾶς βαδίζειν ὁδόν, τὸν σωτῆρα τὸν εἰπόντα· »ἐγώ εἰμι ἡ ὁδός«.

Δῆλον δὲ ὅτι ἡ μὲν ὑγιαίνουσα ψυχὴ ἢ κἂν τοιαύτη γε εἶναι βουλομένη ταῦτα πράττει, οὐ τοσοῦτον τὸ παρὸν μόνον σκοποῦσα, ὅσον προορωμένη τί καὶ εἰς τὰ μέλλοντα ἐκ τῶν ἐπιτελουμένων ἀπαντηθήσεται. καὶ ἐὰν μὲν χρηστοῦ τινος νομιζομένου ἐπὶ τοῦ παρόντος γίνεσθαι προθεωρῇ τὸ ἐν τῷ μέλλοντι πικρόν, παραπεμψαμένη τὸ δοκοῦν εἶναι ἡδὺ τὸ ἐναντίον πράττει, ὑπὲρ τοῦ μὴ μετὰ ταῦτα χαλεπῷ τινι περιπεσεῖν· ἐὰν δὲ ἐπιπόνου τυγχάνοντος τοῦ παρόντος ἀγαθαὶ ἐλπίδες διαδέχωνται τὸ φαινόμενον σκληρόν, ἑκου. σίως αὑτὴν ἐπιδώσει τῇ τραχύτητι τοῦ δόξαντος ἃν εἶναι δεινοῦ παρά τισιν, ἐπὶ τῷ τυχεῖν τῶν διὰ τὸ ὑπομεμενηκέναι ταῦτα διαδεχομένων γλυκέων τὰ σκληρά.