Fragmenta In Lamentationes (In Catenis de Prophetis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Σύμμαχός φησιν· ἀκατάστατοι ἐγένοντο, τυφλοὶ έν ταῖς ἐξόδοις, ἐφύρησαν ἐν αἵματι, ὥστε μὴ δύνασθαι ἅψασθαι τῆς ἐσθῆτος αὐτῶν. ἐγρηγόρους ἡ γραφὴ τοὺς ἀγγέλους καλεῖ, ὡς παρὰ τῷ Δανιήλ. οὑτοι δὲ ἦσαν, δι’ ὡν ἴσως καὶ ὁ διὰ Μωσέως νόμος ἐδόθη κατὰ τὸ »εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς νόμος«. οὗτοι τοίνυν προσκαρτεροῦντες αὐτῇ καὶ τῷ θείῳ ναῷ, σαλευθέντες μετέστησαν. Ἰώσηππος γὰρ έν τοῖς περὶ ἁλώσεως ἱστορεῖ ὡς »νύκτωρ οἱ ἱερεῖς προσελθόντες εἰς τὸ ἱερόν, ὥσπερ αὐτοῖς ἔθος ἦν πρὸς τὰς λειτουργίας, πρῶτον μὲν κινήσεως ἔφασαν ἀντιλαμβάνεσθαι, μετὰ δὲ ταῦτα φωνῆς ἀθρόας· μεταβαίνωμεν ἐντεῦθεν«· ὅτε καὶ κατὰ Σύμμαχον ἀκατάστατοι καὶ ἀλῆται γεγόνασιν καὶ τυφλοί, φησίν, ἐν ταῖς ἐξόδοις. οὐ γὰρ >ἠν ὅρασις διαστέλλουσα οὐ προφήτης, οὐδὲ ἡγούμενος·< ἐξέλιπον <γὰρ ἐπεὶ> παρεγένετο ᾧ ἀπέκειτο, ὃς ἦν προσδοκία ἐθνῶν«.

Τοῖς ἀποστόλοις ἐντέλλεται ἐκ μέσου τῶν Ἰουδαίων φυγεῖν ἐπὶ τῷ αἵματι μολυνθέντων Χριστοῦ, τὴν δὲ κλῆσιν αὐτῶν καὶ τοῖς ἀγγέλοις ἐπέτρεψεν. εἰ μὴ ἄρα τοῖς ἀποστόλοις καλεῖν εἰς μετάνοιαν αὐτοὺς ἀκαθάρτους κελεύει, ὅπερ ἐποίησαν εἰπόντες· »ὑμῖν ἠν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον( μὴ βουλομένων δέ, προστάττει φυγεῖν, διό φασιν ὡς μὴ θελόντων τὸ »ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη«.

[*](2 Vgl. Olymp. (Gh III, 195). — 9 Vgl. Dan. 4, 10 Hexapla. — 10 Hebr. 2, 2. — 12 Vg. Joseph. Bell. Jud. 6, 5, 3. Vgl. Euseb. h. e. 3, 8, 6 dem. ev. 8, 2, 122. — 17 Vgl. I Sam. 3, 1. — 18 Vgl. Gen. 49, 10. — 24 Act. 13, 46. — 26 Act. 13. 46.)[*](3 τελείως Gh | 10 οὗτοι] + γὰρ c | 13 προελθόντες ο παρελθόντες Joseph. Euseb. | τὸ] CO Euseb. + ἔνδον Joseph. + ἦν] co Euseb. < Joseph. | 14 ἀντιλαμβάνεσθαι co Euseb. ἀντιλαβέσθαι Joseph. | ἀντιλαμβάνεσθαι] + καὶ κτύπου Joseph. Euseb. | 15 μεταβαίνομεν c | καὶ] < ο | 18 ἐξέλιπον c1 ἐξέλειπον c*o | ἐπείπερ ἐγένετο ο | 19 ᾧ] ὡς ο | 21 φυγεῖν c1 o φησιν c* (w. e. sch.) 1 | 22 μολυθέντων ο | 26 φησιν C.)
275

Δηλοῖ δὲ τὸ μὲν ἀνήφθησαν τὸ τῆς ἁλώσεως πῦρ, τὸ δὲ ἐσαλεύθησαν τὴν εἰς δουλείαν μετάστασιν , τὸ δὲ οὐ μὴ προσ- θῶσι τοῦ παροικεῖν ὅτι διηνεκῆ σχήσουσι παροικίαν, δεττέρας μηκέτι δεόμενοι.

Τὴν παρὰ Χριστοῦ τιμωρίαν δηλοῖ· λέγει γὰρ ὁ Δαβίδ· δὲ κυρίου ἐπὶ ποιοῦντας κακά«. οὐκ ἐπιβλέπονται δὲ παρ αὐτοῦ , μένοντες ὅπερ εἰσίν· 〉ὅταν〈 γὰρ >εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν, πᾶς Ἰσραὴλ σωθήσεται< καὶ λοιπὸν ὡς πιστὸς εἰ δὲ γράφοιτο· μερὶς αὐτῶν, δῆλον ὅτι τῶν ἐξιόντων ἐκ μέσου φησίν. περὶ δὲ τῶν πολεμίων τὸ πρόσωπον ἱερέων οὐκ ἔλαβον, πάντας γὰρ ἀπήγαγον.

Ἀπὸ τῶν αἰχμαλώτων ὁ λόγος εἶναι δοκεῖ, μετανοούντων ἐφ οἷς Αἰγυπτίοις καὶ Ἀσσυρίοις πρὸς βοήθειαν ἐπηρείδοντο. λέγοιτο δ’ ἂν ἀκολούθως ὑπὸ τῶν ἐκ περιτομῆς πιστευσάντων· ἐξελείπο- μεν διακενῆς εἰς τὸν νόμον ἐλπίζοντες· ὁ γὰρ νόμος σῴζει οὐδένα, καθάπερ εἶπεν ὁ Παῦλος. οὐκοῦν οὐδὲ οἱ ἠρτημένοι τοῦ νόμου βοηθῆσαι μετὰ τὴν χάριν δυνήσονται.

Υπὸ γὰρ τοῦ σωτῆρος >ἁλιεῖς ἀνθρώπων< ἀποδειχθέντες οἱ ἐθήρευον Ἰουδαίους ταῖς φρεσὶ νηπίους, μὴ τὴν πλατεῖαν καὶ εὐρύχωρον τῶν πατέρων αὐτῶν βαδίζειν ὁδόν· οὓσπερ δὴ καὶ ὁ σωτὴρ ὑπῃνίττετο λέγων· »ἐάσατε τὰ παιδία ἐλθεῖν πρός με«.