Fragmenta In Jeremiam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Οὐ μόνον προφητείας Ἱερεμίας ἀνέγραψεν, ἀλλὰ καὶ ἴδια πάθη, ταῖς μὲν διδάσκων βασιλείας οὐρανῶν μυστήρια, τοῖς δὲ διδάσκων ὑπομονῆς παραδείγματα, τῶν ψεθδοπροφητῶν τοιοῦτον οὐδὲν διὰ τὴν κολακείαν πασχόντων. ἑτοιμασώμεθα τοίνυν ἐν καιρῷ διωγμοῦ μετὰ Ἱερεμίου τετάχθαι καὶ τοῦ εἰπόντος ἀποστόλου· »ἐν φυλακαῖς πολλάκις«. τὸ δὲ ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτοὺς φιλανθρωποτέραν αὐτοῦ τὴν προαίρεσιν μεμήνυκεν. καὶ δεῖ τὸν ὀρθὸν βασιλέα μὴ τοῖς περὶ αὐτὸν πονηροῖς συναπάγεσθαι· χρήσιμον δὲ πολλάκις καὶ ἡ παρὰ τοῖς καρτοῦσι προστασία, δι’ ἧς πολλάκις εὐεργετεῖ ὁ θεός.