Fragmenta In Lamentationes (In Catenis de Prophetis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Ὁ Ἱερεμίας αἰχμαλωτισθέντος τοῦ λαοῦ καὶ ὄντος ἐν Βάβυλῶνι. θρηνεῖ τὴν πόλιν καὶ τὴν χώραν καὶ τὸν λαὸν ἐπὶ τοῖς συμβεβηκόσι, καὶ θρηνεῖ περικοπάς τινας καὶ διαστολὰς πριγράφων ἀρχομένας ἐξῆς ἀπὸ τῶν παρ’ Ἑραίοις στοιχείων. καὶ μετὰ τὸ τελέσαι λέσαι τὸν ἐφ’ ἐκάστου στοιχείου Θρῆνον καὶ ἐπὶ πᾶσι τὸν ἀπὸ τοῦ Θαῦ ἀρχόμενον, ἔπερ ἐστὶ τελευταῖον τῶν Ἐβραίων γαράμμα, ἐπανέρχεται χεται ἐπὶ τὸ Ἄλφ καὶ πάλιν θρηνεῖ, καὶ τοῦτο ποιεῖ τετράκις τὰ εἴκοσι καὶ δύο στοιχεῖα ἐπεξιών.

Ἐὰν ἴδωμεν Ὑποχείριον γινομένην τὴν ψυχὴν τῷ διαβόλῳ ἢ καὶτοῖς ἀγγέλοις αὐτοῦ, καὶ ἁπαξαπλῶς ταὶς ἐκθραῖς δυνάμεσι τὴν τῇ φύσει θεωρητικὴν καὶ συνορὰν τὰ ἄντα καὶ ἐπιστῆσαι δυναμένην, [*](6ff. Vgl. Olymp. (Gh III, 7): Θρηνεῖ μὲν κατὰ τὴν ἱστορίαν ὁ προφήτης τὴν τότε τῆς Ἱερουσαλὴμ γενομένην αἰχμαλωσίαν, προφητικῶς δὲ καὶ ἀληθέστερον τὴν ἐπὶ 'Ρωμαίων αὐτῇ συμβᾶσαν . . . . ἀναφέρεται δὲ τὰ γευραμμένα καὶ ἐπῖ ψυχὴν ἐκπεσοῦσαν μὲν τῆς ἀρετῆς, κατενεχθεῖσαν δὲ εἰς τὰ τῆς κακίας εἰδη καὶ διὰ τοῦτο ἐν Συγχύσει γενομένην (Βαβυλὼν γὰρ Σύγχυσις ἐρμηνεύεται) καὶ ἐπὸ τῶν νοητῶν πολεμίων αἰχμαλωτισθεῖσαν. — 15 Vgl. Math. 25, 41? — 17 Vgl. Philo de edbr. I, 369 M: Ἰσραὴλ δὲ τελειότητος· ὅρασιν γὰρ θεοῦ μηνύει τοὔνομα. τελειόιτερον δὲ τί ἄν εἴη τῶν ἐν ἀρεταῖς ἤ τὸ ὄντως ὄν ἰδεῖν; θνδ νοψη βεσσερ (Vgl. Nr. VII) de somn. III, 692 M: ἠ δὲ τοῦ θεοῦ πόλις ὑπὸ Ἑστε μὴ ζήτει τὴν τοῦ ἔντος πόλιν μεταληφθὲν τοὔνομα ὅρασίς ἐστιν εἰρήνης. ὥστε μὴ ζήτει τὴν τοῦ'ἄντος πόλιν ἐν κλίμασι γῆς . . . . ἀλλ’ ἐν ψυχῇ ἀπολέμῳ καὶ ἐξυδερκούσῃ τέλος πτουρθριμένῃ τὸν θεωρητικὸν καὶ εἰρηναῖον βίον.) [*](3 wegen I vgl. S. 199, 3 App. | 11 θαυ co | ἐβραίοις ο | 12 τὸ] τοῦ c | αλφ clo | 13 κβ ψ | 15 Ἐὰν] νορηερ τοῦ αὐτοῦ κατὰ θεωρίαν co | γενομένην ο | 17 και Gh.)

236
νοήσομέν πως τὴν αἰχμαλωσίαν καὶ τὸν αἰχμαλωτίσαντα. ἀλλὰ καταφυγόντες ἐπὶ τὸν Χριστόν, τὸν κηρύξαντα κατὰ τὸν προφήτην Ἡσαΐαν »αἰχμαλώτοις ἄφεσιν«, ἐλευθερωρησόμεθα ἀπὸ τῆς αἰχμαλωσίας, κἂν μέχρι τοῦ δῆσαι φθάσῃ ὁ αἰχμαλωτεύσας. ἦλθε γὰρ Ἰησοῦς »ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει«.

Διὰ τοῦτό φασιν Ἑβραῖοι τῆς παλαιᾶς γραφῆς ἰρσφῆς ἰσαρίθμους τοῖς στοιχείοις εἶναι τὰς βίβλους, ὡς εἶναι πρὸς θεογνωσίαν πᾶσαν εἰσαγωγήν, καθάπερ τὰ στοιχεῖα πρὸς πᾶσαν τοῖς μανθάνουσι σοφίαν. καὶ διὰ τοῦτο τετραπλασιάξεται, τάχα διότι καὶ τῶν σωμάτων τὰ στοιχεῖα καθέστηκε τέσσαρα.

Καὶ μετ'ὀλίγα.

Ἔκδοσις δὲ Ἀκύλα καὶ Θεοδοτίωνος ἐν τοῖς Θρήνοις οὐ φέρεται, μόνου δὲ Συμμάχου καὶ τῶν Ἑβδομήκοντα.

Καὶ πάλιν.

Ζητήσειε δ'ἄν τις, πῶς τῆς ἐπιγραφῆς τοῦ βιβλίου πληθυντικῶς ἐχούσης Θρῆνοι, ἑνικῶς ἐν τῷ προοιμίῳ τὸν Θρῆνον τοῦτόν φησιν. ἀλλὰ μερικοὶ μὲν πλείους ὑπάρχουσι, τοῖς στοιχείοις διῃρημένοι, εἰς ἕνα δὲ πάντες ἀνάγονται, πρὸς μίαν ὑπόθεσιν, τὸν Ἰσραήλ, ἀναγόμενοι.

Τὸν ἐξ ἀγάπης κλαυθμὸν μακαριζόμενον. τοῦ γὰρ ἁγίου ἐστὶ »κλαίειν μετὰ κλαιόντων«.

Ἐγγίζων τῇ Ἱερουσαλὴμ ὁ κύριος >ἔκλαυσεν καὶ εἶπεν. εἰ ἔγνως καὶ σὺ τὰ εἰς εἰρήνην σου<. »Ἱερουσαλὴμ Ἱερουσαλή, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, [*](2f. Vgl. Luk. 4, 18 Jes. 61, 1. — 5 Jes. 42, 7. — 23 Vgl. Luc. 6, 21. — 24 Vgl. Röm. 12, 15. — 26 Vgl. Luk. 19, 41. 42. — Matth. 23, 37 Luk. 13, 34.) [*](1 νοήσομεν Gh νοήσωμεν c o | 3 αἰχμαλωσίας c1 a . R. o ἁμαρτίας c* | 8 φη c | 9 πᾶσαν πρὸς θεογνωσίαν 0 | 10 ἅπασαν c | 12 τέτταρα 0 |14 ἀκύλου ο | vorher τοῦ αὐτοῦ co | τῇ] τὴν c | ἔγνως καὶ] ἔγνωκα C* o ἐγνωκας c1 | 27 ἀποκτέννουσα c.)

237
ποσάκις ἠθέλησα ἐπισυνάξαοι τὰ | | τέκνα σου, ὅν τρόπον ἔρνις ἐπισυνάγει τὰ νοσσία ἐαυτῆς ὐπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε«.

Εἰ τοίνυν »μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται«, ἔδει Ἱερεμίαν τὸν μυστικὸν τοῦτον κλαῦσαι κλαυθμὸν καὶ κατὰ τὸ »μακάριοι οἱ πενθοὺντες« πενθῆσαι τοῦς τοῦ πενθεῖσθαι ἀξίους.

Ἔοικε δὲ τὸ μὲν πλῆθος τοῦ λαοῦ, ὅσον ἐπὶ τῇ λέξει, δηλοῦν τοὺς ἐνοικοῦντας Ἰσραηλίτας, τὸ δὲ πλῆθος τῶν ἐθνῶν, ὡς προειρήκαμεν, τοὺς προσηλύτους. εἰς δὲ ἀναγωγὴν ἐπεὶ συγγενέστερά ἐστι τῇ ψυχῇ καὶ ἀπερίστατα τὰ θεωρητικὰ μὰλλον ἄν τὰ πρακτικά, τὸν πλοῦτον τῶν θεωρημάτων· τὸ δὲ πλῆθος τῶν ἐθνῶν τὸν πολὺν ἀριθμὸν τῶν καλῶν πράξεων.

Καὶ μετ’ ὀλίγα·

Ἡ πεπληθυμμένη λαοῦ μόνη καθέζεται· τῷ τὸν νγμφίον λόγον ἡ νύμφη ἀποβεβληκέναι γίνομένη ὡς χήρα ἥ ποτε τοῖς προειρημένοις ἔθνεσι πλήθουσα.

Ὅσον ἐπὶ τῇ λέξει ἁρμόζει τὴν Ἱερουσαλὺμ νοεῖσθαι λέγεσθαι μετὰ θαυμασμοῦ διὰ τὴν ἐπὶ τὸι σκυθρωπότερον μεταβολὴν μεμονῶσθαι καθίσασαν τήν ποτε πλήθουσαν λαῷ, ἵν’ ἡ μόνωσις ἡ ἐρημία ᾖ αὐτῆς, ἐσχηκυίας μὲν ἄνδρα τὸν προστάτην ἔμψυχον λόγον, ὅτε αὐτῷ εἴπετο παρόντι καὶ βοηθοῦντι, κεχηρευκυίας δὲ καὶ καταλελειμμένης ὑπ’ αὐρόντι τὰ ἡμαρτημένα.

Καὶ μεθ’ ἔτερα·

Ταὺτα μὲν οὖν πρὸς τὸ ῤητόν· πρὸς δὲ διάνοιαν, Ἱερουσαλὴμ εὐθηνοῦσα καὶ λαῷ χαὶ ἔθνεσι πλήθουσα καὶ χωρῶν ἄρχουσα ἡ θεία ἐστὶ ψυχή. καὶ οὐ θαυμαστόν, εἰ οὐ μόνον οἰκία οὐδὲ ἔπαυλις [*](4 Luk. 6, 21. — 5 Matth. 5,5. — 13 Vgl. zu S. 235, 17. — 16f. 23f. Vgl. Olymp. (Gh III, 11): τοῦ νυμφίου στερηθεῖσα λόγου. — Vgl. Jes. 54, 1?) [*](4 Εἰ] vorher τοῦ αὐτοῦ co | γελάσατε c | 8 Ἔοικε] vorher τοῦ αὐτοῦ c | o | 18 πληθύσασα ο | 12 τοῦ λαοῦ] τῶν λαῶν ο | 16 λαοῦ] <c| 17 ἡ νήμφη] ἠ νυμφίος 23 ᾖ Βλασσ ἢ co | 24 εἴπετο] εἴπετο c εἶπε τὸ ο | παρόντα καὶ βοηθοῦντα ο | 25 ὑπ’] ἀπ’ ο | 28 πληθύνουσα ο.)

238
οὐδὲ ἡ ταύτης μείζων κώμη ἄν προσαγορευθεῖσα οὐδὲ πόλις ἡ τυχοῦσα ἀλλὰ πασῶν πάλλὰ πασῶν πόλεων διαφέρουσα καὶ παρὰ θεῷ τετιμημένη Ἱερουσαλὴμ χρηματίζει ἡ τελεία ψυχή, μεγέθους ἀζιολόγου πόλει τῇ μεγίστῃ περιβαλλομένου αὐτῇ αὐτῇ τῆς σοφίας καὶ πάσης ἀρετῆς † περιγινομένου πολλαπλασια οἰκοδομήματ.

Καὶ μετ’ ὀλίγα·

Ὥσπερ δὲ ἔνεστιν ἰδεῖν Ἱερουσαλὴμ εὐθηνουμένην, πληθύνουσαν λαῷ καὶἔθνεσιν καὶ ἄρχουσαν ἐν χώραις, οὔτως, εἰ μεταπτωτή ἐστιν ἡ ἀρετή, μονουμένην ποτὲ αὐτὴν καὶ χηρεύουσαν καὶ δουλεύουσαν, 10 ὥστε καὶ φόρους τῷ χρατήσαντι αὐτῆς ἐχθρῷ τελεῖν, κατὰ τὴν ψυχὴν τοῦ ἐκπεπτωκότος τῆς ἀληθείας.

Τί δὲ δεῖ λέγειν καὶ περὶ τοῦ ὅτι ἄρξασα χωρῶν ἐπὶ τοσοῦτον δουλοῦται παρὰ τοῖς ἐχθροῖς, ὥστε καὶ φόρον ἀεὶ αὐτὴν ἐπιτελεῖν, τε΄π]θσαμ τπὸς λαλπὸς δεσ['πταος. ἃ ἂν ἐκεῖνοι προστάττωσιν; προστάτουδι δὲ χρηστὸν οὐδέν. καὶ τάχα καθ’ ἔχαστον ὦν πταίει ἐνθάδε, φόρον τινὰ τελεῖ τῷ Ναβουχοδονόσορ, ὅς ἐρμηνεύεται Ἐγκαθισμὸς καὶ ἐπίγνωσις συνοχῆς· οὐ μόνῶ δὲ τῷ Ναβουχοδονόσορ, ἀλλὰ καὶ τοῖς σατράπαις αὐτοῦ.

Ἐπὶ μὲν τοῦ πρώτου Θρήνου, τοῦ ἀπὸ ἀπὸ τοῦ Ἄλφ ἀρξαμένου, τὴν λέξιν λέξιν σῶσαι δελυνήμεθα. ἐπὶ δὲ τούτου τί ἄν τις εἴποι, λεγομένης πόλεως κεκλαυκέναι ἐν βυκτί, ὤστε τὰ δάχρυα εἶποι, λεγομένης πόλεως κεκλαυκέναι ἐν νυχτί, ὥστε τὰ δάκρυα ἔἶναι ἐπὶ τῶν σιαγόνων αὐτῆ; εἰ μὴ ἄρα τοὺς τις ἐρεῖ πόλιν ὀνομαξομένους, τοῦς καὶ φόρον τελοῦντας, κεκλαυκέναι ὐπομνησθέντας ἐξ οἴας εἰρήνης κὶ ἐλευθεράς εἰς ὅσην δουλείαν καὶ ταπείνωσιν ἐληλύθασιν. πῶς οὖν διηγησόμεθα καὶ τὸ ἐν νυκτόι, ἤ στι ἐν τῷκαιρ καιρῷ τῆς κοινῆς ἁπάντων ἀνθρώπων ἀναπαύσεως ἡ πόλις ὐπομιμνῃσκομένη ἀναπαυόμενοι ἔκλαιον, καὶ ἔκλαιον κρουνηδ[ον τῶν δακρύων καταρρεόντων ἐπὶ τῶν σιαγόνων αὐτῶν; ἐπετείνετο δὲ μάλιστα αὐτῖς [*](17/18 Vgl. Onom. sac4ra I, 195, 85: Ναβουχοδονόσωρ ἐγκαθημένος ἢ ἐπίγνωσις συνοχῆς u. I, 47,2: sessio in agnitione angustiae. – 25 Vgl Klagel. Jerem. 1,1.) [*](1 ἄν] c1 a. R. <C* o | 4 παραβαλλομένου ο | 5 πολλὰ πλούσια ο | 13 χωρῶν] φώρων ο | 15 ἄν C1 ἐὰν C*O| προτάττωσιν Koetschau προστάττουσιν co |21 Ἐπὶ] vorher τοῦ αὐτοῦ co | πρώτου] πρὸ τούτου ο | ἀπὸ τοῦ] <c | ἀλφ clo | 27 τὸ | τὸν co | ὅτι | ὅτε co | 28 ἁπάντωω] τῶν ο 30 καὶ ἔκλαιον] < c.)

239
ὁ καλυθμὸς καὶ ἐπέρρει τὰ δάκρυα, οὐχ ὑχάρχοντος κἄν ἑνὸς παραμυθουμένου αὐτοὺς ἀπὸ τοσούτων ἀγαπώτων, παντός τε τοῦ φιλοῦντος ἀθετοῦντος τὴν φιλίαν τὴν πρὸς αὐτὴν καὶ μεταβεβληκότος εἰς ἔχθραν. τίνες οὖν, ὡς πρὸς τὴν λέξιν, οἱ ἀγαπῶντες αὐτὴν πρότερον, ἀφ' ὧν οὐδεὶς ὐπῆρχεν παραμθυησόμενος αὐτήν; τάχα αἱ λοιπαὶ τῆς Ἰουδαίας πόλεις, διὰ τοῦτο δὲ ἴσως ἀγαπῶσαι τὴν μητρόπολιν, ἐν καιρῷ περιστάσεως οὐ παρεκάλουν.

Καὶ μετ' ὀλίγα·

Ταῦτα μὲν οὖν πρὸς τὸ ῥητόν. ἐὰν ὁ λόγος, ὡς ἐν τοῖς πρὸ κλαίειν λέγοιτο, ἐκπεσοῦσα τῆς οἰκείας χώρας ἐν Συγχύσει γενομένη, καὶ κατάστασιν ἔχειν ἐναντίαν τῷ γελᾶν γέλωτα τὸν ἀπὸ χαρᾶς καὶ ἱλαρότητος, ὅν ὁ κόριος ἡμῶν ἐπαγγέλλεται ὑπάρξειν τοῖς τὸν μακαριζόμενον κλαυθμὸν κλαύσασι φάσκων· »μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται«. καὶ ἐν τῷ Ἰὼβ δὲ »ἀληθινῶν« φησὶ »στόμα ἐμπλήσει γέλωτος«. τάχα δὲ διὰ τοῦτο καὶ εἷς τῶν πατριάρχων Γέλως λέγεται. ὁ τοίνυν στενάζων διὰ τοῦτο καὶ εἷς τῶν πατριάρχων Γέλως ἀπόστολος δεσήλωκεν εἰπών· »καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι«, τὸν ἐν ἐπαγγελίᾳ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάἱλαρότητα, κλαυθμὸν κλαίει τροφιμώτατον καὶ ὠφελοῦντα τὴν ψυχήν.

Oἰόμεθα δὲ τὸ μὲν ἀγαπᾶν θειότερον εἶναι καί, ἵν' οὕτως εἴπω, πνευματικόν, τὂ δὲ φιλεῖν σωματικὸν καὶ ἐνθρωπικώτερον. τάχα δέ, οὐδενὸς φαύλου ἀγαπῶντος, παρατηρητέον ὅτι περὶ μὲν τῶν κρειττόνων φησί· οὐχ ὑπάρχει παρακαλῶν αὐτὴν ἀπὸ πάντων τῶν ἀγαπώντων αὐτήν, περὶ δὲ τῶν ἐλαττόνων· πάντες οἱ φιλοῦντες αὐτὴν ἠθέτησαν αὐτήν, ἐγένοντο αὐτῇ εἰς ἐχθρούς. οἱ μὲν γὰρ ὑποδεέστεροι καὶ ἠθέτησαν αὐτὴν καὶ ἐγένοντο αὐτῇ ἐχθροί· οἱ δὲ κρείττονες μόνον οὐ παρεκάλεσαν.

[*](12 Vgl. Onom. sacra I, 174, 91: Βαβυλὼν σύγχυσις, u. ö. —15 Luk. 6, 21. – 16 Hiob 8, 21. – 17 Vgl. Gen. 21, 6 u. Onom. sacra I, 170, 85: Ἱσασκ γέλως, u. ö. – 19 II Kor. 5, 4. – 24 ff. Vgl. in Jerem. Hom. 15, 3 (S. 127, 11 f.).)[*](2 αὐτοῖς c | 3 τὴν 2] < ο | 4 ὡς] < ο | 11 λέγῃ Vat. gr. 1153/54 λέγει co | ποιὰν Blass Diels Koetschau ποίαν co | αὕτη Blass αὐτῆ co | 13 τῷ] τὸ c | 16 ἀλητος c | 29 αὐτὴν 2] ἐν αὐτῇ ο | 31 αὐτῇ] < ο | οἱ] ο | δὲ Gh γὰρ co.)
240

πρὸς μὲν τὸ ῥητὸν τοιοῦτος ἂν εἴη ὁ νοῦς· τὸν ἴδιον τόπον ἡ Ἰουδαὶα ἤμειψεν, αἰτίων τούτων γενομένων αὐτῇ τῆς ταπεινώσεως αὐτῆς (ἣν τεταπείνωνται ἁμαρτοῦσα καὶ τὸ ἀνάστημα καὶ τὸ ἐγηγερμένον, ὃ πρότερον εἶχεν ἐν θεοσεβείᾳ ὑπάρχουσα, καταλιποῦσα), ἔτι δὲ καὶ τῆς πολλῆς δουλείας αὐτῆς, ἣν δεδούλωτο ὑποτεταγμένη τοῖς πάθεσιν. μετοικισθεῖσα δὲ ἐν ἔθνασιν ἱδρύνθη, ἔνθα εὑρεῖν ἀνάπαυσιν οὐ δεδύνηται, πάντων τῶν ἐχθρῶν καταδιωκόντων αὐτὴν καὶ καταλαβόντων καὶ κατακεκρατηκότων, αὐτῆς γενομένης παρὰ τοῖς ἔθνεσιν οἳ ἔθλιβον αὐτήν.

Ὁ πρὸς τὸ ῥητὸν νοῦς οὗτός ἐστιν. τοῦ νόμου λέγοντος.. »τρὶς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ θεοῦ σου«, ἔσπευδον οἱ ἀπὸ τοῦ λαοῦ, μετὰ τὸ οἰκοδομηθῆναι τὸν ναὸν ἐν Σιὼν ἀπὸ τοῦ χρόνου Σολομῶντος, ἐπιτελεῖν τὸ προστεταγμένον. καὶ κύκλῳ τῆς Ἱερουσαλὴμ τυγχανουσῶν τῶν πόλεων τῆς Ἰουδαίας, πάντοθεν ὁδοὶ ἦσαν φέρουσαι ἐπὶ τὴν Σιών. ταύτας οὖν ὁ προφήτης διὰ τὴν αἰχμαλωσίαν φησὶ πενθεῖν σκυθρωπαζούσας καὶ ἐν πάσῃ ἐρημίᾳ ὑπαρχούσας ˜† καὶ ἐν ἐκείνοις τοῖς καιροῖς, ὅτε πολλὴ εὐφροσύνη καὶ ἱλαρότης ἦν ἐν αὐτοῖς, σπευδόντων ἐπὶ ἑορτὴν τῶν ἁπανταχόθεν Ἰουδαίων ἐπὶ τὸ Σιὼν ὅρος. πολλῶν δὲ οὐσῶν τῶν πυλῶν τῶν οἰκοδομηθεισῶν ἐν Σιὼν ἐκ πάντων τῶν κλιμάτων, φησὶν ὁ λόγος πάσας ἠσανίσθαι, καὶ τοὺς ἱερεῖς ἄλλας ἡμμέρας οὐ δυναμένους ἐπιτελεῖν, ἢτοι τῷ ᾐχμαλωτίσθαι ἢ τῷ μηδένα εἶναι τὸν προσιόντα αὐτοῖς καὶ τὰς λειτουργίας τὰς ἱερατικὰς ἀπαιτοῦντα. ἀλλὰ καὶ αἱ παρθένοι, φησί, τῆς Σιὼν ἀγόμεναί εἰσι, δῆλον δὲ ὅτι ὑπὸ τῶν κεκρατηκότων πολεμίων.

[*](12ff. Vgl. Olymp. (Gh III, 21): τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἐκέλευσεν ὁ νόμος. . . . τῷ πάσχα, τῇ ἑορτῇ τῶν πρωτογεννημάτων, καὶ τῇ σκηνοπηγίᾳ. ἐν ταύταις οὖν ταῖς τρισὶν ἑορταῖς οἱ πανταχόθεν Ἰουδαῖοι συνέρχονται εἰς Ἱερουσαλήμ. κατὰ τοίνυν τὴν ἱστορίαν οὐδενὸς ἐρχομένου ἐν τῇ Σιὼν διὰ τὴν κατασκαμὴν τῆς πόλεως πενθοῦσιν αἱ ὁδοί. — 26f. Vgl. Olymp. (a. a. O.): πρὸς μὲν τὸ ῥητόν, διὰ τὸ μὴ εἶναι τοὺς προσφέροντας.)[*](3 αἰτιῶν c doch vgl. S. 244, 2 | γινομένων C | 5 τὸ διεγηγερμένον ο |ὑπάρχουσα] <0 | 9 καὶ 1 Vat. gr. 1153/54 <co | καὶ κεκρατηκότων 0 |12 οὖτος] τοιοῦτος ο |τρὶς c1 τρεῖς C* o | 15 τῶνχρόνων ο | 17 ὁδοὶ ἦσαν] ὁδοποίησαν ο | 18 φησι Gh | 20 αὐταῖς Blass Koetschau | σπευδόντων]+ὡς ο | 21 Ἰουδαίων] ἑβραίων 0 | 22 τῶν1] <ο |πόλεων c | 25 αἰχμαλωτεῖσθαι c αἰχμαλωτίσθαι ο | 26 τῷ Vat. gr, 1153/54 τὸ co.)
241

Πρὸς δὲ διάνοιαν· τῆς σκοπευτικῆς καὶ θεωρητικῆς δυνάμεως Σιὼν καλουμένης πολλαὶ ὁδοί εἰσι τῶν ποικίλων δογμάτων, μυστικῶν τε καὶ φυσικῶν καὶ ἠθικῶν, τάχα δὲ καὶ λογικῶν, αἱ φέρουσαι ἐπὶ τὴν κατανόησιν καὶ θέαν τῶν προκειμένων. ἐπὰν οὖν τις τὸ τούτων ἀσκητικὸν ἀπολέσας συγχυθῇ, πᾶσαι αὗται αἱ ὁδοὶ πενθοῦσιν οὐκ ὁδευόμεναι, πανηγύρεως μὲν ὑπαρχούσης ταῖς προειρημέναις ὁδοῖς, ὅτε ὁδευονται ἐξεταζόμεναι καί, ἵν᾿ οὕτως εἴπω, διαβαινόμεναι· πενθοῦσι δὲ ὅτε ἐρημοῦνται, οὐκ ἐρευνώμεναι οὐδὲ διεξοδευόμεναι διὰ τὸ ἀποπεπτωκέναι τοὺς ὁδεύοντας καὶ αἰχμαλωτισθέντας ὑπὸ τῶν παθῶν περιεσπάσθαι περὶ τὰ χείρονα.

Ἡ Σιὼν γλυκὺ μηδαμῶς ἔχουσά τι, ἐν πικρίᾳ διάγει καθ᾿ ἑαντήν οὐ ληπτέον γὰρ τὸ πικραινομένη νῦν ἐπί τινος εἴδους ὀργῆς.

Ἡ τῆς λέξεως σαφήνεια τοιαύτη τίς έστιν. ἔθλιβον τὴν Ἰουδαίαν χώραν ἢ θλίβειν γε ἤθελόν τινες πρὸ τῶν τῆς αἰχμαλωσίας χρόνων, ἀλλ’ οὐκ ἐκράτουν ὑπερασπίζοντος τοῦ θεοῦ τῶν Ἰουδαίων. ὅτε παρεῖχον ἑαυτοὺς ἐκεῖνοι βοηθείας ἀξίους. ὅτε δὲ ἥμαρτον καὶ Πρὸς τῷ μὴ ἀκούειν τῶν προφητῶν ἔτι καὶ ἀνῄρουν αὐτοὺς οἱ υἱοὶ Ἰσραήλ, τότε παρεδόθησαν τοῖς θλίβουσιν ὑποχείριοι, ὥστε τοὺς ἐχθροὺς αὐτῶν γενέσθαι κεφαλήν, τουτέστιν, ὡς Σύμμαχος ἡρμήνευσεν, ἄρχοντας. ἕτεροι δὲ τάχα παρὰ τοὺς θλίβοντας οἱ ἐχθροὶ ὄντες ἤτοι τῇ ἐπινοίᾳ ἢ καὶ τῇ ὑποστάσει, έν εὐθηνίᾳ ἐτύγχανον, ὑποχειρίων τοῖς θλίβουσι γενομένων τῶν διὰ τὰ ἁμαρτήματα ἐγκαταλελειμμένων, τοῦ κυρίου ταπεινώσαντος διὰ τὸ πλῆθος τῶν ἀσεβημάτων τοὺς παρανενομηκότας καὶ ἐπὶ τοσοῦτόν γε τοῦτο [*](2 Vgl. Onom. sacra 1, 174, 90: Σιὸ)ν σκοπευτήριον κτλ., u. ö. — ff. Vgl. Olymp, (a. a. O.): πρὸς δὲ διάνοιαν τὰ διδάγματα, δι’ ὧν εἰσέρχεται ἄνθρωπος εἱς τὴν ἀρετήν, ἐν κατηφείᾳ εἰσὶν ἐκκοπείσης τῆς προθεσμίας ἴσ. προθυμίας) τῶν μανθανόντων. — 6 Vgl. zu S. 239, 12.) [*](2 Πρὸς] vorher τοῦ αὐτοῦ co | δυνάμεως] + τοῦ ναοῦ ο | 7 μὲν] x003C; c | 9 ἐρευνούμεναι ο | 11 περιεσπάσθαι] περισπασθῆ co | 13 μὴδαμῶς γλυγὺ μὴδαμῶς c | 20 καὶ] x003C; ο | 21 τῷ Icorr. τὸ cl*o | 23 ὡς] ὁ c | 25 ἤτοι] ἢ c | 28 καὶ] x003C; c)

242
ποιήσαντος, ὡς μηδὲ τοῖς νηπίοις αὐτῶν ἔλεον καταλειφθῆναι, ἀλλὰ πορευθῆναι αὐτὰ ἐν αἰχμαλωσίᾳ ἐλαυνόμενα ὑπὸ παντὸς τοῦ θλίβοντος.

Ἀρξάντων τε καὶ εὐφρανθέντων τῷ τὸν κύριον διὰ τὸ πλῆθος τῶν ἀσεβημάτων εἰς ταπείνωσιν παραδεδωκέναι τοὺς τὰς ἐν τοῖς ἁγίοις λογίοις συνθήκας πρὸς αὐτὸν οὐ τετηρηκότας.

Τὰ τῆς λέζεως ὅση δύναμις ἡμῖν σαφηνιστέον, ἐξετάζουσι τις ἡ θυγάτηρ Σιών, καὶ ἐν τίνι ἔχουσα τὴν εὐπρέπειαν, τίς τε ἡ νομή, ἣν οὐκ ἔχουσίν οἱ ἄρχοντες τῆς θυγατρὸς Σιὼν δίκην κριῶν ἀπορούντων βοσκήσεως· καὶ πῶς οὑτοι ἐστερημένοι ἰσχύος πορεύονται κατὰ πρόσωπον τοῦ διώκοντος. ἡγούμεθα δὲ τὸ μὲν ὄρος Σιὼν εἶναι μητέρα τῆς ἐν αὐτῇ συναγωrῆς θυγατρὸς χρηματιζούσης τῆς Σιών, τὴν δὲ εὐπρέπειαν τῆς θυγατρὸς Σιὼν τὴν κτῆσιν τὴν ἐν πέπλοις αὐτῆς, ἥτις κτῆσις ἐν τῷ καιρῷ τῆς προνομῆς ληφθεῖσα ὑπὸ τῶν πολεμίων ἐξῆλθεν ἀπὸ τούτων, ὡν κόσμος ἦν, τουτέστι ἐξεκομίσθη τοῦτο γὰρ ἐμφατικώτερον τῷ ἐξῆλθεν ὠνόμασε), τοὺς δὲ ἡγουμένους τῆς συναγωγῆς, διὰ τὸ ἐπικεῖσθαι τοὺς πολεμίους καὶ αἰχμαλωτίζειν, ἀποροῦντας τῶν συνήθων ὡμοιῶσθαι κριοῖς οὐχ εὑρίσκουσι τροφήν. ὥσπερ μέντοιγε κριοὶ ἐλαυνόμενοι μὴ τραφέντες ἀσθενῶς πορεύονται, τῇ ἀνάγκῃ τῶν ἐπιδιωκόντων εἴκοντες, οὕτω δὲ καὶ οἱ ἄρχοντες αἰχμάλωτοι γενόμενοι, ἀπαγόμενοι εἰς τὴν χώραν τῶν αἰχμαλωτισάντων, ἐπορεύοντο οὐκ ἐν ἰσχύϊ κατ’ ὄψιν τοῦ διώκοντος.

Πρὸς δὲ διάνοιαν ἡ τοιάδε ψυχὴ θυγάτηρ ἐστὶ Σιών· οἷόν ὡς θυγάτηρ δικαιοσύνης ἡ δικαία καὶ τέκνον σοφίας ἡ σοφή , οὕτω δὲ ἐπεὶ Σιών ἐστι τὸ Σκοπευτήριον) ἡ σκοπευτικὴ καὶ θεωρητικῶς διεξοδικὴ θυγάτηρ Σιὼν ἂν λέγοιτο. εὐπρέπειαν δὲ αὐτῆς καὶ [*](5 Vgl. Klagel. Jerem. 1, 5 cod. Qmg: διὰ τὸ πλῆθος τῶν ἀσυνθεσιῶν αὐταῖς. — 27 ff. Olymp. (Gh III, 26): πρὸς δὲ διάνοιαν, ἡ θεογνωσία διὰ τὴν τῆς ἁμαρτίας ἐπαγωγήν. — 29 Vgl. S. 241, 2.) [*](1 ποιήσαντας c | καταλειφθῆναι c 1 καταληφθῆναι c*o | 12 ἐστερημένοι cl W. e. seh. ebenso S. 251, 19 | 14 μητέρα] τὴν c | σχηματιζούσης c | 17 ἀπὸ] ὑπὸ ο | 18 τῷ] τὸ Ic | 23 ἥκοντες c | οὕτω δὲ] οὕτως c | 24 γινόμενοι ο | 25 ἐν οὑκ ἰσχύει ο | 27 Πρὸς] vorher τοῦ αὐτοῦ κατὰ ἀναγωγήν co.)

243
ἀξίωμα τί ἂν ἄλλο δεόντως νομισαίμην ἢ τὸν πλοῦτον τῶν τῆς ἀληθείας μετὰ σοφίας τεθεωρημένων ἁγίων δογμάτων; ἐπὰν οὖν ἀμελήσῃ τις, μετὰ τὸ κτήσασθαι εὐπρἐπειαν καὶ ἀξίωμα, τῆς τε τούτων συνοχῆς καὶ τῆς τοῦ πλούτου τοῦ θείου αὐξήσεως, ἀπορρεῖ καὶ ἐξέρχεται τὰ τέως κόσμος αὐτῆς τυγχάνοντα. ἄρχοντες δὲ οἱ ἡγησάμενοι τοῦ λόγου καὶ χειραγωγήσαντες ἐπὶ τὴν κτῆσιν τῆς προειρημένης εὐπρεπείας, δίκην κριῶν, τῶν ἡγησαμένων, τῆς τῶν προβάτων ποίμνης οὐχ εὑρισκόντων νομήν, ἐν σπάνει κατέστησαν καὶ αὐτοί, ἀνέντες τὴν προσοχὴν τῶν δυναμένων αὐτούς τε καὶ τὰ πρόβατα, ἴν οὕτως εἴπω, πιᾶναι. διὰ τοῦτο ἀσθενήσαντες, καταληφθέντες ὑπὸ τοῦ διώκοντος, ὅστις ἐστὶν ὁ ἀντίδικος ἡμῶν διάβολε, ἔμπροσθεν αὐτοῦ πορεύονται ἐλαυνόμενοι ὅπῃ ἐκεῖνος ἄγειν ἐθέλει. ἐὰν μέντοιγε ἡ προειρημένη θυγάτηρ Σιὼν ἐπιμέλειαν ποιήσηται τοῦ κάλλους αὐτῆς καὶ τῆς εὐπρεπείας αὐτῆς καὶ πρόνοιαν τοῦ φρουρεῖσθαι τὸ ἀξίωμα, φαυλίζει καὶ μυκτηρίζει τὸν τῶν Ἀσσυρίων βασιλἐα, ὡς ἀπὸ τοῦ Ἡσαΐου μεμαθήκαμεν λέγοντος· »ἐφαύλισέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών«.

Ο γὰρ μιμνῃσκόμενος ἐν τῷ τάδε τινὰ πάσχειν οὐ τοῦ ἐνεστηκότος μιμνῃσκεται, ἀλλὰ τοῦ παρεληλυθότος.

Καὶ μετ’ ὀλίγα·

Τοιαῦτα διαπορήσαντες έν τῷ τόπῳ καὶ ζητοῦντες ὑπόμνησιν παρεληλυθυίας ταπεινώσεως αὐτῆς καὶ ἀπωσμῶν αὐτῆς, διὰ τὸ πεπτωκέναι τὸν λαὸν αὐτῆς εἰς χεῖρας θλίβοντος καὶ τὰ ἐπιφερόμενα αὐτῇ συμβεβηκέναι, ἐπισκοποῦμεν μὴ ἄρα ἡ κυρίως ταπείνωσις οὐκ ἄλλη τίς έστιν τῆς ἁμαρτίας, ὥσπερ ὕψωσις ἡ κατόρθωσις, καὶ ἀπωσμὸς οὐδενὸς ἐνεργοῦντος γίνεται ἢ τῆς μοχθηρᾶς πράξεως · ἱκανὴ γὰρ αὕτη ἀπώσασθαι ἀπὸ θεοῦ καὶ παντὸς τοῦ κατὰ φύσιν καλλίστου. ὅτε τοίνυν μεθύουσα ἡ Ἱερουσαλήμ, τουτέστιν οἱ κατοικοῦντες αὐτήν, καὶ ἐξεστηκυῖα ἀπὸ τῆς ἁμαρτίας ἐταπεινοῦτο, οὐκ ἐφήσθη τοῖς πταίσμασιν· ὅτε δὲ αἱ ἀνταποδόσεις αὐτῆς ἐληλύθασι διὰ τοῦ τὸν λαὸν αὐτῆς πεπτωκέναι εἰς χεῖρας [*](5 ff. Vgl. Olymp, (a. a. Ο.): οἱ διδασκαλικοὶ τρόποι οὐχ εὑρίσκουσι νομήν. — 11 Vgl. Ι Pet. 5, 8. — 16 Jes. 37, 22.) [*](1 νοABBREVησαίμην c Ι τῶν] τὸν c | 3 ἀξίωμα καὶ εὐπρέπειαν c | 12 ἐθέλοι c 15 τῶν] x003C; C | 19 τὰ δεABBREVινὰ c | 24 θλίβοντος] ἐχθρῶν c | 26 ἐστιν] + ἢ c 29 φύσ,ιν] + καὶ c | 30 ἐζεστηκῶσα ο | 31 ἐφήσθη] ἐφεῖσθαί co ἐπῃσθάνετο Gh | τοῦ πταίσματος Gh | 32 εἰς] + τὰς ο.)

244
τοῦ θλίβοντος, οὐδενὸς αὐτῇ βοηθοῦντος, τότε ὑπεμνήσθη τῶν δι’ ἃ ἔπασχεν, αἵτια ἐκεῖνα καταλαμβάνουσα εἶναι τοῦ τε πεπτωκέναι τὸν λαὸν αὐτῆς καὶ τοῦ ἀβοήθητον αὐτὴν καταλελεῖφθαι.

Καὶ μετ’ ὀλίγα·

Ἐὰν δὲ ἡ τοιάδε ψυχὴ ᾐ ἡ Ἱερουσαλήμ, ἄξιον ζητῆσαι τὸν λαὸν αὐτῆς, οὗ πίπτοντος εἰς χεῖρας θλίβοντος, τῷ μὴ ὑπάρχειν βοηθόν, αὐτὴ μιμνῄσκεται τῶν τῆς ταπεινώσεως αὐτῆς ἡμερῶν, ἔτι δὲ καὶ τῶν ἰδίων οὓς ἀπώσθη ἀπωσμῶν, πρὸς τούτοις καὶ ἐπιθυμημάτων αὐτῆς ὅσα ἦν ἐξ ἀρχαίων ἡμερῶν. ὅρα δὲ εἰ μὴ τὰ ἐν τῇ ἐπιστημονικῇ ψυχῇ θεωρήματα ὁ λαός ἐστι τῆς Ἱερουσαλήμ, ὅστις παρὰ τὸ ἐν ἀπροσεξίᾳ καὶ ἀμελείᾳ γεγονέναι τὴν ψυχὴν πίπτει καταβαλλόμενος ὑπὸ παντὸς τοῦ θλίβοντος. ἀπορρεῖ γὰρ τὰ δόγματα τῶν ἀμελούντων , ἐκθλιβόμενα ὑπὸ τῶν χώραν ἰσχόντων ἁμαρτημάτων παρὰ τῷ τῶν κρειττόνων ἀμελοῦντι , οὐδαμῶς ἴσχοντα τὴν ἐκ λόγου βοήθειαν.