Fragmenta In Jeremiam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Σύνταξον τὸ οὐχὶ τοῦ θυμιάματος πρὸς τὸ ἐμνήσθη κύριος. δῆλον μὲν οὖν ἐστιν, ὡς τοῖς εἰδώλοις θυμιώντων φησί· τοῦτο γὰρ αὐτῶν ὁμολογησάντων ἐπάγεται τὰ προκείμενα. [*](19 ff. Vgl. Chrysost. (Gh II, 786 τοῦ αὐτοῦ = Orig., doch haben c 325 v und o 179r das Fragment als τοῦ ἁγίου Ἰωάννου; vgl. auch has folgende Chrysostomusfragment bei Gh a. a. O.): (τίνος ἕνεκεν συνεχώρησεν ὁ θεὸς ἀναιρεθῆναι) τὸν ἄνθρωπον χρηστὸν ἄντα καὶ ἐπιεικῆ κτλ.) [*](5 πώσεως ο | 7 ἔκρυψε ο | 9 αὐτοὺς τοὺς] τοὺς αὐτοῦ c | 11 ἐνθα] ἐνταῦθα ο | 14 ἐπιμελῆται l ἐπιμελεῖται co | 16 δὲ] <ο | 18 Ὁ] irrtümlich unter d. Überschr. τοῦ αὐτοῦ, während ein Fragment Olympiodors vorangeht o. Cod. Laur. XI, 4 hat auf fol. 242r noch folgendes Fragment: Ωργ. Ἀπολαυσατε τῶν τῆς εἰρήνης ἀγαθῶν καὶ θεῷ τῷ δοτῆρι τούτων προσκομίσατε τ]ς ἀπαρχάς. Vgl. Jerem. 47, 10 | 23 ff. dies Fragment nebst Nr. LXIX (149) gehört vielleicht zu der 39. Homilie, von das Prooemium in der Philokalie erhalten ist (vgl. S. 198,3).)

231
πλὴν ἐξετάσωμεν εἰ καὶ θεῷ τις θυμιῶν ὡς οὐ δεῖ, τοῦ ἄβατον γενέσθαι γῆν αἴτιος γίνεται. κἂν τὸ αἰσθητὸν τοίνυν προσάγῃς κατὰ τοὺς Ἰουδαίους θυμίαμα, ἀρετὴν μὲν ἔχων προσάγεις καλῶς, σύμφωνν ἔχων τὴν ξἔνδοθεν εὐωδίαν· μετὰ κακίας δὲ προσφέρων, οἱονεί πως καὶ τὴν εὐωδίαν τὴν ἔξω χρωννύων, πρὸς δυσωδίαν μεταποιεῖς· ὅτε οὐκ ἂν λεχθείη τὸ »ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας« ἀλλὰ τοῦναντίαν. ὁσμὴ δὲ εὐωδίας παρὰ θεῷ οὐ τῶν προσενεχθέντων παρὰ Νῶν ζώων καθαρῶν εἰρημένων, ἀλλὰ τῆς δικαιοσύνης αὐτοῦ καὶ τῆς τελειότητος, ἅπερ ἦν αὐτὸς ἐν τῇ γενεᾷ αὐτοῦ. θεὸς γὰρ αἴματι καὶ κνίσαις οὐ τέρπεται, καθάπερ οἱ δαίμονες. πλὴν ὡς >σθνεγερθέντες Χριστῷ τὰ ἄνω ζητήσωμεν<, εἰς νοῦν εἰληφότες τὸ »γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου«· καθὰ γὰρ Ἰωάννης ἐν Ἀποκαλύψει φησί· >θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων<. ἀλλ᾿ εἰ μὲν λογισμοῖς ταύτην μολύνομεν πονηροῖς, συμβαινει τὸ »ἡ προσευχὴ αὐτῶν γενέσθω εἰς ἁμαρτίαν«, ἢ εἰς τὸ ἐναντίον, ἐὰν ἀπὸ δικαιοσύνης εὐξώμεθα· ἐπεὶ τῶν δι᾿ ἁμαρτίας λεγόντων· »προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου«, γίνεται τὸ θυμίαμα δυσῶδες. διόπερ Ἡσαΐας εἶπεν· »ἐὰν φέρηστε σεμίδαλιν, μάταινο· θυμίαμα, βδέλυγμά μοί ἐστιν . τίνα δὲ τρόπον εὐκτέον, ἐσίδαξεν ὁ ἀπόστολος λέγων· »βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἐν παντὶ τόπῳ ἐπαίροντας ὀσίους χεῖρας χωρὶς ὁργῆς καὶ διαλογισμῶν«. τοιούτων χειρῶν ἐπαιρομένων τοῦ Μωσέως ἐνίκα Ἰσραήλ, καθαιρουμένων δὲ ἐνίκα ὁ Ἀμαλήκ. ὁ οὕτωνς εὐχόμενος οὐκ ἀποτυγχάνει, ἀληθεύνοντος τοῦ ἡρτοῦ· »ἔτι λαλοῦντός σου ἐρεῖ· ἰδοὺ πάρειμι«. τῶν οὖν πονηρῶν τὸ θυμίαμα, φησίν, οὐκ ἠδύνατο κύριος ἔτι φέρειν, καθάπερ ἡμεῖς κἂν ὑπομείνωμέν τινα δυσωδίαν, ἀλλ᾿ οὖσαν πλείονα φεύγομεν. καὶ ὁ θεὸς οὖν μέτρον ἀνοχῆς ἔχων, μὴ μετανοοῦντας μετέρχεται· ὅπερ ἐπὶ Νῶε πεποίηκε, τῶν τότε πλημμελούντων τὴν δυσωδίαν μηκέτι φέρειν δυνάμνος. διό φησιν ἐν προφήταις· »ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι;«