Fragmenta In Lamentationes (In Catenis de Prophetis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Τῆς πνευματικῆς ἐξέπεσαν ἐλλάμψεως καὶ λιμῷ τῷ νοητῷ δι- ετάκησαν, ὡς ἐοικέναι ξύλοις ξηροῖς, τοῖς μὴ πεφυτευμένοις παρὰ ταῖς διεξόδοις τῶν ὑδάτων<· ὁποῖοι νῦν οἱ παρ’ αὐτοῖς ἱερεῖς ἒχοντες εὐτροφίαν εὐτροφίαν πνευματικήν. καὶ κατὰ τὸ ῥητὸν δέ, αἰσχύνης ἄκρας τὰ πρόσωπα αὐτῶν ἐμελαίνετο ὄτι τοῖς τοῖς ἄλλοις ὸμοίως ἁμαρτάνοντες ἀ.πήγοντο· ἐπεὶ καὶ νῦν ἐπὶ τῶν καταισχυνομένων ἡ συνήθεια τῷ ὀνόματι κέχρηται.
Πολέμῳ γὰρ κρεῖττον συντόμως τελευτᾶν ἢ λιμῷ δαμασθῆναι δι' ἀπορίαν τῶν ἐν ἀγρῷ γεννημάτων. εἴποις δ’ ἄν ῥομφαίαν εἶναι καὶ μάχαιραν τὸν λόγον τοῦ θεοῦ· φησὶ γὰρ ὁ Παῦλος· καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ«, ὑφ’ οὗ, φησὶν ἡ νύμφη, τετρωμένη ἀγάπης εἰμὶ ἐμώ«. λέγει δὲ καὶ ὁ Δαβίδ· »περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου«. ὑπὸ τοιαύτης πληγέντας ῥομφαίας ὑπὸ τοὺς πόδας πεσεῖν Ἰησοῦ κατὰ τὸ λαοὶ ὑποκάτω σου πεσοῦνται«, τὴν αὐτοῦ ὁμολογήσαντας βασιλείαν, ἀλλ’ οὐχ ἁλῶναι λιμῷ ψυχικῷ. γέννημα γὰρ χώρας ὁ Χριστός, ὁ ἐν Βηθλεὲμ γεννηθείς, ὅπερ Οἶκος ἄρτου σημαίνεται, οὖπερ ἄγευστοι γεγονότες Ἰουδαῖοι εἰς δαιμόνων [*](2 Vgl. Num. 6. — Vgl. Jud. 12, 5. — 12 Vgl. Psal. 1, 3. — 21 Eph. 6, 17. — 23 Hohel. 2, 5. — Psal. 44, 4. — 26 Psal. 44, 6. — 28/29 Vgl. Onom. sacra I, 182, 93: Βηθλεὲμ οἶκος ἄρτου, u. ö.) [*](1 τοὺς] x003C; c | 2 καὶ 3] x003C; ο | 6 τοιοῦτοι ο | 7 σαπφίρου c 1 σαπφείρου c*o Ι 8 διάφορον Ο | 13 τὰς διεξόδους ο | ὁποι νῦν ο | αὐτ co | 15 ἐμελαίνετο c 1 ἐμελένετο c*o | 20 γεννημάτων Gh γενημάτων clo | 24/25 τῇ — σου 2] x003C; ο | 27 βασιλείαν ὁμολογήσαντας ο | οὐχ Vat. gr. 1153/54 οὐκ co | 28 γέABBREVνημα c γένημα c | ὁ1] < ο.)
Ἵνα μὴ δόξωσιν αἱ γυναῖκες δι' ὠμότητα βεβρωκέναι τὰ τέκνα, οἰκτίρμονας μὲν εἶναί φησιν· τῇ δὲ τῆς ἐνδείας ἀνάγκῃ προσάπτει τὸ πάθος. τὸ δὲ ἦψαν τὸ ἀνάψαι καὶ ὀπτῆσαι δηλοῖ, ὃ δὴ γέγονεν ἐπὶ τῆς Ῥωμαίων πολιορκίας· διὸ καὶ σύντριμμα καλεῖ τὴν παν- τελῆ τοῦ ἔθνους ἀπώλειαν. καὶ ἐν τῇ δευτέρᾳ δὲ τῶν Θρήνων στοιχειώσει τοῦ παρόντος μέμνηται πάθους. καὶ τοῦτο δὲ καὶ τἃλλα πάθη μετ' ἀκριβείας Ἰώσηππος ἐν τοῖς περὶ ἁλώσεως παρέδωκεν.
Μετὰ γὰρ τὴν Χριστοῦ παρουσίαν συνετελέσθησαν.